- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg001.humanitext-grc2:2.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本章论述肾脏的形体构造特点,以及因结石或炎症导致小便闭阻所引发的急性症状(泛恶、腰痛、排尿障碍、痉挛、乱脉等)之病程与转归。
Κεφ. θʼ. περὶ τῶν κατὰ τοὺς Νεφροὺς ὀξέων παθῶν. νεφροὶ, τὴν μὲν τοῦ σώματος ἰδέην,1 οὐ κάρτα ἐπίκαιροι ἐς κίνδυνον, ἢν καί τι πάθωσι ὀξέως. ἀδενώδεες γὰρ τὴν φύσιν, ἐς δὲ ὄλεθρον εὐήθεες· ἐπίκαιρον δὲ αὐτέων τὸ ἔργον, ἥ τε διάκρισις τῶν οὔρων ἀπὸ τοῦ αἵματος καὶ ἡ ἀπόκρισις. ἐπέχει δὲ τήνδε ἢ λίθος, ἢ ἐγγιγνομένη φλεγμονὴ, ἢ αἱμάλωψ, ἤ τι τοιόνδε· εὖτε ἐκ ξυμπαθίης μὲν τῆς διὰ τὴν ἰδέην τοῦ σώματος κακὸν γίγνεται οὐδὲν, ἡ δὲ ἐπίσχεσις τῶν οὔρων πάντα τὰ δεινὰ πρήσσει. πῦρ μὲν γὰρ δριμὺ, ἀσῶδες, ὀδύνη κατʼ ὀσφὺν ἐπὶ Ῥάχι βαρεῖα, διάτασις τῶν μερῶν, μᾶλλον δὲ τῶν ἀμφὶ τὸ ὑποχόνδριον· οὔρου ἐπίσχεσις, οὐκ ἐς τὸ πάμπαν, ἀλλὰ στάγδην μὲν οὐρέουσι, ἐπιθυμίη δὲ πολλὸν ἐκχέαι· πλημμύρης γὰρ αἴσθησις. ἢν δὲ καὶ τὸ οὖρον δριμὺ καὶ δακνῶδες ἐγγένηται, ψύξιες, τρόμοι, σπασμοὶ, διατάσιες καὶ πληρώσιες τῶν ὑποχονδρίων· ἰκέλη ἡ ξυμφορὴ ἥδε καὶ ξυναίσθησις γίγνεται τοῖσι ἀπὸ πλήθεος σιτίων καὶ διαφθορῆς ἐμφυσηθεῖσι τὴν κοιλίην· σφυγμοὶ τὰ πρῶτα μὲν ἀραιοὶ, νωθροί· ἢν δὲ ἐπὶ μᾶλλον τὸ κακὸν πιέζῃ, σμικροὶ, πυκνοὶ, ταραχώδεες, ἄτακτοι, ὕπνοι λεπτοὶ, ὀδυνώδεες, οὐ διηνεκέες, καὶ ἐξαπίνης ἐκθορνύμενοι2 ὡς ὑπὸ νύξιος, εἶτα ὑποφέρονται ἐς κῶμα, ὡς ὑπὸ καμάτου· τὴν γνώμην οὐ κάρτα παράφοροι, ληρώδεες, πελιδνοὶ τὰ πρόσωπα· ἢν δὲ ἥκῃ αὖθίς κοτε τῆς οὐρήσιος ἡ προθυμίη, ἐπὶ σπασμοῖσι καὶ μεγάλῃσι ὀδύνῃσι βραχὺ ἂν καὶ στάγδην ἐξέκρινε,3 εὖτε σμικρὸν ἐπανῆκε τῶν πόνων· εἶτα ἐς τὰ αὐτὰ παλινδρομέες· ὀξύτατα δὲ θνήσκουσι τῶνδε οἷσιν οὐδὲν ἐκκρίνει, ὁκόσοι δὴ θνήσκουσι· οἱ πλεῦνες γὰρ περιγίγνονται, ἢ τοῦ λίθου ἐς τὴν κύστιν διὰ τῶν οὔρων ἐκπεσόντος, ἢ τῆς φλεγμονῆς ἐς πῦον τρεπομένης, ἢ κατὰ βραχὺ διαπνεομένης. ἢν γὰρ καὶ ἐπὶ σμικρὸν ἐνδεῶς διεξίῃ τὸ οὖρον Ῥηϊδίως διαδιδρήσκουσι τὸν ὄλεθρον· χρόνῳ δὲ μακρῷ φθίνουσι τὴν ἕξιν. ὀρθῶς τάδε οἱ νοσέοντες πάσχουσι, καὶ καταγίγνονται ἐς σύντηξιν ὑποφερόμενοι. ὧραι δὲ καὶ χῶραι καὶ ἡλικίαι φέρουσι, αἵπερ καὶ τὰ κατὰ τὰς κοίλας φλέβας. ἐξερράγη κοτὲ αἷμα ἀπὸ τῶν νεφρῶν πολλὸν ἀθρόον, καὶ πολλῇσι ἡμέρῃσι ξυνεχὲς ἔρρεε· ἀλλʼ οὔ τινες αἱμορραγίῃ θνήσκουσι, ἀλλὰ τῇ φλεγμονῇ τῇ ξὺν αἱμορραγίῃ γιγνομένῃ, ἢν ἐπισχεθῇ τὸ αἷμα· τὰ πολλὰ δὲ ἐξ ἐπισχέσιος ἐπὶ μεγάλῃ φλεγμονῇ θνήσκουσι.
第九章论肾脏之急性疾患 就其形体构造而言,肾脏即使突遭急疾,亦非极易濒危之部。盖其本质为腺体,就致死而言性属温和;然其功用却关乎生死,即自血液中泌别小便并排泄之。 若有结石,或内生之炎症,或瘀血凝块,或类似之病变,便阻碍此功用。其时,由形体结构所致之感应并无大害,而小便之闭阻却招致诸般险恶。盖身发辛烈而兼泛恶之热,腰脊沉重酸痛,诸部张满,尤以季肋周围为甚;小便闭阻,非全然不通,而是点滴而下,然病患切望大量倾出,盖自觉充溢漫顶也。若体内所生之尿亦辛烈刺痛,则发厥冷、战栗、痉挛,以及季肋部之绷紧满闷。此等症候与同感,酷似因饮食过饱及宿食腐败致腹胀如鼓者。脉象初时迟缓钝重;若病势愈迫,则变微细、数疾、躁乱而不匀。睡眠轻浅、痛苦而不连贯,常如受针刺般猝然惊跃而起,旋即又如困顿已极般沉入昏睡。神志虽不至狂乱,却言语荒诞,面色铅青。若何时复发便意,病患便在痉挛与剧痛之中点滴挤出少许,随之痛楚略有宽解;继而复退回原状。在果真亡殁者之中,以全然无尿可排者死势最为暴急;盖多数人皆得存活,或因结石随尿落入膀胱,或因炎症化脓,或因其逐渐消散。盖小便纵然微少不足,只要稍得通泄,病患便易逃一死;然长此以往,体质必日渐消瘦。罹患此疾者理当受此煎熬,终致羸弱耗竭。诱发此疾之岁时、地域与年龄,与致腔静脉疾患之诸要素悉同。 有时大量血液自肾脏猝然暴涌,连绵流出数日不止。然无人毙于大出血,反倒若血液闭阻,便因伴随出血而起之炎症致死;且多半系因大炎之上又加闭阻而亡。
- 2.9τὴν μὲν τοῦ σώματος ἰδέην
限定宾格(关系宾格),修饰形容词 ἐπίκαιροι,意为“就其形体构造而言”。它与后文 ἀδενώδεες γὰρ τὴν φύσιν 中的 τὴν φύσιν 相呼应,将肾脏的实体解剖结构与其生理功用(ἔργον)相对照。
- 2.9ἐκθορνύμενοι
紧接前文阳性复数主语 ὕπνοι(睡眠)的阳性复数主格分词,属于依意结合(constructio ad sensum)或破格语法(anacoluthon),主语由“睡眠”直接转指病患自身,并与后文的限定动词 ὑποφέρονται 相连。
- 2.9βραχὺ ἂν καὶ στάγδην ἐξέκρινε
助词 ἄν 与直陈式过去时 ἐξέκρινε 连用,表示过去反复或习惯性的动作(“每当有便意时,便会点滴挤出少许”),具有省略泛指主体或非人称的表达特征。
