- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg002.humanitext-grc2:1.13#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本章将肝脏与脾脏在生理上进行对比,详述肝脓肿引发放射痛的机制、肝肿大与腹膜病变的鉴别诊断,以及针对脓肿穿破方向的预后与烙铁切开术。
Κεφ. ιγʼ. περὶ Ἥπατος. Ἥπαρ σπληνὶ ἐς γένεσιν μὲν ἰσόρροπον· δεξιὰ γὰρ ἠδὲ ἐπʼ ἀριστερὰ τὰ σπλάγχνα ἰσάριθμα τῇ φύσι· ἄνισοι δὲ ἐς δύναμιν1 καὶ ἐν ὑγείῃ καὶ ἐν νούσοισι. ἐν ὑγείῃ μὲν, ὅτιπερ τὸ κράτος τῆς τροφῆς τὸ ἧπαρ ἴσχει· Ῥίζωσις γὰρ φλεβῶν ἧπαρ· ἀτὰρ ἐν νούσοισι καὶ ἐς ὑγείην πολλόν τι ἰσχυροτέρην ἔχει καὶ τοῦ θανάτου τὴν αἰτίην. ὁκόσον οὖν ἧπαρ ἐς ὑγείην κρέσσον, τοσόνδε κάκιον ἐν νούσοισι. καὶ γὰρ ἐπιφλεγμαίνει θᾶσσόν τε καὶ βιαιότερον, καὶ ἀφίσταται ξυνεχέστερόν τε καὶ ὀλεθριώτερον. ἐπὶ σκίρρῳ δὲ ὠκύτερον σπληνὸς καὶ περιαλγέστερον κτείνει. τὰ μὲν οὖν τῆς φλεγμασίης ἐν τοῖσι ὀξέσι ἔλεξα. ἢν δὲ ἐς πῦον τρέπηται, ὀδύνη ὀξεῖα ἴσχει μέσφι κλειδὸς, ἢ ἄκρου ὤμου. ὑπὸ γὰρ τοῦ ἄχθεος ἕλκεται τὸ διάφραγμα, ἐξ οὗ τὸ ἧπαρ ἤρτηται· τὸ δὲ διάφραγμα τὸν ὑπὸ τῇσι πλευρῇσι ὑμένα βρίθει· ξυνῆπται γὰρ αὐτέῳ· ὁ δὲ ἐπὶ τὴν κληῗδα ἠδὲ ἄκρω τῶν ὤμων ἀποτέταται, καὶ τάδε ξυνεφέλκεται κάτω. πῦρ δριμὺ ξὺν Ῥίγεσι ἐπὶ τῇ ἀποστάσει, βὴξ ξηρὴ, οὐ μάλα πυκινὴ, χροιὴ χλοήβαφος. ἢν δὲ κατακορέως ἔωσιν ἰκτερώδεες, τοῦ λευκοχρόου εἴδεος· ὕπνοι καθαροὶ φαντασίης οὐ μάλα. νηφαλέοι μὲν ἐς πάντα· ἐς ἓν δέ τι τῶν προσκαίρων ἐξαπίνης παρακοπαὶ, καὶ κατεστάθησαν εὐθέως· ὄγκος ὑπὸ τιτθῇσι ἢ πλευρῇσι, ἀπάτη δὲ πολλοῖσι ὅκως περιτοναίου γίγνεται.2 ἀλλʼ ἢν μὲν ᾖ ὑπὸ τὰς νόθας ὄγκος καὶ ὀδύνη πιεζευμένοις, τὸ ἧπαρ οἰδέει· ἔμπλεων γὰρ ὑγρασίης· ἢν δὲ μὴ ὑπὸ τὸ ὀστέον μίμνωσι οἰδέει[], τοῦ ὑμένος τὸ σημεῖον· καὶ τοῦ μὲν περιγραφῇ καὶ τὰ ὅρια δῆλα· μετὰ γὰρ τὴν περιαγωγὴν τῶν λοβῶν ἐς λαγαρὸν τὸ ἐπιγάστριον πιέζουσα χεὶρ ἱζάνει· περιτοναίου δὲ ἀόριστος ἡ σκληρίη καὶ τοῦ πέρατος ἡ ἀπόφυσις ἀφανής. ἢν μὲν εἴσω ἡ ἀπόστασις Ῥέπῃ, πολλόν τι κρέσσον ἡ φύσις ἰητροῦ· ἢ γὰρ ἐς ἔντερα, ἢ ἐπὶ κύστιν τρέψει τὸ πῦον· ἀσινεστέρη δὲ πολλὸν ἡ ἐς κύστιν ὁδός. ἢν δὲ ἔξω Ῥέπῃ, κακὸν μὲν μὴ τάμνειν. ἤν τε γὰρ οὕτως ἔῃ, ἀνεσθίεται ὑπὸ τοῦ πύου τὸ ἧπαρ, καὶ οὐκ ἐς ἀμβολὴν ὁ θάνατος. ἢν δὲ θέλῃς τάμνειν, αἱμορραγῆσαι κίνδυνος, καὶ αὐτίκα τὸν ἄνθρωπον ἐκθανεῖν. ἄσχετος γὰρ αἱμορραγίη ἐφʼ ἥπατι. ἢν οὖν ἐς ἀνάγκην τομῆς κατίῃς κοτὲ, καυτῆρα ἔμπυρον διαφανέα πυρῶσαι, καὶ διῶσαι3 μέσφι τοῦ πύου. τωὐτὸ γάρ σοι τέμνει τε καὶ καίει.
第十三章论肝脏 肝脏就生成而言与脾脏相匹敌,盖右侧与左侧之内脏在自然上数目均等;然无论在健康抑或疾病之中,二者之力能皆不相等。在健康时,乃因肝脏执掌营养之枢纽,盖肝脏为血管之根株;然而在疾病中,无论对于健康抑或死亡,它皆拥有强大得多的原因。故此,肝脏在健康上如何胜过脾脏,在疾病中便同样为患更甚。盖它发炎既更速且更烈,成脓化痈亦更为连绵且更具毁灭性。在硬结之症中,它致人死亡比脾脏更速,且痛苦更为剧烈。关于急性病中之发炎诸症,我已论述过了。 若病情转为化脓,剧烈之疼痛便波及锁骨或肩端。盖因重力牵拽,悬挂肝脏之横膈受坠下拉;横膈复又压迫肋下之膜,盖二者相连;而此膜延伸至锁骨与双肩之巅,亦将彼处一同向下牵引。痈脓形成之际伴有带寒战之剧热,咳嗽干咳且不太频数,面色如草绿。若黄疸深重,则属于白肤色之类型。睡眠决非毫无幻象。他们在万事上皆神智清醒,唯独对某一件偶发之事骤起谵妄,旋即又复归平静。乳房或肋下出现肿块,然多数人会误以为此乃属于腹膜。但若肿块位于假肋之下且按压时疼痛,则是肝脏肿大,盖其充满湿液;若肿块并不局限于肋骨之下,则为膜受累之征兆。就前者而言,其界限由轮廓清晰可辨;盖沿肝叶外缘按压之后,按抚之手便下陷于松软之上腹部;而腹膜之硬结则漫无定准,其边界之隆起隐而不显。 若脓肿向内侧倾注,则自然之能远胜医者;盖其或将脓液引向肠道,或导向膀胱;而通向膀胱之途则为害少得多。若脓肿向外倾注,不施切开则为大患。盖若任其如此,肝脏必遭脓液蚀尽,死亡决无延缓。然若欲施以切开,则有大出血之险,使患者立时毙命;因肝脏之出血无法遏止。故若有朝一日不得不行切开之术,当将烙铁烧至透红发亮,直刺入脓腔之中。盖同一之物可为你施行切开与灼烙。
- 1.13ἄνισοι δὲ ἐς δύναμιν
表语形容词ἄνισοι为阳性复数,指代前文提及的一对器官:肝脏(ἧπαρ,中性)与脾脏(σπλήν,阳性)。当不同性别的两个主语并列时,希腊语常采用阳性复数形式作为表语,此处系受阳性名词σπλήν的吸引,或将这对内脏概括为阳性实体。
- 1.13ἀπάτη δὲ πολλοῖσι ὅκως περιτοναίου γίγνεται
连词ὅκως引导说明性从句(意为“产生……宛如属于腹膜的错觉”)。属格περιτοναίου为所有属格或表语属格,修饰省略的名词(如ὄγκος),表达临床辨析中易将肝脏肿大误诊为起源于腹膜病变的假象。
- 1.13καυτῆρα ἔμπυρον διαφανέα πυρῶσαι, καὶ διῶσαι
不定词πυρῶσαι与διῶσαι在此承担祈使功能(祈使不定词)。在古希腊医学文献与技术指令中,使用不定词替代祈使法来给出具体的手术操作指导乃是标准习语。
