- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:1.3-1.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐述了昏黑眩晕的种种征候及其向狂躁、忧郁和癫痫转变的机制,随后论述被称为神圣病的癫痫,详述其发作的凶险、在各年龄段的病程演变以及慢性化所致的身心衰败。
Κεφ. γ′. περὶ Σκοτωματικῶν. ἢν ζόφος τὰς ὄψιας σχῇ, καὶ δῖνος ἀμφὶ τὴν κεφαλὴν ἑλίσσηται, καὶ ὦτα βομβέῃ ὅκως Ῥεόντων καναχηδὸν ποταμῶν,1 ἢ οἷον ἄνεμος ἱστίοισι ἐγκυβερνῆ, ἢ αὐλῶν, ἢ καὶ συρίγγων ἐνοπὴ, ἢ τρισμοῦ ἁμάξης ἰαχὴ, ὀνομάζομεν σκότωμα τὸ πάθος, κακὸν μὲν, κἢν σύμπτωμα κεφαλῆς, κακὸν δὲ, κἢν ἐκ διαδέξιος κεφαλαίης, ἢ ἐξ ἑωυτέης χρονίου νούσου φύῃ. ἢν γὰρ τάδε μὲν μὴ ἀπογίγνηται, μίμνῃ δὲ ἡ σκοτοδίνη, ἢ χρόνῳ μακρῷ τελεωθῇ τοῖσι ἰδίοισι συμπτώμασι οὔ τινος ἀκεομένου, πάθος τὸ σκότωμα γίγνεται, ἐπʼ αἰτίῃ ὑγρῇ τε καὶ ψυχρῇ· ἀλλὰ καὶ ἀρχὴ παθέων ἄλλων, ἢν ἐς ἀνήκεστον τραπῇ, μανίης, μελαγχολίης, ἐπιληψίης, προσεπιγιγνομένων ἑκάστῃ τῶν ἰδίων ξυμπτωμάτων· σκοτώματος δὲ ἡ ἰδέα, βάρος τῆς κεφαλῆς, ὀφθαλμῶν μαρμαρυγαὶ ἐπὶ πολλῷ τῷ σκοτώδεϊ· ἀγνωσίη ἑωυτέων τε καὶ τῶν πέλας· καὶ ἢν ἐπʼ αὐξήσει ἡ νοῦσος γίγνηται, τά τε γυῖα λύονται, καὶ ἕρπονται χαμαί· ναυτίη καὶ ἔμετος φλέγματος, ἢ χολωδέων, ξανθῶν, ἢ μελάνων. εὖτε ἐπὶ μὲν ξανθῇ χολῇ, μανίαι γίγνονται· ἐπὶ δὲ τοῖσι μέλασι, μελαγχολίη· ἐπὶ δὲ τῷ φλέγματι, ἡ ἐπιληψίη. πασῶν γὰρ ἥδε νούσων τροπή.
第三章 论昏黑眩晕患者 倘若黑暗遮蔽视觉,眩晕盘旋于头部周围,耳内轰鸣如江河咆哮奔流,或如风鼓行于船帆,或如长笛或短笛之鸣响,或如大车吱嘎之作声,我们便将此病症命名为昏黑眩晕;即便作为头部之伴随病征,它亦是一项恶疾,而若是承接顽固头痛而来,或是自成一种慢性疾患,亦同为恶疾。因为倘若此等症状不退,昏黑眩晕持续不去,或在无人救治的情形下,经久因其特有症状而完全形成,则此昏黑眩晕便因阴湿寒凉之因,转为顽固疾患;且若其转为难救之势,亦为其他疾患——如狂躁、忧郁、癫痫——之始端,并伴随各症特有之病征。昏黑眩晕的表象为:头重,在浓厚的昏黑中双目闪现火花,不识自身及近旁之人;若病情进一步加重,则四肢废弛,匍匐于地;恶心,并呕吐黏液,或黄色、黑色之胆汁。当基于黄胆汁时,狂躁发作;基于黑胆汁时,忧郁发作;基于黏液时,癫痫发作。因为这正是向所有这些疾患的转变。
Κεφ. δ′. περὶ Ἐπιληψίης. ποικίλον ἠδὲ ἀλλόκοτον κακὸν ἡ ἐπιληψίη, θηριῶδες μὲν ἐν παροξυσμοῖσι καὶ κάτοξυ καὶ ὀλέθριον. ἔκτεινε γάρ κοτε παροξυσμὸς εἷς· ἢν δὲ μελέτῃσι φέρῃ ὥνθρωπος, ζῇ μὲν αἴσχεα καὶ ὀνείδεα καὶ ἄλγεα φέρων, Ῥηϊδίως δὲ οὐκ ἄπεισι ἡ νοῦσος, ἀλλὰ ἐν ἡλικίῃσί τε τῇσι κρείττοσι ἐνοικέει καὶ ὥρῃ τῇ ὡραίῃ. ξυνδιαιτᾶταί τε παισὶ καὶ μειρακίοισι. ἐξηλάθη δέ κοτε ὑπʼ εὐτυχίης, διʼ ἄλλης ἡλικίης μέζονος, εὖτε τῷ κάλλεϊ συνέξεισι τῆς ὥρης·2 ἀλλὰ καὶ τότε μετεξετέρους αἰσχροὺς ἀποδείξασα, ἀπόλλυσι τοὺς παῖδας φθόνῳ τοῦ κάλλεος, ἢ χειρὸς ἀκρασίῃ, ἢ προσώπου διαστροφῇ, ἢ πηρώσι τινὸς αἰσθήσιος· ἢν δὲ φωλεύσῃ τὸ κακὸν ἐς Ῥίζην, οὔτε ἰητρῷ οὔτε ἡλικίης μεταβολαῖς ἐς ἔξοδον πείθεται, ἀλλὰ ξυμβιοῖ μέσφι θανάτου. ποτὶ καὶ ἐπίπονος ἡ νοῦσος σπασμοῖσι καὶ διαστροφῇσι μελέων τε καὶ ὄψιος, ἔτρεψε δέ κοτε καὶ γνώμην ἐς μανίην. ἀτερπὴς μὲν ἡ τοῦ παροξυσμοῦ θέη, αἰσχρὴ δὲ καὶ ἡ ἀπόλειψις αὐτέου, ἐπὶ ἀφόδῳ καὶ οὔροισι καὶ αὐτομάτῳ κοιλίῃ. ἀλλὰ καὶ ἄδοξος ἡ ξυμμορφή· δοκέει γὰρ τοῖσι ἐς τὴν σελήνην ἀλιτροῖσι ἀφικνεῖσθαι ἡ νοῦσος·3 τοὔνεκεν ἱερὴν κικλήσκουσι τὴν πάθην· ἀτὰρ καὶ διʼ ἄλλας προφάσιας, ἢ μέγεθος τοῦ κακοῦ· ἱερὸν γὰρ τὸ μέγα· ἢ ἰήσιος οὐκ ἀνθρωπίνης, ἀλλὰ θείης, ἢ δαίμονος δόξης ἐς τὸν ἄνθρωπον εἰσόδου, ἢ ξυμπάντων ὁμοῦ, τήνδε ἐκίκλησκον ἱερήν. ὁκόσα μὲν οὖν ὡς ἐπὶ ὀξείῃ γίγνεται τῇ νούσῳ, πρόσθεν μοι λέλεκται· ἢν δὲ ἐν χρόνῳ μίμνῃ, οὐδὲ ἐπὶ τοῖσι διαλείμμασι ἀσινέες, νωθροὶ, ἄθυμοι, κατηφέες, ἐξάνθρωποι, ἄμικτοι, οὐδὲ ἡλικίῃσι μειλίχιοι, ἄγρυπνοι, δυσόνειροι πολλοῖσι ἀλλοκότοισι, ἀπόσιτοι, πέψαι κακοὶ, ἄχροοι, μολιβδώδεες, δυσμαθέες νωθείῃ γνώμης τε καὶ αἰσθήσιος, βαρυήκοοι, ἦχοι, βόμβοι ἀνὰ τὴν κεφαλήν. γλῶσσα ἀσαφὴς καὶ παράφορος· ἢ ὑπὸ τῆς διαθέσιος τῆς νούσου, ἢ ὑπὸ τρωμάτων ἐν τῇσι καταλήψεσι, σπασμώδεες.4 γλῶσσα μὲν στρωφᾶται ἐν τῷ στόματι ποικίλως· ὑποτείνεται δέ κοτε καὶ τὴν διάνοιαν ἡ νοῦσος, ὡς τὰ πάντα μωραίνειν· ἀτὰρ καὶ τοῖσδε αἰτίη ξὺν ὑγρότητι ψύξις.
第四章 论癫痫 癫痫是一种变幻多端且怪异的恶疾,在发作时宛如野兽,极其剧烈且致命。因为单单一次发作便曾致人于死;但若患者借着习常耐受而忍持之,虽能苟活,却承受着丑态、羞辱与剧痛,而此疾绝非轻易退去,反而盘踞于壮盛之年与青春华茂之时。它与少年和青年朝夕共处。有时凭借侥幸,借由迈入另一更高年岁,当其随青春韶华之美一同离去时,亦曾被驱除;然即便彼时,它亦因嫉妒其俊美而使某些人沦为残丑,借由手的偏瘫、面部之扭曲或某项知觉之残废而毁损少年;若这恶疾深伏其根,则既不屈从于医师,亦不随年龄之变易而退出,反与人共生直至死亡。此外,此疾因四肢与视觉之痉挛扭曲而极具苦痛,更曾使人心志狂乱。发作时的景象令人目不忍睹,而发作之消退亦极不雅,伴随着粪便、尿液的失禁与下腹不受控制的排泄。 然而其名声亦极不光彩;因为世人以为此疾临于对月亮获罪之人,因此称此疾为“神圣病”;不过亦由于其他缘由——或是由于此恶疾之巨大,因凡巨大者皆属神圣;或是由于其医治非属人事而赖神力;或是由于鬼怪入人之观念;或因凡此诸因齐聚——他们曾称其为神圣病。 凡如同急性疾患中所发之症,前文我已论及;然而若迁延日久,则即便在发作间歇期间,患者亦非完好无损,他们怠惰、沮丧、愁容满面、避世绝俗、不喜交际,在任何年龄阶段皆不温良,失眠,常做种种怪诞的恶梦,厌食,消化不良,面无血色,呈铅灰色,因心智与感官迟钝而难于学习,重听,头部回荡着轰鸣与回响。舌音模糊且错乱,或是由于疾病之素质所致,或是由于发作拘挛时所受之伤,患者呈抽搐状。舌在口中以各种方式翻转;且此疾有时亦损及理智,以致凡事变得愚钝;然而此等病症之病因亦为寒凉兼湿。
- 1.3ὅκως Ῥεόντων καναχηδὸν ποταμῶν
由ὅκως(爱奥尼亚方言,相当于ὅπως)引导的属格绝对结构(Ῥεόντων ... ποταμῶν),与后文「ἢ οἷον ἄνεμος ... ἐγκυβερνῆ」等分句并列,以比喻方式描绘耳鸣的各种声响。
- 1.4εὖτε τῷ κάλλεϊ συνέξεισι τῆς ὥρης
动词 συνέξεισι 为 σύν 与 ἔξεισι(源自 ἔξειμι,“走出、离去”)之复合形式,意为疾病随青春年龄之美“一同离去”。τῷ κάλλεϊ 为表伴随的与格,受属格 τῆς ὥρης 修饰。
- 1.4δοκέει γὰρ τοῖσι ἐς τὴν σελήνην ἀλιτροῖσι ἀφικνεῖσθαι ἡ νοῦσος
τοῖσι ... ἀλιτροῖσι 为受 ἀφικνεῖσθαι(“临到”)支配的受损与格,介词短语 ἐς τὴν σελήνην 修饰形容词 ἀλιτροῖσι(“犯罪者”),意指“触犯月亮的人”,反映了当时将该病归咎于得罪月神的民间观念。
- 1.4σπασμώδεες
为阳性主格复数形容词,同前文形容患者的一连串主格形容词(νωθροὶ, ἄθυμοι, κατηφέες 等)相一致。尽管中间插入了对舌部症状(γλῶσσα ...)的描述,此处仍回指患者整体呈现抽搐、痉挛的状态。
