← 阿莱泰乌斯

论急性疾病的病因和症状

§2.7

肝脏急性炎症的症状与转归

论述肝脏急性疾患,将其与心疾作比,阐明肝门等解剖特点,记述横膈牵扯、放射至锁骨之痛与呼吸促迫等危重症状,并论及其化脓转为脓肿或腹水之转归,以及发病季节与好发年龄。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7

Κεφ. ζ. περὶ τῶν κατὰ τὸ Ἥπαρ ὀξέων παθῶν. τῶν ἀπὸ καρδίης1 οἱ ἀπὸ ἥπατος οὐκ ὠκύτερον μὲν, ἐπιπονώτερον δὲ θνήσκουσι. ἔστι γὰρ αἵματος πάγος τὸ πλεῖστον ἧπαρ· ἢν δὲ ἐν τῇσι πύλῃσι αὐτέου ξυμπέσῃ τις θανάτου αἰτίη, οὐ μεῖον ὀξέως ἢ οἱ ἀπὸ καρδίης θνήσκουσι. ὑμέσι γὰρ, καὶ τόνοισι ἐπικαίροισι καὶ λεπτοῖσι, καὶ φλεψὶ μεγάλῃσι ἐξύφανται τάδε τὰ μέρεα. ὡς δὲ καὶ τῶν σοφῶν ἀφηγέονταί τινες, καὶ ψυχῆς ἐπιθυμίη τῇδε ἐγκάθηται. αἱμορραγίῃ μὲν γὰρ ὑπερίσχει πάντα πολλόν· Ῥίζωσις γὰρ φλεβῶν ἧπαρ. γίγνεται ὦν ἐν αὐτέῳ μεγάλη μὲν φλεγμονὴ, οὐ κάρτα ξυνεχέως, οὐδὲ ἐν τοῖσιν ἐς τὰ ἐπίκαιρα χωρία. φθάνει γὰρ ἐξελθὼν τοῦ ζῆν ὥνθρωπος.2 σμικροτέρη δὲ θαμινά· τοὔνεκεν διαδιδράσκουσι μὲν τὸν ὄλεθρον, μακρότερα δὲ νοσέουσι. ἔργου γὰρ αὐτέου τοῦ κατὰ τὴν ἐξαιμάτωσιν οὐκ ἔστιν ἀνάπαυλα, οὐδὲ ἀμβολή· ἐπὶ δὲ τὴν καρδίην καὶ τὰ νέρθεν τοῦ διαφράγματος ἐντεῦθεν γὰρ τοῦ αἵματος ἀφέσιες. ἢν ἐπὶ μέζονι αἰτίῃ, πληγῇ, ἢ διαφθορῇσι ξυνεχέσι πολλῶν καὶ κακῶν σιτίων, καὶ οἰνοφλυγίῃ, ἢ ψύξι καρτερῇ, καὶ ἐν τῇσι πύλῃσι γίγνεται φλεγμονὴ, ὤκιστος ὄλεθρος. πῦρ μὲν γὰρ ὑποβρύχιον, ἀλαμπὲς, δριμὺ, σφυγμοὶ νωθροὶ, πόνου ἰδέη ποικίλη καὶ παντοίη, ἄλλοτε μὲν ἡ ὀδύνη ἐπὶ τὰ δεξιὰ διεληλαμένη, ὡς δοκέειν ὀξὺ βέλος ἐγκέεσθαι, ἄλλοτε δὲ στρόφῳ ἰκέλη· αὖθις δέ κοτε πόνος βαρὺς, βαρύτατος· μεσηγὺ δὲ τῆς ὀδύνης ἀτονίη καὶ ἀφωνίη· διάφραγμα καὶ ὑπεζωκὼς ἕλκονται· ἀπὸ τῶνδε γὰρ ἄχθος τὸ ἧπαρ ἤρτητο· διὰ τόδε ἐς τὴν κατʼ ἴξιν κληΐδα3 ὀδύνη καρτερή· βὴξ δὲ ἀτελής· προθυμίη δὲ μοῦνον· κἢν ἐς τέλος κοτὲ ἀφίκηται, ξηρή. ἀναπνοὴ κακή· οὐ γὰρ ξυντιμωρέει τῷ πνεύμονι τὸ διάφραγμα, ξυνομαρτέον ἐς ξυναγωγὴν καὶ διάστασιν. πνεῦμα σμικρὸν ἕλκουσι, ἐκπνέουσι μέζον· χροιὴν μελάγχλωροι, μολιβδοειδέες· ἀπόσιτοι· ἢν δέ τι προσενέγκωνται φυσώδεες τῷ ὑποχονδρίῳ, ἐρεύξιες χολώδεες, ὀξίζουσαι, βρωμώδεες· ναυτίη, διάστασις κενεὴ, γαστὴρ ἀπολελυμένη τὰ πολλὰ, χολώδεα, γλίσχρα, βραχέα· ἀεὶ δὲ ἐπαυξέα γίγνεται τὰ πάθεα· γνώμη οὐ κάρτα παράφορος, νωθρὴ, μετέωρος, τετυφωμένη, ὄκνος πουλὺς, ψύξις ἀκρέων, τρόμοι, Ῥίγεα, λὺγξ κενὴ, σπασμώδης, ἴκτερος, χολὴ ἄκρητος, χολόβαφοι τὸ πᾶν. ἢν δὲ καὶ πρὸ ἑβδόμης φανῇ, καὶ ἄλλους ἔκτεινε συχνούς. ὁκόσοι δὲ ἢ αἱμορραγίῃ, ἢ κοιλίης ταράχῳ πολλοῖσι χολώδεσι, ἢ οὔροισι ἀκρήτοισι συχνοῖσι τὸν ὄλεθρον διηλλάξαντο,4 τουτέοισι δὲ μετὰ τρεῖς ἑβδομάδας ἐς ἀπόστασιν πύου τὸ ἧπαρ τρέπεται· ἢν δὲ ἔτι πολλὸν ὑπερβάλλῃ χρόνον ἄνευ ἀποστάσιος, ἐς ὕδρωπα ἄφυκτον τελευτᾷ· διψαλέοι, βραχυπόται, ξηροὶ τὸ σκῆνος, ἀλιπέες. ὀξέων ἐπιθυμίη, ἄποιος ἡ γεῦσις. τίκτει δὲ τόδε τὸ πάθος φθινόπωρον σὺν πλήθους ὡραίων, καὶ ποικίλων ἀπεψίη· ἡλικίη δὲ, πασέων μᾶλλον ἀκμή.

第七章论肝脏急性疾患 因肝疾而殁者,其死虽不若因心脏而殁者迅速,却更为痛苦。盖因肝脏大体为凝血之块;然若死因并发于其门脉之处,则其暴亡之速不下于因心疾而死者。盖此类部位乃由薄膜、精巧而紧要之纤维,以及大静脉交织而成。且如若干智者所述,灵魂之欲念亦居于此处。而在出血方面,肝脏委实远甚于诸脏器,盖肝乃诸静脉之根苗也。故而其内发生大炎症者并不多见,于其紧要区域尤非频发;盖病患尚未及此便已命绝。然而较轻之炎症则屡见不鲜;是故彼等虽免于暴毙,患病却更为绵长。盖肝脏化生血液之功用既无止息,亦无迟滞;且血液由此输往心脏及横膈膜之下各部。 若因重大病因——打击,或繁多劣质食物之持续腐败,以及酗酒、剧烈受寒——且炎症发于肝门之处,则暴亡最为迅疾。盖体内发沉伏、隐晦而刺痛之热,脉象迟缓,疼痛之状纷繁不一:其痛时而贯通于右侧,宛若利箭深刺其中;时而状如绞痛;时而转为沉重、极沉重之钝痛;于剧痛间歇,则有虚脱失音。横膈膜与胸膜受牵拉下垂;盖肝脏便如重物悬系于其上;因之剧痛直逼同侧锁骨。咳嗽不遂,徒有咳意;纵咳出亦属干咳。呼吸促迫;盖横膈膜未能协同肺部,随其收缩舒张而并进相助。病患吸气微弱,呼气较长;面色黑青、如铅色;绝食不欲纳,若偶进食,则季肋胀满,呃出胆汁性、酸腐恶臭之气。泛恶,干呕,腹泻多属胆汁性、黏稠且量微之物。诸般病苦与日俱增;神志虽不甚谵妄,却迟钝、恍惚、昏愦;极度怠惰迟疑,四肢厥冷,震颤,寒战,痉挛性虚逆呃忒,发黄疸,溢出纯胆汁,周身尽染胆色。而若其甚而于七日之前显现,亦曾致其他众多之人殒命。 凡借由大出血、或倾泻多量胆汁之腹泻、或频频排出纯而不杂之小便而换得免死者,过三周后,其肝脏遂化脓成痈。若历经极久仍未化脓成痈,则终成不治之水肿。彼等烦渴引饮却饮水极少,形骸枯槁,脂肪销蚀;嗜食酸物,口中无味。 此疾乃秋季由成熟果品过多及杂食不化所滋生;就年龄而言,壮年尤甚于诸期。

语法注4 条
  1. 2.7τῶν ἀπὸ καρδίης

    比较属格,受后文比较级副词 ὠκύτερον 与 ἐπιπονώτερον 支配,意为“相较于因心脏之疾而亡者”。

  2. 2.7φθάνει γὰρ ἐξελθὼν τοῦ ζῆν ὥνθρωπος

    动词 φθάνω 配合补充性分词 ἐξελθών 的惯用句式,表示“人在(炎症波及要害)之前便已丧命”,用以解释患者往往在重要部位的大范围炎症持续发作之前便已速死。

  3. 2.7ἐς τὴν κατʼ ἴξιν κληΐδα

    介词短语 κατʼ ἴξιν(沿同一直线的、同侧对应的)带冠词 τὴν 定语修饰 κληΐδα,准确指涉沿同一垂直线放射至同侧(右侧)锁骨的牵涉痛(膈神经放射痛)。

  4. 2.7τὸν ὄλεθρον διηλλάξαντο

    中动动词 διαλλάσσω(交换)带宾格 τὸν ὄλεθρον,与前面的方式/交换与格(αἱμορραγίῃ 等)配合,构成“以大出血等换免一死”的比喻性惯用表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg001.humanitext-grc2:2.7