← 阿莱泰乌斯

论慢性疾病的病因和症状

§1.14

脾脏硬化与化脓的症状及预后

详述脾脏硬变与化脓的症状、触诊特征、排脓形态及预后,并论述年龄、运动习性及环境因素对发病的影响。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14

Κεφ. ιδʼ. περὶ Σπληνός. σπληνὶ ξύνηθες χρόνιον νόσημα, σκίρρος. ἔμπυος δὲ οὐ Ῥηϊδίως, γίγνεται δʼ οὖν. εὖτε πόνος μὲν οὐ τρηχὺς, ὄγκος δὲ πουλὺς τῆς ἐπιπονίης μέζων· ἐπὶ δεξιὰ γὰρ ὤφθη μέσφι τοῦ ἥπατος ὅλῃ τῇ κοινωνίῃ ἐποιδέων. τοὔνεκεν πολλοῖσι ἀπάτη γίγνεται, ὡς τοιοῦδε οὐκ ἐόντος σπληνὸς, ἀλλὰ τοῦ ὑμένος πάθεος.1 τὸ γὰρ περιτόναιον φλεγμαίνειν σφίσι δοκέει. ἀπηνὴς δὲ καὶ ἀτέραμνος ὅκως λίθος. τοιόσδε τὰ πολλὰ ἐπὶ σκίρρῳ γίγνεται σπλὴν, εὖτε καὶ ἀπορίη ξύνεστι παντελής. ἢν δὲ καὶ ἐμπυΐσκῃ, εὐαφὴς μὲν, εἴκων ἐπὶ τῇ θίξι κατὰ κορυφὴν, ἔνθα ἡ τοῦ πύου γέννα· ὅπη δὲ ἀνεκπύητος, οὐκ εἴκει. ἄλλοτε δὲ τῇ κοιλίῃ ἅπας ἐπαιώρηται, τῇδε κἀκεῖσε πρὸς τὰς ἀπώσιας φερόμενος, ἔς τʼ ἂν σμικρότερος ἐὼν χώρην ἐς τὸ ἐμπλώειν ἴσχῃ.2 ναυτίη, ἀπορίη, μάλιστα πρὸς τῇσι Ῥήξεσι. ἐπὶ δὲ τάσιος σημήϊα, πυρετοὶ, πόνοι καὶ Ῥίγεα. τὰ πολλὰ γὰρ ἔασι ἄρριγοι δὲ ἐπὶ βραχείῃ θέρμῃ καὶ ἀνώδυνοι, τῇδε καὶ λέληθέ κοτε ἐς σπλῆνα ἀπόστασις. μανὸν γὰρ καὶ ἐπαναίσθητον καὶ ἐν ὑγείῃ τὸ σπλάγχνον· οἰδαλέοι, ὑδερώδεες, μελάγχλωροι, ξὺν δυσφορίῃ ἡ δύσπνοια ὡς ἀπὸ βάρεος τοῦ θώρηκος. ἐπίδηλον γὰρ τὸ κακόν· ἄχρι τῶν ἄνω γαστὴρ πίμπλαται ὑπὸ πνεύματος παχέος, ὁμιχλώδεος, ὑγροῦ ὡς δοκέειν, οὐκ ἔτʼ ἐόντος ὑγροῦ· βῆξαι πολλὸν θυμὸς ἐγγίγνεται, καὶ βραχέα ξηρὰ βήσσουσι. κοιλίη ἤν τι κάτω φέρῃ ὑδατώδεα, τὸ πρῶτον σμικρὸν ἐπικουφίζουσα· εἰ δὲ ἐπὶ μᾶλλον ἐκδιδῷ, ξυντήκει μὲν τὸν ἄνθρωπον· ὠφελέει δὲ οὐδὲν ἧττον. ἢν δὲ καὶ ἐκραγῇ, πῦον μὲν καθαρὸν, πέπον οὔκοτε ἐσσύθη, ὑπόλευκον δὲ καὶ τεφροειδὲς, ἄλλοτε δὲ τρυγῶδες ἢ πελιδνόν· ἢν δὲ καὶ βαθυτέρη ἡ ἀπόστασις γένηται, καὶ μέλαν τὸ ὑγρόν· εὖτε καὶ τοῦ χυμοῦ τι τοῦ σπληνὸς ἔξεισι συντακέντος.3 μετεξετέροισι δὲ καὶ ὅλα μέλεα τοῦ σπληνὸς ἠνέχθη· εὔλυτος γὰρ καὶ φύσι σπλήν· ἢν δὲ καὶ μὴ καθίστηται τὸ ἕλκος, μίμνῃ δὲ ἐς πολλὸν χρόνον, ἀπόσιτοι, καχέκται, οἰδαλέοι, ἰδεῖν ἀπρεπέες, πολυελκέες πάντη· μάλιστα δὲ ἐς κνήμας· στρογγύλα, πελιδνὰ, κοῖλα, Ῥυπαρὰ, δυσαλθέα τὰ ἕλκεα· τῇδε ἐπιξυντακέντες ὤλοντο. ἐπὶ δὲ σμικρῷ ὄγκῳ μετὰ σκληρίης, ἀντιτυπίης, ἀπονίη· διὰ τόδε πολλὸν χρόνον ζῶσι οἵδε· εἰ δὲ τοῦ πάθεος ἥττηντο, χρεὼν ὕδρωψ, ἢ φθίσις, καὶ τοῦ σκήνεος τηκεδὼν ἐπιγίγνεται· ἀτὰρ ἠδὲ οὗτος ὁ τρόπος τοῦ ὀλέθρου σφέας τοῦ ζῆν ἐξάγει. παιδία μὲν οὖν καὶ νέοι παθεῖν τε Ῥηΐτεροι καὶ ἀπαλλαγῆναι Ῥηΐτεροι· γέροντες δὲ οὐκ εὐπαθέες μὲν, διαδρῆναι δὲ ἀδύνατοι· ἀτὰρ καὶ πρεσβῦται ἔλαθόν τινες ὑπὸ σπληνὸς διαφθαρέντες. καὶ γὰρ καὶ ἐπὶ σμικρῷ ὄγκῳ τοῦ ὀλέθρου σφίσιν ἡ Ῥοπή· φέρει δὲ καὶ νοῦσος μακρὴ, φθινώδης, καὶ νέοισι ἀργίη μάλιστα, ὁκόσοισι ἀπʼ ἀγωνίης, ἢ γυμνασίων πολλῶν, ἄπονον τὸ σῶμα.4 χωρία ἑλώδεα, ὕδατα παχέα, ἁλμυρὰ, βρωμώδεα· ὡρῶν, τὸ θηριῶδες μετόπωρον.

第十四章论脾脏 脾脏常见的慢性疾病是硬变。化脓虽不易发生,但终究会出现。彼时疼痛并不剧烈,但肿块甚大,超过了疼痛的程度;因为可见其向右侧肿胀,沿着整个连接处一直延伸至肝脏。因此许多人产生误判,以为此种情况并非脾脏所致,而是膜的疾患;盖在他们看来似乎是腹膜在发炎。它坚硬而不柔韧,如同石头。在硬变中,脾脏大多变为如此,彼时完全陷入困惑之中。 然而,若其亦化脓,则触感柔软,在产生脓液的顶端受按压时会下陷;但在未成脓之处则不下陷。有时整个脾脏悬浮于腹腔中,随着推挤而四处移动,只要它尚较小且有漂移的空间。恶心与苦闷随之发生,尤以临近破裂时为甚。 在膨胀紧绷之际,发热、疼痛与寒战乃是征兆。因患者多半无寒战,伴随微热且无痛,以此脓肿形成于脾脏有时未被察觉。盖此脏器即便在健康时亦属疏松而知觉迟钝。患者浮肿,呈水肿状,面色青黑萎黄,呼吸困难伴随烦躁,宛如胸部受压所致。盖恶候显而易见:腹部直至上部充斥着浓密如雾之气,看似液体,实则已非液体;心中产生强烈的咳嗽冲动,咳声短而干。若肠道向下排出某些水样物质,起初稍有缓解;但若排泄进一步加剧,虽使人虚竭消耗,却依然有所助益。 若其破裂,绝无纯净、成熟之脓流出,而是呈灰白或灰烬样,有时如糟粕或呈青紫色;若脓肿部位更深,液体亦呈黑色;彼时脾脏溶解的体液亦有部分排出。在某些人身上,甚至连脾脏的整块部分亦被排出;盖脾脏生性极易溶解。若溃疡未能收口,而是迁延日久,则患者食欲全无,恶病质,浮肿,外观难看,全身多处溃烂,尤以小腿为甚;溃疡呈圆形、铅色、凹陷、污秽且难愈。在此等并发的消耗中,他们走向死亡。 若在微小肿块伴随坚硬与阻抗的情况下,则无痛感;因此这类人可存活甚久。但若他们屈服于此疾患,则水肿、或痨病以及躯体消耗必接踵而至;然而这种毁灭方式亦将他们带离生命。 因此,小儿与年轻人更易染病,亦更易摆脱;老年人虽不易染病,却无法逃脱。更有甚者,某些老年人竟在不知不觉中因脾脏而致死;盖即便在微小的肿胀中,亦蕴含着致其死地之倾势。漫长而虚耗的疾病亦会引发此症,而在青年人中,尤以在竞技或繁重训练之后身体陷入无为懈怠之人中,怠惰最为致病。沼泽之地、粘稠、咸涩而恶臭之水,以及诸季节中狂暴之秋,亦皆为致病之由。

语法注4 条
  1. 1.14ὡς τοιοῦδε οὐκ ἐόντος σπληνὸς, ἀλλὰ τοῦ ὑμένος πάθεος

    由连词 ὡς 引导的属格绝对结构,用以表示旁人或医者主观上的误判内容。其中 τοιοῦδε 作表语,意为“脾脏并非处于此种状态”,与后文的 τοῦ ὑμένος πάθεος(膜的疾患)形成并列对比。

  2. 1.14ἔς τʼ ἂν σμικρότερος ἐὼν χώρην ἐς τὸ ἐμπλώειν ἴσχῃ

    由 ἔς τʼ ἂν(即 ἕως ἂν)接虚拟式 ἴσχῃ 构成的复合时间状语从句(“只要……”)。带有冠词的定语化不定式 ἐς τὸ ἐμπλώειν 作为介词短语表示目的或范畴,限定了脾脏在腹腔内漂移的前提条件。

  3. 1.14εὖτε καὶ τοῦ χυμοῦ τι τοῦ σπληνὸς ἔξεισι συντακέντος

    在由 εὖτε(相当于 ὅτε)引导的从句中,主语为不定代词 τι,谓语动词为 ἔξεισι。τοῦ χυμοῦ ... συντακέντος 作 τι 的部分属格,意为“融解之脾脏体液的一部分”。

  4. 1.14ὁκόσοισι ἀπʼ ἀγωνίης, ἢ γυμνασίων πολλῶν, ἄπονον τὸ σῶμα

    在关系代词 ὁκόσοισι 引导的从句中省略了系动词 ἐστί。介词短语 ἀπʼ ἀγωνίης 表示从竞技运动转出的结果,ἄπονον(无劳作、懈怠的)作 τὸ σῶμα 的表语,意指剧烈运动训练后身体骤然陷入无为不动的状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:1.14