← 阿莱泰乌斯

论慢性疾病的病因和症状

§1.15#1

黄疸的定义预后及其源自各脏器的发病机理

作者阐述了黄疸的定义与预后,进而论证黄疸不仅源于肝脏病变,亦可由脾、胃、结肠等脏器受损或全身气血体质失调引起,导致胆汁与气汽散布全身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15#1

Κεφ. ιεʼ. περὶ Ἰκτέρου. ἢν χολῆς ξανθῆς, λεκιθώδεος, ἢ κροκοειδέος, ἢ τῆς μελαγχλώρου, ἐς τὸ παντελὲς ἀνάχυσις ἀπὸ τοῦ σπλάγχνου γένηται, τὸ πάθος ἴκτερος κικλήσκεται, χαλεπὸν μὲν ἐν ὀξέσι· οὐ γὰρ μόνον πρὸ ἑβδόμης κτείνει φανὲν, ἀλλὰ καὶ μετὰ ἑβδόμην ἔκτεινε μυρίους· σπανίως δὲ εὖτε ἔκρινε πυρετὸν ἐς τέλος τὸ πάθος, ἀλλʼ αὐτὸς οὐ Ῥηϊδίως λύεται. Ξυνίσταται δὲ οὐκ ἐπʼ αἰτίῃ μοῦνον ἥπατος, ὅκως τισὶ τῶν ἰητρῶν δοκέει, ἀλλὰ κοιλίῃ καὶ σπληνὶ καὶ νεφροῖσι καὶ κώλῳ· καὶ ἐφʼ ἥπατι μὲν ὧδε· ἢν φλεγμαίνῃ μὲν ἢ σκίρρον ἴσχῃ τὸ ἧπαρ, ἄτρεπτον δὲ τὸ ἐς ἐργασίην ἔῃ,1 τίκτει μὲν ἐν τῷ ἥπατι χολὴν, καὶ διακρίνει τήνδε ἡ ἐν ἥπατι οὖσα κύστις· ἀλλʼ ἢν αἱ φέρουσαι ἐς τὸ ἔντερον τὴν χολὴν ὁδοὶ ὑπὸ τῆς φλεγμασίης, ἢ τοῦ σκίρρου φραχθῶσι, πλημμυρῇ δὲ ἡ κύστις, παλίσσυτος ἡ χολή· τῷ αἵματι οὖν μίσγεται. τὸ δὲ αἷμα, ἐς πᾶν τὸ σκῆνος φοιτέον, ἄγει τὴν χολὴν παντὶ τῷ σώματι· γίγνεται δʼ ἡ ἰδέη χολῆς· λευκὰ δὲ καὶ ἀργιλώδεα τὰ σκύβαλα· οὐ γὰρ γίγνεται χολήβαφα, ὅτι περ οὐκ ἴσχει τοῦ χυμοῦ τὴν ἐπιρροήν· τῇδε καὶ γαστὴρ ἐπίξηρος· οὔτε γὰρ ὑγραίνεται οὔτε δάκνεται χολῇ· χροιὴ δὲ τοῦ λευκοχλώρου εἴδεος. ἐπὶ σπληνὶ δὲ ἢν ἴκτερος φανῇ, μελάγχλωρος· μέλαινα γὰρ αὐτέου ἡ τροφὴ, ὅτιπερ ἐκμαγεῖόν ἐστιν αἵματος μέλανος, οὗ τὴν ἀκαθαρσίην ἐοῦσαν οὐ δέχεται, οὐδὲ ἐκπονέει νοσέων ὁ σπλήν·2 ἡ δὲ ξὺν τῷ αἵματι πάντη φοιτῇ. διὰ τόδε μελάγχλωροι ἀπὸ σπληνὸς ἰκτέρου· ἀτὰρ καὶ ἐπὶ τοῖσι σκυβάλοισι τοῖσι ξυνήθεσι, ἔτι καὶ μελαντέρη χροιή. τῆς γὰρ σπληνὸς τροφῆς τὸ περιττὸν ἐς ἔξοδον περίττωμα γίγνεται. καὶ ἐπὶ κώλῳ καὶ γαστρὶ ἴκτερος, ἤνπερ εἰς πέψιν ἡ γαστὴρ καὶ τὸ κῶλον κακωθῇ· καὶ γὰρ καὶ ἐν κώλῳ πέψις, καὶ ἀπὸ τοῦδε ἡ ἐς τὸ ἧπαρ ἀναγωγὴ τροφῆς. ἢν οὖν ὠμοτέρην τὸ ἧπαρ τὴν ἄλλην τροφὴν λάβῃ, τὴν μὲν ἰδίην ἐργασίην πονέει, τὴν δὲ ὀθνείην ἐᾷ. τὸ γὰρ ἐν τῇ ἀναδόσι αἷμα τὴν ἀεργίην τὴν τοῦ κώλου ἐπέχον διασπείρει παντὶ χεόμενον· ἀπεψίη δὲ ἡ ἐν κώλῳ χολῆς ἐστι ἐργασίη. ὧδε καὶ ἐπὶ παντὶ γίγνεσθαι σπλάγχνῳ δυνατὸν ἴκτερον, οὐ μόνον τῶν ἐς τὸ ἧπαρ πεμπόντων τροφὴν, ἀλλὰ κἢν ἀπὸ ἥπατος λαμβάνῃ. οὐ γὰρ ὀχετοῖσι αἰσθητοῖσι μοῦνον ἡ φύσις παντὶ διαπέμπει τὴν τροφὴν, ἀλλὰ πολλῷ πλέον ἀτμοῖσι, οἵπερ ἀπὸ παντὸς εἰς πᾶν ἐνεχθῆναι Ῥηΐδιοι, τῆς φύσιος αὐτοὺς καὶ διὰ στερεῶν καὶ πυκινῶν ἀγούσης· γίγνονται οὖν οἱ ἀτμοὶ χολόβαφοι, καὶ χρώζουσι, ᾗ ἂν ἵζωσι τοῦ σώματος. οὐ μὴν ἐπὶ κώλῳ ἡ τῆς κοιλίης ἔκκρισις λευκή. ἀσινὲς γὰρ τὸ ἧπαρ ἐς γένεσιν, καὶ ἐκροὴν ἴσχει ἐπὶ ἔντερα χολῆς. δυνατωτάτη δὲ καὶ ἡ ἐπὶ τῷ παντὶ ἕξις ἴκτερον τεκεῖν. ἴσχει γὰρ καὶ ἐν ὅλῳ τὴν αἰτίην. ἔστι δὲ τοιήδε· παντὶ μὲν τὸ θερμὸν ἐς πέψιν, παντὶ δὲ ὑγρῶν γέννα καὶ διάκρισις, ἄλλων μὲν ἄλλη, ἑκάστῳ δὲ οἰκείη· ἐν σαρκὶ μὲν ἱδρῶς, ἐν ὀφθαλμοῖσι δὲ δάκρυον, ἐν ἄρθροισι δὲ καὶ Ῥινὶ μύξη, ἐν ὠσὶ κυψελίς. ἢν οὖν ἐς ἕκαστον ἔργον τὸ θερμὸν ἐγκάμῃ, αὐτὸ μὲν ἐς δριμὺ καὶ πυρῶδες ἐτράπη· τὰ δὲ ὑγρὰ πάντα γίγνεται χολή· πυρὸς γὰρ ἔργα πικρὰ καὶ χολόβαφα. ἢν δὲ καὶ ἐν αἵματι ἀπεψίη ξυμβῇ, γίγνεται τὸ αἷμα χολοειδὲς, σκίδναται δὲ παντὶ τρέφον· διὰ τόδε παντὶ φαίνεται χολή· δεινὸν μὲν γὰρ τὸ πάθος, φοβερὴ δὲ ἡ χρόη εἴδεϊ, καὶ χρυσοειδέες ἔασι τὴν χροιήν· οὐ γὰρ ἀνθρώπῳ εὐπρεπὲς ὅ γε ἐν λίθῳ καλὸν ἔῃ· περιττὸν δέ μοι φράζειν καὶ πόθεν τοὔνομα, πλὴν ὁκόσον τῶν χερσαίων ἰκτίδων τῶν τετραπόδων θηρίων, τοιοῖσι δὲ ἔασι οἱ ὦπες οἷοίδε.3

第十五章论黄疸 若黄胆汁,无论是呈蛋黄样、藏红花样,亦或呈暗绿色的胆汁,自内脏完全外溢流散至全身,此病便被称为黄疸。在急性病中此症甚为凶险;因为不仅在第七日之前出现会致命,即便在第七日之后亦杀死了无数之人。此病患罕能彻底终结热病,其自身亦不易消解。 黄疸之发生不仅如某些医者所认为的那样仅因肝脏所致,亦由胃、脾、肾与结肠所致。在肝脏之情形下乃是如此:若肝脏发炎或有硬变,但在其运化功能上未受损害,则其在肝中产生胆汁,而位于肝中的胆囊将其分离;但若将胆汁输送至肠道的通道因炎症或硬变而被阻塞,且胆囊溢满,胆汁便会倒流;于是它与血液混合。而血液循行于整个躯体,将胆汁带至全身各处;于是呈现出胆汁的相貌。粪便呈白色且如粘土;盖其并未被胆汁浸染,因其未承受此液之注入;在此方面肠胃亦甚为干燥;盖其既未被胆汁润泽,亦未受其刺激;肤色则呈淡黄绿之相貌。 若黄疸显现于脾脏,则呈暗青绿色;因其滋养为黑色,盖脾为黑血之清除器官,病态之脾不接纳亦无法消化其所含之杂质;而此杂质随血液四处循行。因此缘故,由脾所致之黄疸呈暗青绿色;不仅如此,在通常的粪便中,颜色甚至更为黧黑。盖脾脏营养之剩余物即成为排出体外之排泄物。 若胃与结肠在消化方面受损,结肠与胃亦会引发黄疸;盖结肠中亦有消化,且自此有营养向上输送至肝脏。故若肝脏自别处接收了较生涩的营养,它虽行使自身固有之工,却任由外来者荒废。盖在吸收分配中的血液承载着结肠之惰性,流散四布;而结肠中之未消化,正是胆汁之生成。 如此,黄疸不仅可在向肝脏输送营养之脏器中产生,亦可能在凡自肝脏接收营养之所有脏器中产生。盖自然不仅通过肉眼可见的管道向全身输送营养,更是远为大量地通过气汽予以输送,气汽极易从各处被运送至全躯,因自然引导其穿过坚硬与致密之组织;故气汽被染成胆汁色,凡其停驻于身体之处皆使之着色。然而在结肠所致之情形下,肠腹之排泄物并非白色。盖肝脏在生成方面未受损伤,且保持着胆汁向肠道之流注。 全身之体质亦极能产生黄疸;盖其在整体之中亦有其病因。其情况如下:全身各处皆有用于消化之热,各处皆有体液之生成与分离,各不相同,却各得其宜:肌肉中有汗,眼中有泪,关节与鼻中有黏液,耳中有耳垢。故若热在各项功用中衰竭,其自身即转为辛烈与焦灼;而所有体液皆化为胆汁;盖火之功效乃苦涩且呈胆汁色。若在血液中亦发生未消化,血液即变为胆汁样,并在滋养全身时散布;因此胆汁显现于全身。盖此病甚为严重,观其外表之色亦甚可怖,其肤色呈金黄色;盖在石头中虽称美丽者,于人身则绝不相宜。至于此名从何而来,对我而言本属多余赘述,唯需指出它出自陆生四足野兽中的貂类,其双目正是呈此等相貌。

语法注3 条
  1. 1.15ἄτρεπτον δὲ τὸ ἐς ἐργασίην ἔῃ

    冠词短语 τὸ ἐς ἐργασίην 用作表范围或视角的限制宾格(accusative of respect),修饰谓语形容词 ἄτρεπτον(未受损的、未变异的),主语承前为 τὸ ἧπαρ。

  2. 1.15ἐκμαγεῖόν ἐστιν αἵματος μέλανος, οὗ τὴν ἀκαθαρσίην ἐοῦσαν οὐ δέχεται, οὐδὲ ἐκπονέει νοσέων ὁ σπλήν

    关系代词 οὗ 的先行词为 αἵματος μέλανος,在从句中修饰 τὴν ἀκαθαρσίην('其杂质')。分词 ἐοῦσαν 与 ἀκαθαρσίην 性数格一致,指代存在于该血液中的不纯物,患病的脾脏(νοσέων ὁ σπλήν)既不接纳亦无法运化之。

  3. 1.15πλὴν ὁκόσον τῶν χερσαίων ἰκτίδων τῶν τετραπόδων θηρίων, τοιοῖσι δὲ ἔασι οἱ ὦπες ὁῖοίδε

    由 πλὴν ὁκόσον('除……之外')引出,属格短语 τῶν χερσαίων ἰκτίδων τῶν τετραπόδων θηρίων 指出黄疸名称源于陆生四足兽鼬类(ἴκτις)。后接分句 τοιοῖσι δὲ ἔασι οἱ ὦπες ὁῖοίδε 进一步解释比附依据,即此类兽类的双眼正呈此种金黄颜色。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:1.15#1