← 阿莱泰乌斯

论慢性疾病的病因和症状

§1.1-1.2

慢性病治疗的难点与头痛的分类

作者论述了慢性疾病治疗的艰难以及医患双方所需的配合,继而阐述了头痛的分类(一过性头痛、顽固性头痛与偏头痛)及其剧烈发作的症状与病因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

Κεφ. α′. προοίμιον. χρονίων νούσων πόνος μὲν πουλὺς, χρόνος δὲ μακρὸς συντήξιος, καὶ ἀβέβαιος ἡ ἄλθεξις. ἢ γὰρ οὐδʼ ἐξηλάθησαν ἐς τὸ πάμπαν, ἢ ἐπὶ σμικρῇ ἁμαρτωλῇ παλινδρομέουσι αἱ νοῦσοι. οὔτε γὰρ ἀτρεμέειν οἱ νοσέοντες τολμέουσι ἐς τέλος· ἀτὰρ ἠδὲ ἁμαρτάνουσι ἐν τῇσι μακρῇσι διαίτῃσι, κἢν ἀτρεμέωσι· ἢν δὲ καὶ πόνος ἔῃ ἐπιπόνου ἰήσιος, δίψης, λιμοῦ, φαρμάκων πικρῶν καὶ ὀδυνωδέων, ἢ τομῆς, ἢ καύσιος, ὧνπέρ ἐστι ἐν τῇσι δολιχῇσι νούσοισι χρέος, ὑποδιδρήσκουσι οἱ κάμνοντες, ὡς θανάτου δῆθεν αὐτέου ὀρεγόμενοι. ἔνθα δὴ ἀρετὴ διαείδεται ἀνδρὸς ἰητροῦ, καὶ μακροθυμίης, καὶ ποικιλίης, καὶ χάριτος ἀβλαβοῦς τῶν ἡδέων, καὶ παραιφάσιος·1 ἀτὰρ καὶ τὸν νοσέοντα χρὴ ἄλκιμον ἔμμεναι, καὶ ξυνίστασθαι τῷ ἰητρῷ κατὰ τοῦ νοσήματος. οὐ γὰρ τοῦ σώματος μοῦνον ἀπρὶξ λαβόμενον ταχὺ ἀνασμύχει2 τε καὶ δάπτει, ἀλλὰ ἐς πολλὰ καὶ τὴν αἰσθησίην ἐκτρέπει, ἀλλὰ καὶ τὴν ψυχὴν ἐκμαίνει ἀκρασίῃ τοῦ σώματος. τοιήνδε τὴν μανίην καὶ τὴν μελαγχολίην ἴσμεν, περὶ ὧν αὖθις ἐρέω· τανῦν δʼ ἀμφὶ κεφαλαίης φράσω.

第一章 序论 在慢性疾患中,痛苦甚大,衰竭的时期漫长,而痊愈亦不可期。因为疾病若非根本未被完全驱除,便是因微小的过失而复发。病患既无勇气坚忍到底,况且在漫长的调理中即便坚忍亦难免违犯节制;若更兼有痛苦疗法的折磨——如干渴、绝食、苦涩且令人剧痛的药物,或切割,或烙烧,凡此长久病患中所必需者——患者往往逃避,竟宛如企求速死。正是在此,医师的德性才得以显明,其隐忍、机变、无害的顺从患者之欲,以及言辞的劝导;然而患者亦须刚毅,当与医师携手以对抗疾疠。因为病魔非但紧抓躯体而迅速使其枯竭消蚀,而且在许多方面扰乱知觉,更因躯体的失调而令心神狂乱。我们深知狂躁与忧郁正是此类病症,关于它们我将于后文详述;眼下则先论顽固头痛。

§1.2

Κεφ. β′. περὶ Κεφαλαίης. ἢν ἀλγέῃ κεφαλὴ σχεδίως ἐπὶ προσκαίρῳ αἰτίῃ, κἢν ἐπὶ πλεῦνας, κεφαλαλγίη καλέεται. ἢν δὲ διεθίζῃ χρόνῳ μακρῷ τὸ ἄλγημα, καὶ περιόδοισι μακρῇσι καὶ πολλῇσι, καὶ προσεπιγίγνηται μέζω τε καὶ πλεῦνα δυσαλθῆ, κεφαλαίην κικλήσκομεν. ἰδέαι δὲ μυρίαι. τισὶ μὲν γὰρ ἀΐδιος ὁ πόνος καὶ σμικρὸς, ἀλλʼ οὐ διαλείπων· τισὶ δὲ ἐς περίοδον περιπλεῖ, ὅκως τοῖσι πυρεταίνουσι ἀμφημερινὸν παρʼ ἡμέρην· ἄλλοισι δʼ ἀπὸ δύσιος ἐς μεσημβρίην, καὶ τῇδε τέλεον ἀποπαύεται· ἢ ἀπὸ μεσημβρίης ἐς ἐσπέρην· ἢ ἐπίπροσθεν ἐς νύκτα. ἥδε ἡ περίοδος οὐ κάρτα δηθύνει· καὶ τοῖσι μὲν ἡ κεφαλὴ ἀλγέει πᾶσα· καὶ ἥδε ἄλλοτε μὲν ἐπὶ δεξιά· ἄλλοτε δὲ ἐπʼ ἀριστερά· ἢ μέτωπον, ἢ βρέγμα, καὶ ταῦτα ἐν τῇ αὐτῇ ἡμέρῃ Ῥεμβώδεα τρόπον. τοῖσι δὲ καὶ τὰ δεξιὰ μοῦνον, ἢ τὰ λαιὰ μοῦνον, ἐς ὅσον ὁρίζων κρόταφος, ἢ ὦς, ἢ καὶ ὀφρὺς μία, ἢ ὀφθαλμὸς εἷς, ἢ Ῥὶς μέσφι μέσου ἐς ἶσα τέμνει, ἐπέκεινα δὲ τὸ ἄλγημα οὐ περῇ ἀλλʼ ἐν ἡμίσεϊ μίμνει τῷ τῆς κεφαλῆς χωρίῳ. ἑτεροκρανίη τόδε μοῦνον καλέεται· οὐκ εὔηθες κακὸν, κἢν διαλείπῃ, κἢν σμικρὸν ἔμμεναι δοκέῃ· ἢν γὰρ ἐμπέσῃ κοτὲ ὀξέως, αἰσχρὰ καὶ δεινὰ πρήσσει· σπασμὸς καὶ διαστροφὴ τοῦ προσώπου γίγνεται· ὀφθαλμοὶ ἢ ἀτενέες κέρασι ἴκελοι πεπήγασι, ἢ τῇδε κἀκεῖσε σπασμώδεες ἔνδον εἱλῶνται· σκοτόδινος· ὀφθαλμῶν ὑποβρύχιος πόνος ἄχρι μηνίγγων. ἱδρὼς ἄσχετος, τενόντων ἐξαπίνης ἄλγος, ὡσπερεί τινος πατάξαντος ξύλῳ· ναυτίη, ἔμετος χολωδέων, κατάπτωσις τοῦ ἀνθρώπου· ἢν δʼ ἐπιτείνῃ κοτὲ τὸ πάθος, ὥνθρωπος ἐτελεύτησε.3 ἢν δὲ σμικρότερον ᾖ, καὶ ἐς ὄλεθρον ἀσινὲς, χρονίζει, ὄκνος πουλὺς, καρηβαρίη, ἀπορίη, ζωὴ δύσφορος. καὶ γάρ πως φεύγουσι τὴν αὐγήν· σκότος δὲ πρηΰνει τουτέοισι τὴν νοῦσον· οὐ δὲ ἐσιδεῖν τι ἢ ἀκοῦσαι τερπνὸν εὔφοροι· κάκοδμοι τὴν ὄσφρησιν,4 καὶ οὔτε τι εὐῶδες αὐτέους τέρπει, ἐκτρέπονται δὲ καὶ τὰ κακώδεα· ἄχθονται τῷ βίῳ, θανατῶσι ὥνθρωποι. αἰτίη δὲ τουτέων ξὺν ξηρότητι ψύξις· ἢν δὲ δηθύνῃ καὶ ἐς μέζον ἕρπῃ ἐπὶ τοῖσι πόνοισι, τὸ πάθος σκότωμα γίγνεται.

第二章 论顽固头痛 倘若头部因一时之由而突发疼痛,纵使持续数日,亦被称为偶发性头痛。但若痛感经久而成习,发作周期冗长且频繁,并伴随更大且更多难愈之症,我们便称之为顽固头痛。 其形态万千。盖在某些人身上,疼痛恒久而轻微,却无休止;在另一些人身上,疼痛周而复始,宛如患间歇热者之日发疟;亦有人自日落痛至正午而完全止息,或自正午痛至黄昏,或更延至夜间。此种周期并不甚长。有人则全头皆痛,疼痛时而在右,时而在左,或在额部,或在头顶,且于同日之内游移不定。 亦有人仅右侧痛,或仅左侧痛,以太阳穴、或耳、或单眉、或单目、或自正中等分之鼻为界,疼痛绝不逾界,而独留于头颅半边。此症独被称为偏头痛。此非轻浅之疾,纵有间歇,纵看似微末;盖若一旦剧烈发作,则行迹可怖且惨烈:面部痉挛扭曲;双目或如角般直视僵滞,或在内痉挛抽搐而转动不定;眩晕;双眼深部刺痛直达脑膜;虚汗淋漓;筋腱暴痛若遭木杖击打;恶心,呕吐胆汁,患者瘫倒;若病情一度加剧,人即毙命。然若病情较轻且无性命之虞,则日久难愈,患者极度倦怠,头重,惶惑,生不如死。他们往往避光,幽暗反能缓其病痛;他们不堪目睹或耳闻任何乐事;嗅觉败坏,无芳馨能使其悦,且亦避忌恶臭;他们厌弃生命,一心求死。 此等病症之病因乃寒凉兼燥;若病痛迁延日久且加剧,此疾便转为昏黑眩晕。

语法注4 条
  1. 1.1ἀρετὴ διαείδεται ἀνδρὸς ἰητροῦ, καὶ μακροθυμίης, καὶ ποικιλίης, καὶ χάριτος ἀβλαβοῦς τῶν ἡδέων, καὶ παραιφάσιος

    被动动词 διαείδεται(第三人称单数)的主语为 ἀρετή。其后由 καί 连接的 μακροθυμίης、ποικιλίης、χάριτος 及 παραιφάσιος 均为属格,与 ἀνδρὸς ἰητροῦ 并列,指明构成或展现医者卓越德性的各项品质。

  2. 1.1οὐ γὰρ τοῦ σώματος μοῦνον ἀπρὶξ λαβόμενον ταχὺ ἀνασμύχει

    分词 λαβόμενον 为中性单数,承前句中性名词 τὸ νόσημα(疾病)为其逻辑主语。它支配属格宾语 τοῦ σώματος 及副词 ἀπρίξ,作状语修饰限定动词 ἀνασμύχει。

  3. 1.2ὥνθρωπος ἐτελεύτησε

    与条件从句 ἢν ἐπιτείνῃ 相应,归结从句使用了不定过去时直陈式 ἐτελεύτησε。这是表示结论必然性或迅速发生的格言性(或戏剧性)不定过去时(gnomic aorist),意指“人便死去了”。

  4. 1.2κάκοδμοι τὴν ὄσφρησιν

    形容词 κάκοδμοι 与关系对格(又称指定对格)τὴν ὄσφρησιν 连用,字面意为“在嗅觉方面闻到恶臭”,指患者在嗅觉机能上发生病变,产生恶臭幻嗅或异常敏感。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:1.1-1.2