← 阿莱泰乌斯

论急性疾病的病因和症状

§2.8

腔静脉的解剖结构与急性病变症状

阐述自肝脏发出的腔静脉解剖走向,并论述该血管引起的致命性血管瘤破裂出血、表现为炽热病(卡乌索斯)的严重急性炎症、其危重病程以及饮用冷水与催吐的疗法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8

Κεφ. η. περὶ τῆς κατὰ τὴν κοίλην φλέβα ὀξείης νούσου. ἀπὸ τῶν πυλέων τοῦ ἥπατος εὐρεῖα φλὲψ διαΐσσει μέση τῶν τοῦδε περάτων. ἀεὶ γὰρ ἐς λεπτὰ καὶ πλεῦνα σχιζομένη ἐπὶ τέλος ἐς ἀφανέα τῇσι ὄψισι πάντη τοῦ ἥπατος σκίδναται· τοῖσι δὲ τουτέων πέρασι ἄλλων φλεβῶν περατώσιες κατὰ τὸ στόμα ξυγκέονται, αἵπερ ἐκ λεπτῶν καὶ πλεύνων μέζονες καὶ ἐλάσσονες γίγνονται· ἐπὶ τέλεος ἐν μέσῳ τῷ ἥπατι ἐς μίαν φλέβα μεγάλην συναγείρονται. ἐντεῦθεν δὲ δοιαὶ ἐξ ἀποσχίσιος γιγνόμεναι πέρην τοῦ ἥπατος ἀφικνέονται. ἡ μὲν γὰρ ἄνω τὸν πρῶτον λοβὸν διαπερήσασα ἐς τὰ κυρτὰ αὐτέου ἐξεφαάνθη· ἔπειτα περήνασα τὸ διάφραγμα ἐμφύνει τῇ καρδίῃ· κοίλη φλὲψ ἥδε καλέεται. ἡ δὲ ἑτέρη, τὸν κάτω λοβὸν τὸν πέμπτον διαπερήνασα μέχρι τῶν κυρτῶν, ἐπὶ τὴν Ῥάχιν ἔξεισι, καὶ τῇδε παρατέταται μέχρι τῶν ἰσχίων. ἀτὰρ καὶ ἥδε κοίλη. οὔνομα τὸ αὐτὸ, οὕνεκεν μία καὶ ὡυτή ἐστιν ἡ φλὲψ τὴν ἀρχὴν ἀπὸ τοῦ ἥπατος ἴσχουσα. εἰ γάρ τις ἐθέλοι, διελάσαι ἂν ἔλασμα1 καὶ ἀπὸ τῆς ἄνωθεν τῆς ἐπὶ τὴν καρδίην κοίλης φλεβὸς ἐς τὴν παρὰ τὴν Ῥάχιν, καὶ ἀπὸ τῆς Ῥάχεος διὰ τοῦ ἥπατος ἐπὶ τὴν καρδίην. ἄνοδος γὰρ ἡ αὐτή. ἥδε οὖν ἡ φλὲψ, ὡς ἐγὼ δοκέω, ἡ ξύμπασα νοσέει ὀξέσι πάθεσι, καρτεροῖσι· μία γάρ ἐστι πᾶσα· μετεξετέροισι δὲ ἰητροῖσι μούνη δοκέει παρὰ τὴν Ῥάχιν νοσέειν, οὕνεκα τῆς ἐς τὴν καρδίην τὰ σημεῖα οὐ προφανέα. ἐντὸς γὰρ τοῦ θώρηκος διατέταται πρὸς οὐδὲν προσισχομένη, ἀλλʼ ἐναιωρευμένη τῷ θώρηκι, ἔς τʼ ἂν ἀπὸ τοῦ διαφράγματος ἐμφύῃ τῇ καρδίῃ. ἢν οὖν τι μεγάλων κακῶν ἴσχῃ τήνδε τὴν φλέβα, ξυνέκρυψε ἀμπέχων ὁ θώρηξ. γίγνεται δʼ οὖν ἀμφὶ τήνδε τὴν φλέβα καὶ κέδματα· εὖτε Ῥηγνυμένη αἱμορραγίῃ ὤκιστα κτείνει· ὕπερθεν μὲν διὰ πλεύμονος καὶ ἀρτηρίης ἐκχεομένου, ἢν ἐν τῷ θώρηκι Ῥαγῇ· ἢν δὲ παρὰ τὴν ἀρχὴν, ἐς τὴν κάτω κοιλίην τοῖσι ἐντέροισι περιχέεται, ὡς ἐμπλείειν τὰ ἔντερα, εὖτε πρὶν ἢ καθὲν ἐκφανῆναι τὸ αἷμα, θνήσκουσι οἵδε·2 ἦν δὲ ἡ κοιλίη πληρευμένη αἵματος. γίγνεται δὲ καὶ φλεγμονὴ ἀμφὶ τὴν φλέβα, ἀτὰρ καὶ ἥδε ὀξέως κτείνει, ἢν μεγάλη ἔῃ· πῦρ μὲν γὰρ δριμὺ, δακνῶδες, ἐν τῇσι κοιλίῃσι ἀμφοῖν ἐγκαθειργμένον, βραχὺ δὲ μοῦνον ὑπερίσχον, ὡς δοκέειν ἁπτομένῳ λεπτὴν ἔμμεναι θέρμην· ὁ δὲ ἄνθρωπος καίεσθαι δοκέει· σφυγμοὶ σμικροὶ, πυκνότατοι, ὁκοῖόν τι πεπιεσμένοι καὶ δεδιωγμένοι. ψύξις ἀκρέων, δίψος καρτερὸν, στόματος ξηρότης, προσώπου ἐρύθημα ξὺν ἀχροίῃ· ὑπέρυθροι δὲ τὸ ξύμπαν σῶμα· ὑποχόνδρια σκληρὰ, ἀνεσπασμένα, ὀδύνη ἐπὶ δεξιὰ μᾶλλον, καὶ παλμὸς τῇδε παραμήκης, μέχρι τῆς λαγόνος· μετεξετέροισι δὲ καὶ τῆς ἀρτηρίης τῆς παρὰ τὴν Ῥάχιν, ἢν ὁ σφυγμὸς ἐς τὸ ἕτερον ὑποχόνδριον διασημαίνῃ. ξυμπαθὴς γὰρ καὶ ἥδε γίγνεται παρʼ αὐτέην ἐπʼ ἀριστερὰ κειμένη, ὡς τῆς ἐπὶ τῷ παντὶ διαπνοῆς οὐδὲν ἐπικουφιζούσης,3 ἀλλʼ οὐδὲ τὸ δέρμα μαλθαζούσης· ξηρὸν δὲ τόδε καὶ Ῥυσὸν καὶ τρηχύ· καὶ ἐπὶ δὲ μᾶλλον ἐν τοῖσι ἐξίσχουσι ὀστώδεσι· οἷον ὀλεκράνῳ, γούνασι, ἢ κονδύλοισι· ὕπνοι ταραχώδεες, κοιλίη τοῖς μὲν οὐδὲν ἐκδιδοῖ, τοῖς δὲ σμικρὸν, δριμὺ, χολῶδες· οὖρα ξανθὰ, δακνώδεα· τὴν γνώμην οὐ παράφοροι μὲν, νωθροὶ δὲ καὶ μαρασμώδεες. εὖτε ὁκόσοι τήνδε τὴν κατάστασιν εἶδον, καῦσον ἐκάλεον. καὶ γὰρ καὶ τοῦ γένους τοῦ καύσου τὰ παρεόντα, καὶ ἐν φθινοπώρῳ γίγνεται ἐπὶ τὸ θηριῶδες καὶ ἀκμάζουσι καὶ νέοισι, οἷσι ἰσχνὴ ὑπὸ διαίτης πονηρῆς καὶ ταλαιπωρίης ἡ ἕξις. τεσσαρεσκαιδεκαταῖοι οἵδε τὰ πολλὰ θνήσκουσι· οἷσι δʼ ἂν ἐς μῆκος ἡ νοῦσος ἀφίκηται, ἐν διπλασίοισι ὄλλυνται. ὁκόσοι δὲ ἢ σμικρὴν ἀρχῆθεν ἴσχουσι τὴν φλεγμονὴν, ἢ τῆς μεγάλης κατὰ βραχὺ διαλυομένης, διαδιδράσκουσι μὲν τὸν ὄλεθρον, οὐδέκω δὲ ἀφίενται τοῦ κακοῦ. οἱ δὲ μακρὸν μὲν τὸν χρόνον τὸν καῦσον νοσέουσι· ἀποπαύεται δὲ τὰ κινδυνώδεα, αἱ ὀδύναι καὶ ξυντάσιες τῶν ὑποχονδρίων, καὶ ἡ κακοσφυξίη, καὶ τῆς γνώμης τὸ νωθές· ἔτι δὲ ἔμπης ἔασιν ἀσώδεες, ἀλύοντες ξὺν ἀπορίῃ· ξύνεστι δὲ ὅ τε καῦσος καὶ τὸ δίψος καὶ τῆς γλώσσης καὶ τοῦ στόματος ἡ ξηρότης· ἀναπνέουσι πολλὸν, μακρὸν ἕλκοντες καὶ ἀθρόον, ὅλον τὸν ἠέρα ἐς ἔμψυξιν ἐπισπώμενοι· ἀτὰρ εἴτε πίνουσι ψυχρὸν χανδὸν πολὺ πλεῖστον, καὶ ἐς μὲν βραχὺ ἀνεκουφίσθησαν, εἶτʼ αὐτοῖς ἐξάπτεται τὸ δίψος, αὖθις ἄδην πίνουσι· καὶ ἥδε ἡ διαδοχὴ τοῦ κακοῦ· καὶ ἰητρὸς δὲ ἀγαθὸς ψυχρὸν ἂν δῴη πολλὸν ἀσινέως, ὅκως ἐν τοῖσι ἄλλοισι καύσοισι· ἀσφαλέστερον δὲ τοῖσι ἀπὸ τῆς κοίλης φλεβὸς νοσέουσι τὸν καῦσον. κἢν μὲν ἡ γαστὴρ ἢ ἡ κύστις τὸ ποτὸν ὑποφέρῃ, οὐδὲ ἐμέτου δεῖ· εἰ δὲ μὴ, ἐπὶ πολλῷ τῷ ψυχρῷ τὸ πολλὸν ἐμέσαι χρή.4 ἐκραγείη γὰρ ἂν ὥνθρωπος, εἰ τοσόνδε πίνων μηδὲν διαχωροίη, ἢ ἱδρῶσι, ἢ οὔροισι, ἢ κοιλίῃ.

第八章论腔静脉之急性疾患 自肝门之处,有一粗大静脉穿行于肝界之中。盖其不断分出细小且繁多之支脉,最终在肝脏各处散布为肉眼莫辨之微管;而于此等微管之末端,他种静脉之末梢则端口相对吻合,彼等由细小繁多渐次汇为粗大而较少之管,最终于肝脏中央汇聚为一巨大静脉。由此复分生两支,出达肝外。其一向上穿历第一叶而露于其隆凸之面,继而穿破横膈膜而植入心脏,此即所谓腔静脉;另一支则向下穿历第五叶直至凸面,出至脊柱,且沿脊柱延展直至髀部;而此亦属腔静脉。其名相同,盖因其本为同一静脉,发轫自肝脏也。若有人意欲为之,实可将探针自通往心脏之上腔静脉探入脊柱旁之静脉,亦可自脊柱经由肝脏探至心脏;盖其通途本属同一。 是故据我之见,此整条静脉皆罹患剧烈暴急之疾,盖其浑然一体也。然部分医者以为仅脊柱旁之部患病,因通往心脏者其征象并不显露。盖其在胸腔之内延展,不附着于任何器官,唯悬垂于胸腔之中,直至由横膈膜植入心脏。故若有剧烈大害袭及此静脉,包绕之胸廓亦将其遮蔽掩盖。 此静脉四周亦发血管瘤;一旦破裂,则以大出血极速致人死命。若破裂于胸腔之内,血液自上由肺及气管倾吐而出;若破于根始之处,则倾注于下腹肠膜周围,以至诸肠浸漂其中,尚未及体外见得一滴血,病患便已气绝;而腹腔内早已盈满血液。 此静脉周围亦发炎症,若势大,亦致急速死命。盖暴烈刺痛之热闭锁于胸腹两腔之内,透于外者甚微,以致切按者觉其仅为微热;然病患自觉焚灼。脉象微细而极数,宛若受压迫与驱赶。四肢厥冷,烦渴剧烈,口舌干燥,面带红晕而无血色,周身微赤;季肋部板硬内缩,痛甚于右侧,并沿此纵向跳动直至胁腹;若脉搏显于另一侧季肋,则在部分人中脊柱旁之动脉亦随之跳动。盖此动脉居其左侧相邻,亦相感应,而周身之皮毛通气既无所纾解,亦未能润泽肌肤;其皮干燥、起皱且粗糙,于肘头、膝部或指节等骨骼隆起之处尤甚。睡眠不安;大便或完全不解,或排泄极少之辛辣胆汁;小便赤黄灼痛;神志虽不谵狂,却昏沉羸惫。是故凡见此证候者,皆名之曰炽热病(卡乌索斯)。盖所见诸症实属炽热病之类,且于秋季发作尤为凶戾,见于因劣食与劳碌而体质枯瘦之壮年及青年。此等人多殁于第十四日;若病程绵延者,亦毙于倍数之时日。凡起初炎症轻微者,或大炎渐次消散者,虽得免于死,却尚未脱其害。彼等长期罹患此炽热病;诸如剧痛、季肋紧绷、恶脉及神志昏沉等危重之象虽止,然仍觉泛恶心烦、惶惑彷徨;炽热、烦渴与口舌干燥依然相伴。彼等深长呼吸,连绵大口吸入,引周遭所有空气以求自凉。然若贪饮至极多之冷水,虽暂得轻快,继而渴感复炽,又复痛饮;此乃凶候之相续交替。良医亦当无害地投以多量冷水,犹如在其余炽热病中一般;且对于腔静脉致炽热病者,此法更为稳妥。若胃腑或膀胱能顺下饮水,则无须催吐;若不然,于大量冷水之后必须大吐。盖若饮水如此之多而全无汗液、小便或大便排泄,病患必将爆裂也。

语法注4 条
  1. 2.8διελάσαι ἂν ἔλασμα

    ἄν 与不定过去时希求法第三人称单数 διελάσαι 构成的潜在可能表达,对应假定从句 εἰ γάρ τις ἐθέλοι(现在希求法)。此处表示解剖学上的验证可能性,即“人们亦能将探针穿引过去”。

  2. 2.8εὖτε πρὶν ἢ καθὲν ἐκφανῆναι τὸ αἷμα, θνήσκουσι οἵδε

    时间连词 εὖτε(当……之时)与 πρὶν ἤ 引导的不定式从句(καθὲν ἐκφανῆναι τὸ αἷμα)重叠使用。καθέν 即 κατὰ ἕν(一滴、逐一)。意在强调甚至在有一滴血显露于外之前,病患便已暴毙的迅急险状。

  3. 2.8ὡς τῆς ἐπὶ τῷ παντὶ διαπνοῆς οὐδὲν ἐπικουφιζούσης

    由 ὡς 引导的独立属格结构(genitive absolute),用于主观或描摹性地交代病理缘由:“盖全身之皮毛发泄未见纾解”。ἐπὶ τῷ παντί 意为“周身之上”。

  4. 2.8ἐπὶ πολλῷ τῷ ψυχρῷ τὸ πολλὸν ἐμέσαι χρή

    前置词 ἐπί 支配与格 πολλῷ τῷ ψυχρῷ,表示紧接着的时间或条件伴随(“在饮下大量冷水之后”)。τὸ πολλόν 作不定式 ἐμέσαι 的状语性宾格(副词性宾格),意为“大量呕吐”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg001.humanitext-grc2:2.8