- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:1.11-1.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿雷提乌斯详述了气喘(端坐呼吸)的定义、病因、易感人群、先兆特征、极期剧烈发作及转归向好的征象。随后论述了“肺疾”这一类似气喘但干咳无痰、咳出冰雹样小块的慢性致死性疾病。
Κεφ. ιαʼ. περὶ Ἄσθματος. εἰ ἀπὸ δρόμου καὶ γυμνασίων καὶ παντὸς ἔργου δυσπνοεῖ ἡ ἀναπνοὴ, ἆσθμα καλεῖται· καὶ ἡ νοῦσος δὲ ὀρθόπνοια, καὶ ἥδε κικλήσκεται ἆσθμα· ἐν γὰρ τοῖσι παροξυσμοῖσι ἀσθμαίνουσι καὶ οἵδε. ὀρθόπνοιαν δὲ ἐκάλεον, οὕνεκεν ὀρθίῳ σχήματι μοῦνον ἀναπνέουσι εὐφόρως· πνὶξ γὰρ ἐν κατακλίσι. εἵνεκεν τοῦ τόνου τοῦ ἐπὶ τῷ πνεύματι ὀρθόπνοια τοὔνομα. ὄρθιος γὰρ ἀνατέταται ἐς ἀναπνοὴν, κἢν ὕπτιος κατακλινθῇ ὥνθρωπος, κίνδυνος πνιγῆναι. πάσχει δὲ πλεύμων· ξυμπαθέει δὲ καὶ τὰ ξυντελοῦντα ἐς ἀναπνοὴν, διάφραγμα, θώρηξ· ἢν δὲ καρδίη πάθῃ, οὔκοτε ἐς πολλὸν διαρκέσειε. τῇδε γὰρ ἡ τῆς ἀναπνοῆς καὶ τῆς ζωῆς ἀρχή. αἰτίη δὲ ψύξις καὶ ὑγρότης τοῦ πνεύματος· ὕλη δὲ ὑγρὰ, παχέα, κολλώδεα· εὐπαθέες δὲ γυναῖκες ἀνδρῶν μᾶλλον, ὅτι περ ὑγραί τε καὶ ψυχραί· οἱ δὲ παῖδες τούτων περιγίγνονται Ῥηΐτερον, ἡ γὰρ φύσις ἐν αὐξήσι θερμῆναι δυνατωτάτη. ἄνδρες δὲ εἰ καὶ μὴ Ῥηΐδιοι παθεῖν, ἀλλὰ θνήσκουσι θᾶσσον. ἀμβολὴ δὲ θανάτου ὅσοισι1 ἐν ἔργου πρήξι, ἢ ἐν εἰρίοισι πλεύμων θάλπεται καὶ διαίθεται, ὁκοῖόν τι τοῖσι τῆς τιτάνου ἐργάτῃσι, ἢ χαλκεῦσι, ἢ σιδηρεῦσι, ἢ καὶ λουτρῶν πυρσευτῆρσι. Μελλησμοῦ δὲ σημήϊα, βάρος τοῦ θώρηκος, ὄκνος ἐς τὸ ξύνηθες ἔργον, ἀτὰρ ἠδὲ ἐς ἅπασαν πρῆξιν, δύσπνοια ἐν δρόμῳ, ἢ πρὸς ὁδὸν ὀρθήν· βραγχώδεες καὶ βηχώδεες, φῦσα ἐν τοῖσι ὑποχονδρίοισι καὶ ἐρυγαὶ παράλογοι, ἀγρυπνίη, θερμασίη νύκτωρ σμικρὴ, ἀσαφής· Ῥὶς ὀξείη, ἐς ἀναπνοὴν ἑτοίμη. ἢν δὲ ἐπὶ μέζον τὸ κακὸν ἕρπῃ, μῆλα ἐρυθρά· ὀφθαλμοὶ προπετέες, ὡς ἐπʼ ἀγχόνῃ, Ῥωγμὸς ἐν ἐγρηγόρσι· πολλὸν δὲ μέζον τὸ κακὸν ἐν ὕπνῳ· ὑγρὴ καὶ ἄηχος ἡ φωνή· πολλοῦ καὶ ψυχροῦ ἠέρος ἐπιθυμίη· ἐς τὸ ὕπαιθρον ἴενται, πᾶς γὰρ αὐτέοισι οἶκος ἐς ἀναπνοὴν οὐ διαρκής· ἀναπνέουσι ὄρθιοι, ὅκως ἅπαντα σπάσαι τὸν ἑλκόμενον ἠέρα ποθέοντες, ὑπʼ ἀπορίης δὲ τοῦ ἠέρος καὶ διοίγουσι τὸ στόμα, ὡς τῷδε μέζονι χρεόμενοι·2 ὠχροὶ τὰ πρόσωπα, πλὴν τῶν μήλων. τάδε γὰρ ἐρευθῆ. ἱδρῶς περὶ μέτωπον καὶ κληϊδας· βὴξ συνεχὴς, βιαίη· ἀναγωγὴ σμικρὴ, λεπτὴ, ψυχρὴ, ἰκέλη ὁκοῖόν τι καὶ ἀφροῦ ἐπάνθισμα. τράχηλος οἰδέει πνεύματος πρήσι. ὑποχόνδρια ἀνεσπασμένα. σφυγμοὶ σμικροὶ, πυκινοὶ, πιεζεύμενοι· ἰσχνὰ σκέλεα· κἢν ὑπερταθῇ τάδε, ἀπέπνιξέ κοτε ἐπιληπτικῷ τρόπῳ. ἢν δὲ ἐς ἀγαθὸν τρέπηται, βὴξ μακροτέρη καὶ ἀραιοτέρη. ἀναγωγὴ πλεύνων τε πύων καὶ ὑγροτέρων· κοιλίης τάραχος πολλῶν ὑδατωδέων· οὔρων ἔκκρισις πολλὴ, κἢν ἐς ὑπόστασιν μηδέκω ἥκῃ· φωνὴ γεγωνοτέρη, ὕπνοι αὐταρκέες, ὑποχονδρίων ἄνεσις· ἧκέ ποτε πόνος ἐς μετάφρενον ἐπʼ ἀνέσι. ἆσθμα ἀραιὸν, λεῖον, κερχνῶδες. ὧδε μὲν οὖν διαδιδρήσκουσι τὸν ὄλεθρον ἐν δὲ τῇσι ἐπανέσεσι, κἢν περιΐωσι ὀρθοστάδην, τοῦ πάθεος φέρουσι ξύμβολα.
第十一章论气喘 若因奔跑、操练及一切劳作而致呼吸艰难,则称为气喘;而端坐呼吸这一病症,亦被称为气喘,盖因在发作之时,此类患者亦气促喘息。之所以称之为端坐呼吸,乃因患者唯在直立之姿下方能顺畅呼吸;若行卧倒,则有窒息之虞。因气息所受之紧迫张力,故有端坐呼吸之名;盖人唯有直立,方能挺身以便呼吸,而若仰面卧倒,便有窒息之危。 肺脏受病;而参与呼吸之器官如横膈、胸廓亦随之同病。然若心脏受累,则绝不能长久支持,因呼吸与生命之本原皆系于此。 病因为气息之寒冷与湿盛;其物质基质则为湿润、稠厚、粘滞之体液。妇女较男子更易受累,正因其体质湿润且偏寒;而小儿摆脱此疾则较成人为易,盖生长期之生机最具温热之能。男子纵不易患病,然一旦罹患则亡故更速。若肺脏在劳作活动中或在羊毛堆中得以温热并受热透彻,其死亡便得延缓,如石灰工、铜匠、铁匠或公共浴室之司炉者即是如此。 发作将临之征象为:胸部沉重,对日常劳作以至一切举动心生退缩,奔跑或登高爬坡时呼吸困难;声音低哑而易咳,少腹肋下胀满而反常嗳气,失眠,夜间微有不明之虚热;鼻形尖耸,作迎气呼吸之态。 若此恶疾进一步加剧,则双颊潮红;双目突起,状如受缢,醒时即有喉中痰鸣;而睡眠之时其患益深;语声湿滞而无音;极度渴求大量冷气;奔走至露天之所,盖一切屋舍于其呼吸皆不足用;直立呼吸,渴欲尽纳所吸之气,又因缺气而大张其口,似以此为更广之孔道;除面颊外满面苍白,因双颊独红;汗出额头与锁骨周围;咳嗽连绵而剧烈;咯出之物少而稀薄、寒凉,宛如浮沫之华。颈项因气息充盈而胀肿;少腹拘急抽缩;脉象细小、频数、受遏;双腿枯瘦;若此等症候达于极点,有时便以癫痫之状使人窒息而亡。 若病情转向良好,则咳嗽间歇渐长而次数渐稀;咯出更多且更稀湿之脓涎;腹中搅动,下利多量水样便;小便大量排泄,纵使尚未出现沉淀;语声转为洪亮,睡眠充足,少腹松弛;松弛之时背部偶有疼痛来袭;呼吸稀疏、平缓,略带喉音。他们便以此脱离死地;然在缓解之期,纵能立行周游,亦带有此疾之痕迹。
Κεφ. ιβʼ. περὶ Πνευμωδῶν. ἄσθματος ἰδέη τὸ πνευμῶδες, καὶ ἀπὸ τοῦ πνεύμονος τὸ πάθος ὅκως ἐπʼ ἄσθματι. ξυνὰ γὰρ καὶ τὰ παρεόντα· σμικρὸν δὲ καὶ τὸ διάφορον. δύσπνοια μὲν γὰρ καὶ βὴξ καὶ ἀγρυπνίη καὶ θέρμη ξυνά· καὶ ἀποσιτίη καὶ ἰσχνότης ὅλου. καὶ γὰρ ἐς χρόνον τὸ κακὸν ἀποτείνεται, πλὴν οὐ περαιτέρω ἑνὸς ἔτεος. ἤν τε γὰρ τὸ μετόπωρον ἄρξῃ, εἰς τὸ ἔαρ ἢ τὸ θέρος ἀπογίγνονται· ἤν τε χειμὼν, ἐς τὸ μετόπωρον τελευτῶσι τὸν βίον. κοτὲ καὶ γέροντες ἁλῶναι Ῥηΐδιοι καὶ ἀπόφρικτοι ἁλόντες, ὅσον βραχείης Ῥοπῆς ἐς εὐνὴν θανάτου χρέος·3 ἄγχιστα ἅπαντες ἄπνοοι, σφυγμοὶ σμικροὶ, πυκνοὶ, ἀμυδροί. ἀλλὰ τάδε μὲν ξυνὰ πρὸς τὸ ἆσθμα· ἰδίᾳ δὲ ἀναβήσσουσι ὡς ἀνάξοντες. ματαιοπονέουσι δέ· οὐδὲν γὰρ ἀνάγουσι. εἰ δέ τι τοῦ πλεύμονος ἀπορραγείη βίῃ, σμικρὸν, λευκὸν, στρογγύλον, χαλαζῶδες· θώρηξ εὐρύτερος μὲν, ἀδιάστροφος, ἠδὲ ἀνέλκωτος· ἢν δὲ ἀνεκπύητος ὁ πνεύμων ᾖ, ὑγρῶν δὲ ὁκοῖόν τι πεπηγότων ἔμπλεως, διαλήψιες τῶν παροξυσμῶν τοῦδε μέζονες. οἱ μὲν οὖν ἀπεπνίγησαν θᾶσσον, πρίν τι κάκιον ἐς τὸ πᾶν ἀποσκῆψαι· μετεξετέροισι δὲ ἐς ὕδερον περὶ λαγόνα ἢ ἀνὰ σάρκα τὸ πάθος τελευτᾷ.
第十二章论肺疾 肺疾乃气喘之一种形态,其受病源于肺脏,正如气喘一般。盖伴随之症状彼此共有,其相异之处甚微。呼吸困难、咳嗽、失眠与发热皆所共有;不思饮食与全躯羸瘦亦然。此疾迁延日久,然不过一年之期。若始于秋季,则于春季或夏季身故;若始于冬季,则于秋季结束残生。有时老年人亦易被侵袭,一旦受袭则气力衰败,仅需微弱之一击便足以送入死亡之榻;几乎皆气息断续,脉搏细小、频数、微弱。然此等皆与气喘共有;其特异之处在于,患者咳呛有如欲咯出何物,实则徒劳,因无物咯出。纵有何物因力猛自肺部撕脱,亦不过细小、白皙、浑圆、如冰雹之块;胸廓虽变宽,然无畸形,亦无溃疡;若肺部并未化脓,却充满宛如凝结之体液,则此病发作之间歇期较长。故部分人在此恶疾全面倾注之前便已较速窒息而亡;然在另一部分人中,此疾最终转为腰肋之间或遍体肌腠之水肿。
- 1.11ἀμβολὴ δὲ θανάτου ὅσοισι
与格关系代名词 ὅσοισι 在关系从句中作交感与格(以 πλεύμων 为动词 θάλπεται καὶ διαίθεται 之主语),其省略的先行词 τούτοισι 则充当主句谓语名词短语 ἀμβολὴ [ἐστὶ] θανάτου(“死期得以延缓”)的利益与格(dativus commodi)。
- 1.11ὡς τῷδε μέζονι χρεόμενοι
主格阳性复数分词 χρεόμενοι 与句中主语(患者)一致。与格宾语 τῷδε 指代前文之 τὸ στόμα(口),μέζονι 作宾语补足语(谓语性形容词,“视此为更广之孔道”)。ὡς 引出表主观意图或态势的副词性说明。
- 1.12ὅσον βραχείης Ῥοπῆς ἐς εὐνὴν θανάτου χρέος
ὅσον 作副词性用法表示程度或结果,引导省略系动词的结构 χρέος [ἐστὶ](“需要……”),其后支配属格 βραχείης ῥοπῆς(“微小之一倾/一击”),整句意为“衰颓至只需向死榻微弱一倾之程度”。
