← 阿莱泰乌斯

论慢性疾病的病因和症状

§1.15#2

黄疸的两种形态伴随症状与预后

作者论述了黄疸的两种形态(淡青黄与暗青黑)及其成因、脏腑与全身症状的差异、味觉错乱的产生机制,以及该病的预后与易发年龄。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15#2

εἴδεα τοῦ πάθεος δοιά. ἢ γὰρ ἐς τὸ ξανθὸν καὶ τὸ κροκῶδες ἐτράπη τοῦ λευκοχλώρου εἴδεος,1 ἢ ἐς τὸ πελιδνὸν καὶ μέλαν. τῶνδε μέντοι ἡ αἰτίη ἡ δὴ καὶ χολῶν ἐστι αἰτίη· καὶ γὰρ καὶ τῆσδε ἡ μὲν ξανθὴ, λεπτὴ, διειδὴς, λευκοτέρου εἴδεος, ἡ δὲ κατακορὴς, ὡς κρόκον, ἢ λέκιθον φάναι, τοῦ αὐτοῦ εἴδεος. δευτέρη δὲ μελαντέρης χροιῆς, πρασίζουσα, ἰσσατώδης, μέλαινα· μυρίαι δὲ ἐν μέσῳ τῶν χροιῶν παραλλαγαί· παρὰ δὲ τὸ θερμὸν τουτέων καὶ τὰ ὑγρὰ ἡ τροπή.2 ἀλλὰ καὶ τὰ σπλάγχνα τοῦδέ ἐστι αἴτια· ἢν ᾖ ξανθὸν, ὡς τὸ ἧπαρ· ἢ πελιδνὸν, ὡς ὁ σπλήν· ἢν μὲν ἐπὶ σπλάγχνῳ τινὶ ἴκτερος γένηται, ἐπὶ ἥπατι μὲν, τὰ ἥπατος προφανέα· ἐπὶ δὲ σπληνὶ, τὰ σπληνός. ἕκαστα δὲ τὰ τῶν ἄλλων ἑκάστου· ἢν δὲ μηδενὸς φαίνηται, τῆς ὅλης ἕξιός ἐστι ἡ πάθη. διαφανῆ δὲ κατὰ τὰ λευκὰ ἐν τοῖσι ὀφθαλμοῖσι· μετώπου δὲ, πρὸς κροτάφοισι μᾶλλον· τοῖσι λευκοῖσι φύσι, καὶ ἐπὶ σμικρῷ ἰκτέρῳ ἡ χροιὴ μέζων ἐπανθέει. Ὁκόσοισι μὲν οὖν μέλας ὁ ἴκτερος, χροιῇ μελάγχλωροι, Ῥιγώδεες, ἀδρανέες, ὄκνῳ εἴκοντες, ἄθυμοι, βρωμώδεες δὲ τὴν ὀσμὴν, πικροὶ δὲ τὴν γεῦσιν, τὴν ἀναπνοὴν οὐκ εὔκολοι, γαστρὶ δακνώδεες, διαχωρήματα πρασοειδέα, ὑπομέλανα, ξηρὰ, μόλις διαχωρούμενα, οὖρα κατακορέα ἐπὶ τὸ μελάντερον. ἄπεπτοι, ἀπόσιτοι, ἄγρυπνοι, ἄθυμοι, μελαγχολώδεες. ἐπὶ δὲ τὸ λευκότερον, χροιῇ μὲν λευκόχλωροι, γνώμῃ δὲ φαιδρότεροι· σιτίων ἄρξασθαι μὲν ὀκνηροὶ, ἐμφαγεῖν δὲ οὐκ ἀγενεῖς, πέψαι Ῥηΐδιοι τῶν πρόσθεν μᾶλλον· διαχωρέουσι λευκὰ, ξηρὰ, ἀργιλώδεα· οὐρέουσι ξανθὰ, ὠχρὰ, κροκοειδέα. ἀμφοῖν δὲ τὸ ξύμπαν σῶμα κνησμῶδες· θέρμη ἀνὰ Ῥῖνας σμικρὴ μὲν, δακνώδης δέ. ἀμύσσον τὸ χολῶδες· γεῦσις μὲν πικρῶν οὐ πικρὴ, τὸ θωῦμα, οὐ μὴν γλυκέη· γλυκέων δὲ πικρή. ἡ γὰρ ἐν τῷ στόματι χολὴ ἐνίζουσα τῇ γλώσσῃ, ἐπίπροσθεν τῶν ἐδεστῶν ἐντυγχάνουσα, τὴν αἴσθησιν σοφίζεται τήνδε. ἡ γὰρ γλῶσσα ἀναπιοῦσα τῆς χολῆς τῆσδε, οὐκ ἐκείνων αἰσθάνεται· καὶ τὸν μὲν πρόσθεν τὸν τῆς ἀποσιτίης χρόνον ἀτρεμέει ἡ χολὴ, ἀτὰρ οὐδὲ ἡ γλῶσσα τῷ ἤθεϊ ἄχθεται· ἢν δὲ ἀναζέσῃ γεύμασι ἐπίπροσθεν τῶν ἐδεστῶν τὴν γλῶσσαν ἥδε κινέει. ἤν τε οὖν πικρὸν ἔῃ σιτίον, πικρῶν αἴσθησις· ἤν τε γλυκὺ, χολώδεος· φθάνει γὰρ ἡ αἴσθησις τῆς χολῆς· ἀπάτη δὲ ξύνεστι τοῖσι ἡγευμένοισι τὰ πικρὰ γλυκέα φαίνεσθαι.3 οὐ γὰρ οὕτως ἔχει. ἀλλʼ ὅτι μὴ ἐπὶ τῷ ἰζαίνοντι πικρῷ πικράζεται,4 μόνον διὰ τὸ ξύνηθες τῆς νούσου, φαντασίη γλυκάζοντος γίγνεται. ἡ ὠυτὴ δὲ κατάστασις καὶ ἐν γλυκέσι καὶ πικροῖσι γεύμασι· ἀπατηλῶν ἄρα γευμάτων προκάλυμμα ἡ χολή. ἢν μὲν οὖν μὴ ξύν τινος σπλάγχνου θερμασίῃ φανῇ, ἀσινὲς μὲν ὡς ἐπίπαν, μακρότερον δέ· ἢν δὲ καὶ ἐγχρονίσῃ καὶ ἐπιφλεγμαίνῃ σπλάγχνον, ἐς ὕδρωπα τὰ πολλὰ καὶ καχεξίην τελευτᾷ. πολλοὶ δὲ καὶ δίχα ὕδρωπος ἐκτακέντες ὤλοντο. ξύνηθες δὲ μειρακίοισι, νέοισι, καὶ τοῖσι δὲ ἀσινέστερον· παιδίοισι δὲ, οὐκ ἄηθες πάγχυ· οὐ πάντη δὲ ἀσφαλές.

此病之形态有二。盖其要么由淡青黄之形态转为黄色与藏红花色,要么转为青黑与黧黑之色。然而此二者之成因,亦正为胆汁之成因;因胆汁亦同样如此,一者黄、薄、透明,属较白之形态;另一者则浓稠,可谓如藏红花或蛋黄,属同一形态。第二种则色泽较黑,呈韭绿色、菘蓝青色、黧黑色;其诸色之间更有千差万别之变异。而转变成何种色泽,乃取决于彼等之热与湿。然各脏腑亦为此病之病因:若呈黄色,如源于肝;或呈青黑,如源于脾。若黄疸发生于某一脏腑,则在肝所致者,肝之表象显著;在脾所致者,脾之表象显著;凡此种种,各见其各脏之症。若无任何一脏显露表象,此病患则属于全身之体质。在眼白之处易于显透,而在额部,则更偏向于太阳穴处;在天生白皙者之中,即令在轻微黄疸中,其色泽亦更盛地泛现出来。 凡黄疸呈黑色之人,肤色呈暗青绿,畏寒,怠惰,屈于犹疑,意气消沉,其气味臭秽,其味觉苦涩,呼吸困难,腹中灼痛,排泄物呈韭绿色、微黑、干结、难以排出,尿液浓稠而趋于深黑。彼等消化不良,厌食,失眠,颓丧,兼具黑胆汁质。 而在趋向较白形态之患者中,肤色呈淡青黄,但神思较爽朗;开始进食时虽显迟疑,但进餐时却并不抗拒,比前者更易消化;排出白色、干结、如粘土般之粪便;排泄黄色、苍白、藏红花色之尿液。 在二者之中,浑身皆伴有瘙痒;鼻翼间有微弱却呈灼痛之热,乃胆汁质在刺激。苦物之味觉并不觉苦——实为奇观——但也绝不甜;而甜物之味觉却显苦涩。盖因口中沉聚于舌上的胆汁,先于食物接触〔舌〕,从而蒙蔽了此种感觉。舌因汲取了此胆汁,便无法感知那些食物;在厌食的较早阶段,胆汁尚属平静,舌亦未因其习染而受扰;但若其因尝味而沸腾翻涌,便在食物之前刺激了舌。故食物若为苦,则呈苦味之感;若为甜,则呈胆汁之味;盖胆汁之知觉先入为主。然而,凡认为苦物显甜之人,皆被错觉所困。事实并非如此,而仅因未受沉淀之苦物所刺激,单凭病久之惯常,遂生出似甜之幻象。同一状况在甜味与苦味之品尝中皆然;因此,胆汁乃是欺罔味觉之假面。 若此症之显现不伴有任何脏腑之发热,大抵无害,唯病程较长;但若迁延日久且脏腑进一步发炎,则多以水肿及恶病质告终。亦有许多人并无水肿而消瘦枯竭致死。此病常见于少年与青年,且对彼等为害较浅;在孩童中亦绝非罕见,却并非完全安全。

语法注4 条
  1. 1.15ἐς τὸ ξανθὸν καὶ τὸ κροκῶδες ἐτράπη τοῦ λευκοχλώρου εἴδεος

    τοῦ λευκοχλώρου εἴδεος 为分离属格,依附于动词 ἐτράπη(由淡青黄之形态转向),与表示方向的介词短语 ἐς τὸ ξανθὸν καὶ τὸ κροκῶδες(转向黄色与藏红花色)形成起点与终点的对应。

  2. 1.15παρὰ δὲ τὸ θερμὸν τουτέων καὶ τὰ ὑγρὰ ἡ τροπή

    παρά 支配宾格表示原因、条件或依附(取决于彼等之热与湿),其中系动词 ἐστί 被省略。τουτέων 为爱奥尼亚方言属格形式,指代前文的诸色(τῶν χροιῶν)或胆汁(χολῶν)。

  3. 1.15ἀπάτη δὲ ξύνεστι τοῖσι ἡγευμένοισι τὰ πικρὰ γλυκέα φαίνεσθαι

    τοῖσι ἡγευμένοισι 为与格分词,受动词 ξύνεστι(伴随着那些认为……之人)支配,其后接不定式复合短语 τὰ πικρὰ γλυκέα φαίνεσθαι(苦物显现为甜)。紧随其后的 οὐ γὰρ οὕτως ἔχει 则断然否定了这一流行误解。

  4. 1.15ἀλλʼ ὅτι μὴ ἐπὶ τῷ ἰζαίνοντι πικρῷ πικράζεται

    在引导原因的 ὅτι 从句中,被动动词 πικράζεται 的主语是隐指的“味觉”或“舌”(未受变苦/未觉苦味)。否定词 μή 带有泛指或条件性的语气,说明舌因习惯而不再对其上沉淀的苦汁产生苦的知觉。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:1.15#2