- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg001.humanitext-grc2:2.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本章论述肠梗阻(肠结)与结肠痛,阐明病名渊源、消化不良与疝气等诱因、易发年龄与季节、自剧烈绞痛至呕吐粪便之危重症候演变,以及小肠与大肠在疼痛性质及预后上的差异。
Κεφ. ς. περὶ Εἱλεοῦ. ἐντέροισι γίγνεται μὲν φλεγμονὴ, ὀδύνην ὀλεθρίην ἐμποιοῦσα. θνήσκουσι γὰρ μυρίοι στρόφοισι καρτεροῖσι· ἐγγίγνεται δὲ καὶ πνεῦμα ψυχρὸν, ἀργὸν, οὔτε κάτω περῆσαι Ῥηΐδιον οὔτε ἄνω ἀνελθέμεναι·1 μίμνει δὲ ἐπιπολὺ ἑλισσόμενον ἐν ὀλίγῃσι τῶν ἄνω ἑλίξεσι· τοὔνεκεν καὶ τὸ πάθος ἐπίκλησιν ἔσχεν εἵλεόν. κἢν πρὸς τοῖς στρόφοις δὲ καὶ πίεσις καὶ μάλθαξις τῶν ἐντέρων ἔῃ, καὶ πουλὺ τὸ ὑπογάστριον ὑπερίσχῃ, χορδαψὸς τὸ τοιοῦτόν ἐστι οὔνομα· ἕψησις μὲν γὰρ ἡ μάλθαξις· χορδὴ δὲ ἐντέρων ἐπώνυμον. καὶ γὰρ καὶ ἐπιχορδίδα τὸ μεσεντέριον ἐκίκλησκον οἱ πρόσθεν, τά τε μεσηγὺ νεῦρα καὶ τὰ ἀγγεῖα καὶ τοὺς ὑμένας τοὺς ἀνοχῆας τῶν ἐντέρων. αἰτίη τοῦ εἱλεοῦ συνεχὴς μὲν διαφθορὴ σιτίων πολλῶν τε καὶ ποικίλων καὶ οὐ ξυνηθέων, καὶ ἄλλη ἐπʼ ἄλλῃ ἀπεψίη, μάλιστα δʼ ἐπὶ τοῖσι εἱλεώδεσι, ὁκοῖόν τι μελὰν σηπίης. οὐκ ἀδόκητος δὲ πληγὴ, ἢ ψύξις, ἢ ψυχροποσίη ἐφʼ ἱδρῶτι, ἄδην ἢ χανδόν· καὶ οἷσι δὲ ἔντερον ἐς τὸν ὄσχεον ξὺν κόπρῳ κατέβη, καὶ οὐκ ἀνώσθη ἐς τὴν κοιλίην, ἀλλʼ ἀνελήφθη βίῃ, τουτέοισι ἔθος ἐπιφλεγμαίνειν τὰ κάτω ἔντερα.2 ξύνηθες δὲ τὸ πάθος παιδίοισι, οἷσίπερ ἂν καὶ ἀπεψίη ᾖ, καὶ τὸ βλάβος διαδιδράσκουσι μᾶλλον διά τε τὸ ἔθος καὶ τὴν ὑγρότητα τῶν ἐντέρων· ὀλισθηρὰ γάρ· γέροντες δὲ οὐ μάλα μὲν πάσχουσι, περιγίγνονται δὲ ἥκιστα. ὥρη θέρεος τίκτει μᾶλλον ἦρος, φθινόπωρον δὲ χειμῶνος, ἀμφοῖν δὲ ἐπὶ μᾶλλον θέρος. πολλοὶ μὲν οὖν ἐπὶ τούτοισι στρόφοισι θνήσκουσι αὐτίκα· μετεξετέροισι δὲ καὶ πῦον ἐγγίγνεται, καὶ αὖθις μελανθὲν τότε τὸ ἔντερον καὶ διασαπὲν ἐξέπεσε, καὶ οὕτως ἐξέλιπον. ξύνεστι δὲ αὐτέοισι, εἰ μὲν ἐπιεικὴς εἱλεὸς εἴη, πόνος ἑλισσόμενος, στομάχου πλάδος, ἔκλυσις, μαλακίη, ἐρεύξιες κεναὶ καὶ οὐδὲν ὠφελοῦσαι, κοιλίη ὑποβορβορίζουσα φύσῃσι, ὁδοιπορίη μεσφὶ ἕδρης, διέξοδοι δὲ ἀτελέες. ἢν δὲ ἐπίτασιν ἴσχῃ ὁ εἱλεὸς, πάντων ἄνω ἡ φορὴ, πνευμάτων, φλέγματος, χολῆς. ἐμοῦσι γοῦν τάδε· ἔξωχροι, ψυχροὶ τὸ πᾶν σκῆνος· πόνος πουλὺς, ἀναπνοὴ κακὴ, διψαλέοι· ἢν δὲ καὶ θνήσκειν μέλλωσι, ἱδρὼς ψυχρὸς, δυσουρίη, ἕδρη ἀπολελημμένη, ὡς μηδὲ ἰσχνὸν ἔλασμα διελάσαι·3 κόπρων ἔμετοι, ὥνθρωποι ἄφωνοι, σφυγμοὶ πρόσθεν μὲν ἀραιοὶ, σμικροί· πρὸ θανάτου δὲ σμικρότατοι, καὶ πυκνότατοι καὶ ἐκλείποντες. τάδε μὲν οὖν τοῖσι λεπτοῖσι ἐντέροισι ξυμπίπτει. ἀτὰρ καὶ κώλῳ τὰ αὐτὰ πάθεα γίγνεται, καὶ τὰ ξυνόντα ὅμοια, καὶ ἡ αὐτὴ συμφορή. τουτέων δὲ μετεξέτεροι διαδιδράσκουσί κοτε, ἢν πῦον ἐγγένηται τῷ κώλῳ. αἰτίη δὲ τὸ βάθος τὸ σαρκοειδὲς τοῦ ἐντέρου. πόνος δὲ ἰσχνὸς μὲν, ἠδὲ ὀξὺς ἐπὶ τοῖσι λεπτοῖσι ἐντέροισι, πλάτος δὲ καὶ βάρος ἴσχων ἐπὶ τῷ κώλῳ. διαΐσσει δὲ ὁ πόνος, ἄλλοτε μὲν ἐπὶ τῇσι πλευρῇσι, εὖτε φαντασίη ἐγγίγνεται πλευρίτιδος· καὶ γὰρ καὶ πυρεταίνουσι οἵδε· ἄλλοτε δὲ ὑπὸ τῇσι νοθῇσι ἐνθάδε καὶ ἔνθα, ὡς δοκέειν τὴν ὀδύνην ἥπατος ἢ σπληνὸς ἔμμεναι· αὖθίς κοτε ἐν τοῖσι κενεῶσι, πολλὸν γὰρ τὸ κῶλον καὶ πάντη ἕλικας ποιεύμενον· μετεξετέροισι δὲ καὶ ἐς τὸ ἱερὸν ὀστέον ἐρείδει, καὶ ἐς μηροὺς, καὶ διδύμων κρεμαστῆρας. ἐπὶ δὲ τοῖσι κωλικοῖσι ἔμετοι πλεῦνες κενοὶ, τὰ δὲ ἐμεύμενα λεπτὰ, χολώδεα, ἐλαιοειδέα. ἔστι δὲ ὁ ἐντεῦθεν κίνδυνος τοσόνδε ἀσινέστερος, ὁκόσον καὶ τὸ κῶλον τῶν λεπτῶν ἐντέρων σαρκοειδέστερον καὶ παχύτερον καὶ ἀνεξικακώτερον.4
第六章论肠梗阻 肠道发生炎症,引起致命剧痛;盖因剧烈绞痛而丧命者不可胜数。体内亦生出阴冷滞塞之气,既不易向下排出,亦不易向上逆行;它长久盘旋滞留于上方少数肠褶之中,故此疾患得名“肠梗阻”。若除绞痛之外,兼有肠道之受压与软化,且少腹明显隆起,则此等病症名曰“肠结”;盖软化即谓煮熟,而“弦”乃肠之异称。事实上,古人亦将肠系膜,连同维系肠道之中间筋腱、血管与薄膜,统称为“弦上膜”。 肠梗阻之病因,乃是过多、繁杂且不习用之食物相续腐败,食积层出不穷,尤以进食具阻塞性质之物(如乌贼墨)为甚。受击、受寒,或出汗之后贪饮暴饮冷水,亦非意外〔之因〕。凡肠道携粪便坠入阴囊,未能推回腹中而遭强行拉回者,其下部肠道往往发炎。此疾多见于孩童,彼等常有积食,然因习惯与肠道之津润滑利,反倒更易免于大害;老年人虽不常患此,一旦罹患却极难生还。就季节而言,夏甚于春,秋甚于冬,而夏日尤甚于二者。 故而多数人发此绞痛即刻殒命;亦有人肠中化脓,继而肠管发黑坏疽脱落,遂以此告终。若属轻症肠梗阻,其伴随症状为盘旋作痛、胃中多湿、虚脱、倦怠、空虚而毫无益处之呃气、腹内风气漉漉作响、虽下行至肛门而排便不畅。 若肠梗阻转剧,一切风气、黏液与胆汁皆向上奔涌;彼等遂吐出此等物质。面色惨白,周身冰冷,剧痛难忍,呼吸促迫,烦渴引饮。 若濒临死亡,则冷汗淋漓,小便难,肛门紧闭至薄片亦不能穿透,呕吐粪便,患者失音,脉象初时迟缓细小,临死之际则极细极数且间歇欲绝。此皆发于小肠者也。 然结肠亦生同样疾患,兼随之症亦复相似,其灾殃同出一辙。然结肠化脓者,患者偶有逃脱一死之时,其缘由乃因该肠壁厚而富于肉质。小肠之痛局限而锐烈,结肠之痛则弥漫而沉重。其痛游走不定,时而窜至肋部,以致看似胸膜炎之象(彼等亦确有发热);时而窜至两侧季肋之下,宛若痛在肝脾;时而又窜至两侧胁腹,盖结肠硕大且周回曲折;于某些患者,痛势更下压骶骨、大腿及睾丸提睾肌。结肠痛患者干呕更为频仍,所吐之物清稀、多胆汁且如油脂。由此产生之险境,因结肠较小肠更富肉质、更为肥厚且更耐受病患,故其危害亦相应减轻。
- 2.6οὔτε κάτω περῆσαι Ῥηΐδιον οὔτε ἄνω ἀνελθέμεναι
不定式 περῆσαι 与 ἀνελθέμεναι(史诗/爱奥尼亚方言形式,相当于 ἀνελθεῖν)作为说明性不定式(epexegetic infinitive),用以限定谓语形容词 ῥηΐδιον(爱奥尼亚方言形式,即 ῥᾴδιον),意为“既不易向下穿行,亦不易向上逆行”。
- 2.6καὶ οἷσι δὲ ἔντερον ἐς τὸν ὄσχεον ξὺν κόπρῳ κατέβη, καὶ οὐκ ἀνώσθη ἐς τὴν κοιλίην, ἀλλʼ ἀνελήφθη βίῃ, τουτέοισι ἔθος ἐπιφλεγμαίνειν τὰ κάτω ἔντερα
由与格关系代词 οἷσι 引导的关系从句在主句中由指示代词与格 τουτέοισι 所承接。主句谓语为非人称结构 ἔθος [ἐστί] 搭配不定式 ἐπιφλεγμαίνειν,τουτέοισι 为表示相关人物的关系与格(“在这些人身上,下部肠道发炎乃是常态”),τὰ κάτω ἔντερα 则充当不及物不定式 ἐπιφλεγμαίνειν 的宾格主语。
- 2.6ὡς μηδὲ ἰσχνὸν ἔλασμα διελάσαι
连词 ὡς 搭配不定式 διελάσαι 构成表示结果的从句(“乃至薄片亦不能穿透”)。此处选用否定词 μηδέ 而非 οὐδέ,符合结果从句中不定式搭配 μή 的语法惯例,具体说明前文分词 ἀπολελημμένη(闭塞、阻绝)所达到的严重程度。
- 2.6ἔστι δὲ ὁ ἐντεῦθεν κίνδυνος τοσόνδε ἀσινέστερος, ὁκόσον καὶ τὸ κῶλον τῶν λεπτῶν ἐντέρων σαρκοειδέστερον καὶ παχύτερον καὶ ἀνεξικακώτερον
由相关副词 τοσόνδε... ὁκόσον(爱奥尼亚方言,相当于阿提卡方言的 τοσούτῳ... ὅσῳ)构成的程度比较从句,意为“……到何种程度,其危害便相应减轻到何种程度”。主句的比较级形容词 ἀσινέστερος(危害较轻)与从句中的三个比较级(更富肉质、更厚、更能耐受)相呼应,表明大肠的解剖耐受性与危险程度呈反比。
