- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg001.humanitext-grc2:2.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐述膀胱之解剖特性及急性疾患之高度危险性,详论由尿闭、结石、炎症与毒药所致之症状与转归,并指出易发之岁时与年龄。
Κεφ. ι. περὶ τῶν κατὰ τὴν Κύστιν ὀξέων παθῶν. κύστις χαλεπὴ μὲν ἐν νούσοισι ὀξέῃσι πονῆσαι·1 κἢν ἄλλοισι ξυμπεπόνθῃ· χαλεπωτέρη δὲ καὶ θανατωδεστέρη, ἢν ἀφʼ ἑωυτῆς ἄρξηται. καὶ γὰρ καὶ δυνατωτάτη πάντα ξυμπαθέα ποιῆσαι, καὶ νεῦρα, καὶ γνώμην. νεῦρον γὰρ ἡ κύστις ψυχρὸν καὶ λευκὸν, ἀτὰρ καὶ πορρωτάτω τοῦ οἰκείου θάλπεος· ἐγγυτάτω δὲ τῆς ἔξω ψύξιος. ἐν γὰρ τῇ νειαιρῇ γαστρὶ κατωτάτω ἵζει προσωτάτω τοῦ θώρηκος· ἀλλὰ καὶ ἔργον αὐτέης ἐπίκαιρον ἡ τῶν οὔρων ἔξοδος. κἢν οὖν μοῦνον ἥδε ἐπισχεθῇ λίθοισι, ἢ θρόμβοισι, ἤ τεῳ ἄλλῃ ἰδίῃ, ἢ ἀλλοτρίῃ ξυμφορῇ, θανατῶδες. ἐπὶ γυναικῶν μὲν γὰρ αὐτέων καὶ ὑστέρων φλεγμονὴ ἀναπιέζει, ἐπʼ ἀνδρῶν δὲ, τὸ ἔσχατον, τὸ εὐθὺ, τὸ παράμηκες ἔντερον. ἐν πολλοῖσι δὲ ἐκ καρτερίης ἀεκουσίου ὑπʼ αἰδοῦς ἐν ξυλλόγοισι ἢ ξυνδείπνοισι πληρουμένη διατέταται, ἀδρανίῃ τε περιστολῆς οὐκέτι μεθίησι.2 ἐπὴν οὖν ἐπίσχῃ τὰ οὖρα, πληρώσιες καὶ τῶν ὕπερθεν μερέων· νεφρῶν, οὐρητήρων διατάσιες· λαγόνων ὀδύνη βαρείη, σπασμὸς, τρόμος, Ῥίγεα, γνώμην παράφοροι. ἢν δὲ πρὸς τοῖσι καὶ ἕλκος πεπόνθῃ ἢ φλεγμονὴν, πολλὰ μὲν τὰ κακὰ, ὄλεθρος δὲ πολλόντι ἑλκέων ὤκιστος.3 ἀλλʼ ἀμφὶ μὲν ἕλκεος καὶ ἀποστάσιος πυώδεος, καὶ τῶν ὁκόσα μὴ ὀξύτατα ᾖ, ἐν τοῖσι χρονίοισι λελέξεται· ὁκόσα δὲ κατόξεα, καὶ ἐν ιδʼ ἡμέρῃσιν, ἢ ὀλίγῳ θᾶσσον, ἢ βράδιον κτείνει, ὁκοῖον φλεγμονὴ, ἢ θρόμβοι, ἢ λίθος ἐς τὸν τράχηλον ἐμπεσὼν, περὶ τῶνδε νῦν ἐρέω. ἢν οὖν τι τουτέων ξυμβῇ, οὔρων ἐπισχέσιες, ὄγκος ἐν τῷ ὑπογαστρίῳ, ὀδύνη ὀξείη, πάντη τῆς κοιλίης· περίτασις τῆς κύστιος, ὁ ὠχρὸς ἱδρὼς τῇ δεκάτῃ, ἔμετοι φλεγματώδεες, ἔπειτα χολώδεες, ψύξις ὅλου, ποδῶν δὲ μᾶλλον· ἢν δὲ ἐπὶ μέζον τὸ κακὸν ἕρπῃ, πυρετοὶ λυγγώδεες, σφυγμοὶ, ἀταξίῃ πυκνοὶ, καὶ μικροὶ, ἐρύθημα τοῦ προσώπου, διψώδεες, ἀπορίη, γνώμην παράφοροι, σπασμοί. ἐπὶ δὲ φαρμάκοισι δηλητηρίοισι, κανθαρίσι, ἢ βουπρήστι, καὶ πνεύμασι ἐμπίπραται ἡ κύστις,4 καὶ ἡ ξύμπασα κοιλίη βιαιοτέρη, καὶ πάντα κακίω, καὶ οὐκ εἰς μακρὸν ἡ τοῦ θανάτου ἀμβολή. Αἱμορραγέει κοτὲ κύστις· ξανθόντε καὶ λεπτὸν τῇδε τὸ αἷμα· ἀλλʼ οὐδέν τι διὰ τήνδε θνήσκουσι, κἂν μὴ Ῥηϊδίη ἡ ἐπίσχεσις· ἀλλʼ ἐπὶ τοῖσι θρόμβοισι καὶ τῇ φλεγμονῇ ὁ κίνδυνος. ψύξις γὰρ καὶ νέκρωσις, καὶ γαγγραινώσιες, καὶ τὰ ἐπὶ τῇδε κακὰ Ῥηϊδίως κτείνει. φέρει δὲ τὰς νόσους, χεῖμα, καὶ μετόπωρον. ἡλικίη δὲ ἀκμὴ, ἔτι δὲ μᾶλλον γῆρας· αἱ δὲ ἄλλαι ὧραι καὶ αἱ ἡλικίαι οὔτε ξυνεχέως καὶ ἥκιστα κτείνουσι. ἀσινέστατα δὲ πάντων τὰ παιδία.
第十章论膀胱之急性疾患 膀胱在急性疾患中即使仅受他处病变波及而感应罹病,亦甚堪其苦;若病发于其自身,则尤为险恶而致死。盖膀胱最能令全身各部——无论筋膜抑或神志——皆起共鸣。盖膀胱本为寒凉苍白之筋膜组织,离本原之温热最远,而距外在之寒气最近;实居于下腹至深至低之处,距胸膈极遥。然其功用——即小便之排泄——关乎性命。 故若仅仅小便排泄受阻,或由结石,或由血块,或由其他自身或外来之故,便足致死。盖在妇人自身,子宫之炎症亦向上压迫;在男子,则直肠(即末端修长平直之肠道)施加压迫。在多数人中,亦常因在聚会或饮宴中出于羞惭强忍小便,以致膀胱充溢极度张大,复因蠕动收缩之能废弛,遂再不能排泄。是故小便一旦闭阻,上部诸部亦发满闷:肾脏与输尿管胀满,两胁腰肋重痛,痉挛,震颤,恶寒战栗,神志错乱。若除此以外复患溃疡或炎症,则祸患丛生,而溃疡致死尤为速急。然关于溃疡与化脓性内痈,以及凡非极急之症,将在论慢性病篇中详述;至于那些极度暴急、在十四日内或稍早或稍迟即可致死者——如炎症、血块,或结石堕入膀胱颈者——吾今且论之。若逢此类病变,便小便闭绝,少腹结块肿满,全腹剧烈锐痛,膀胱极度紧绷,至第十日出白汗,呕吐黏液继而呕吐胆汁,全身厥冷,尤以足部为甚。若病势愈进,则发呃逆性之高热,脉象杂乱频数且细小,面色红赤,烦渴,躁扰不宁,神志错乱,痉挛抽搐。若因服食芫青或斑蝥等毒药所致者,膀胱更因气胀而紧绷鼓起,全腹胀乱更甚,诸症益恶,死期延宕不久。 膀胱有时亦出鲜血;此处之血色黄而稀薄。然病患绝非因出血致死,纵使止血并非易事;真正之险厄乃在于血块与炎症。盖厥冷、坏死、坏疽以及由此而生之祸害,极易夺人性命。 诱发此等疾患之季节为冬秋二季;年龄为盛年,老年尤甚。其余岁时与年龄则既非连绵发病,亦极少致死;而在一切人中,孩童受害最为轻浅。
- 2.10κύστις χαλεπὴ μὲν ἐν νούσοισι ὀξέῃσι πονῆσαι
不定式 πονῆσαι 紧随形容词 χαλεπή,充当限定性(或说明性)不定式,指明该形容词所适用的方面,意为“膀胱在急性疾患中受病是苦痛/棘手的”。
- 2.10ἀδρανίῃ τε περιστολῆς οὐκέτι μεθίησι
与格 ἀδρανίῃ 表示原因(“因收缩/蠕动活动之衰竭”)。及物动词 μεθίησι(“释放”、“排出”)在此处省略了由上下文所意会的宾语“小便”(τὰ οὖρα)。
- 2.10ὄλεθρος δὲ πολλόντι ἑλκέων ὤκιστος
受最高级 ὤκιστος 支配的属格 ἑλκέων 虽在语法上可视为比较属格(“比任何溃疡都要迅疾”),但承接上文的条件句 ἢν δὲ ... ἕλκος πεπόνθῃ,在此处作原因或关联属格更为自然,即“因溃疡致死最为急速”。πολλόντι 为表示程度的副词短语。
- 2.10καὶ πνεύμασι ἐμπίπραται ἡ κύστις
动词 ἐμπίπραται 源自 πρήθω / πίμπρημι,在医学文献中常用于被动或中间语态,表示“(受热气或气体)胀大、极度绷起”。πνεύμασι 是表示手段或原因的与格(“由气体所致”)。
