← 阿莱泰乌斯

论急性疾病的病因和症状

§2.4-2.5

灼热热之极期转归与霍乱病理

第四章论述灼热热之加剧、极盛而反转为脱症之过程,以及临终患者感官澄明与预言之能;第五章则论述霍乱之病理机制、上下剧烈排泄之演变、临终痉挛与衰竭,并言及其发病季节与年龄倾向。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4

Κεφ. δʼ. περὶ Καύσων. πῦρ μὲν πάντη καὶ δριμὺ καὶ λεπτὸν, μάλιστα δὲ τὰ εἴσω· ἀναπνοὴ θερμὴ, ὡς ἐκ πυρὸς, ἠέρος ὁλκὴ μεγάλη, ψυχροῦ ἐπιθυμίη, γλώσσης ξηρότης, αὐασμὸς χειλέων καὶ δέρματος, ἄκρεα ψυχρὰ, οὖρα χολόβαφα κατακορέως, ἀγρυπνίη, σφυγμοὶ πυκνοὶ, σμικροὶ, ἔκλυτοι· ὀφθαλμοὶ εὐαγέες, λαμπροὶ, ὑπέρυθροι· προσώπου εὐχροίη. ἢν δὲ ἐπὶ μᾶλλον αὔξῃ τὸ πάθος, μέζω τὰ πάντα καὶ κακίω· σφυγμοὶ σμικρότατοι καὶ πυκνότατοι, πῦρ ξηρότατον καὶ δριμύτατον, γνώμη παράφορος, πάντων ἀγνωσίη, διψώδεες, ψαῦσαι ψυχροῦ ἐπιθυμίη, τοίχου, ἐσθῆτος, ἐδάφεος, ὑγροῦ· χεῖρες ψυχραὶ, θέναρα θερμότατα, ὄνυχες πελιδνοὶ, ἀναπνοὴ πυκινὴ, νοτὶς περὶ μέτωπα καὶ κληΐδας. ἢν δὲ ἐς ἄκρον ξηρότητος καὶ θερμασίης ἥκῃ ἡ φύσις, τὸ μὲν θερμὸν ἐς ψυχρὸν, ὁ δὲ αὐχμὸς ἐς ἐπομβρίην τρέπεται. αἱ γὰρ τῶν πρηγμάτων ἐς τὸ ἔσχατον ἐπιτάσιες εἰς τὴν ἐναντίην μεταβάλλουσι ἰδέην.1 ἐπὴν οὖν λυθῇ τῆς φύσιος τὰ δεσμὰ, τόδε ἐστὶ ἡ συγκοπὴ, τότε ἱδρὼς ἄσχετος πάντη τοῦ σώματος, ἀναπνοὴ ψυχρὴ, ἀτμὸς ἀνὰ Ῥῖνας πουλὺς, ἄδιψοι, ἐξήρανται γὰρ τά τʼ ἄλλα, ἀτὰρ καὶ τὰ ἄλλα διψαλέα ὄργανα, στόμα, στόμαχος· οὖρα λεπτὰ, ὑδατώδεα· κοιλίη τὰ πολλὰ μὲν ξηρὴ, ἔστι δὲ καὶ οἷσι ὑποφέρει βραχέα χολώδεα, πουλὺς πλάδος, διαρρέει δὲ καὶ τὰ ὀστέα λυόμενα· καὶ ἀπὸ πάντων ὡς ἐν ποταμῷ ἐς τὰ ἔξω ἡ φορή. ψυχῆς κατάστασις, αἴσθησις σύμπασα καθαρὴ, διάνοια λεπτὴ, γνώμη μαντική. προγιγνώσκουσι μὲν οὖν πρώτιστα μὲν ὡυτέοισι τοῦ βίου τὴν μεταλλαγήν· ἔπειτα τοῖσι παρεοῦσι προλέγουσι τὰ αὖθις ἐσόμενα· οἱ δὲ αὐτέους μὲν ἔσθʼ ὅτε καὶ ἀλλοφάσσειν δοκέουσι·2 τῇ ἀποβάσι δὲ τῶν εἰρημένων θωϋμάζουσι ὥνθρωποι. μετεξέτεροι δὲ καὶ προσλαλέουσι τῶν κατοιχομένων τισὶ, τάχα μὲν παρεόντας ὁρεῦντες αὐτοὶ μοῦνοι, ὑπὸ λεπτῆς καὶ καθαρῆς αἰσθήσιος, τάχα δʼ αὐτῶν τῆς ψυχῆς προγιγνωσκούσης, καὶ διηγευμένης τοὺς ἄνδρας οἷσι ξυνέσονται. πρόσθεν μὲν γὰρ ἐν τοῖσι ὑγροῖσι ὡς ἐν ἰλύϊ ἔνην καὶ ζόφῳ. ἐπεὶ δὲ τάδε ἐξήντλησε ἡ νοῦσος, καὶ ἀπὸ τῶν ὀφθαλμῶν τὴν ἀχλὺν ἕλε, ὁρέουσι τά τε ἐν τῷ ἠέρι, καὶ γυμνῇ τῇ ψυχῇ γίγνονται μάντιες ἀτρεκέες· οἱ δὲ ἐς τοσόνδε λεπτότητος ὑγρῶν καὶ τῆς γνώμης ἀφιγμένοι οὐ μάλα τοι περιγίγνονται, ἐξηερωμένης ἤδη τῆς ζωτικῆς δυνάμιος.

第四章论灼热热 热邪通体充斥,既辛烈又微细,而以内脏为甚;呼吸炽热如火喷涌,极欲吸纳空气,渴求寒凉,舌苔干涸,唇皮焦枯,四肢末端冰冷,小便深染胆汁之色,辗转不寐,脉象频急、细小而微弱;双目清澈明亮,微带赤色,面容气色尚佳。 若病情进一步加剧,则诸症皆大为恶化:脉搏极细极数,热势极燥极烈,神识狂乱,人事不省,烦渴引饮,极欲触抚寒凉之物,如墙壁、衣物、地面或湿冷之水;双手冰冷,手心却炽热,指甲青紫,呼吸促迫,额头与锁骨周围涔涔有汗。 然而,若自然本性达于燥热之极顶,则热反化寒,亢旱反化霖雨。 盖万物激化至其极致者,必转入其相反之形相。故当自然本性之纽带涣散之时——此即所谓脱症——周身遂大汗淋漓不能自止,呼气冰冷,鼻孔蒸出大量水汽,口反不渴;盖除他处之外,连司渴之器官如口、胃亦已枯竭殆尽。尿液清淡如水;肠道多半干结,然亦有人排出少量胆汁质物,体内满是淫液,乃至骨骼亦消融流溢;周身之物直如江河奔泻于体外。 至于其灵魂之状态,一切感官尽皆澄明,心思敏锐,心智具先知之能。彼等首先预知自己生命之终结,继而向身旁之人预言后世必成之事。在侧之人有时甚至以为其在妄语,然及至所言应验,众人无不惊骇神异。更有甚者,亦有人向某些已故之人交谈,或许是彼等凭其敏锐纯净之知觉,唯彼等独见故人现身,又或许是彼等之灵魂预知并描述彼等即将与之结伴之人。盖往昔灵魂困阻于津液之中,如处泥淖幽暗之间;及至疾患将此等排汲殆尽,除去其眼前之重翳,彼等遂见空中之物,凭其赤裸之灵魂成为确切之先知。然达于体液与智力如此希薄澄莹之境者,绝难再生,盖其生命之机能已然蒸散矣。

§2.5

Κεφ. ε. περὶ Χολέρης. Ἡ χολέρη παλίνορσός ἐστι φορὴ τῆς ὕλης τῆς ἐν τῳ παντὶ ἐς τὸν στόμαχον καὶ τὴν κοιλίην καὶ τὰ ἔντερα, ὀξύτατον κακόν· διεκθέει δὲ ὕπερθεν μὲν ἐς ἔμετον τὰ ἐν τῷ στομάχῳ ἁλιζόμενα· διὰ δὲ τῆς κάτω διεξόδου τὰ ἐν τῇ κοιλίῃ καὶ τοῖς ἐντέροις ὑγρά. ἰδέην δὲ τὰ πρῶτα μὲν ὑδατώδεα τὰ διʼ ἐμέτου, τὰ δὲ διʼ ἕδρης κόπρανα ὑγρὰ, δυσώδεα· ἀπέψιες γὰρ ξυνεχέες αἱ τῆσδε προφάσιες· ἢν δὲ τάδε ἀποκλυσθῇ, φλεγματώδεα, ἔπειτα χολώδεα· τὰ πρῶτα μὲν Ῥηϊδίως, ἀπόνως· ἔπειτα δὲ ξὺν ἐντάσεσι μὲν ὁ στόμαχος, γαστὴρ δὲ μετὰ στρόφων. ἢν δὲ ἐς τὸ κάκιον ἐπιδιδῷ, καὶ στρόφοι μείζονες, λειποθυμίη, ἔκλυσις μελέων, ἀπορίη, ἀποσιτίη· ἢν δὲ καί τι προσενέγκωνται, πολλῷ Ῥοίζῳ ξὺν ναυτίῃ ἐς ἔμετον διεκθέει ξανθὴ χολὴ κατακορέως καὶ τὰ διαχωρήματα ὅμοια· σπασμοὶ, ξυνολκαὶ μυῶν τῶν ἐν τῇ κνήμῃ καὶ βραχιόνων· δάκτυλοι καμπύλοι, σκοτόδινος, λὺγξ, ὄνυχες πελιδνοὶ, κατάψυξις, ἄκρεα ψυχρὰ, καὶ τὸ ὅλον Ῥιγώδεες. ἢν δὲ ἐς τελευτὴν ἥκῃ τὸ κακὸν, ἀτὰρ ἱδροῖ ὥνθρωπος, χολὴ μέλαινα ἄνω καὶ κάτω. οὖρα σχεθεῖσα κύστις ὑπὸ σπασμοῦ·3 ἀλλʼ οὐδὲ οὖρον ἁλίζεται ὑπὸ τῆς ἐς τὸ ἔντερον τῶν ὑγρῶν μετοχετεύσεως· ἀφωνίη, σφυγμοὶ σμικρότατοι καὶ πυκνότατοι, ὁκόσοι ἐπὶ ξυγκοπῇ· ἐντάσιες ἐμέτου ξυνεχέες κενεαὶ, προθυμίαι τεινεσμώδεες, ξηραὶ, ἄχυλοι· θάνατος ἐπώδυνος καὶ οἴκτιστος, σπασμῷ καὶ πνιγὶ καὶ ἐμέτῳ κενῷ. φέρει μὲν τὸ πάθος ὥρη μὲν θέρεος, δεύτερον δὲ φθινόπωρον, ἦρ ἧσσον, χειμὼν ἥκιστα· ἡλικίαι δὲ, αἱ τῶν νέων καὶ ἀκμαζόντων· γῆρας ἥκιστα, παιδία δὲ τουτέων μᾶλλον, ἀλλʼ οὐ θανατώδεα.

第五章论霍乱 霍乱乃是周身之物质逆流向胃、腹与肠道,为极暴急之祸患。积聚于胃中之物向上奔突而成呕吐,而在腹与肠中之津液则由下窍夺门而出。其初发之状,由吐而出者如水,自肛门泄出者为稀薄恶臭之粪便;盖宿食不消相续不绝,乃此病之由。待此等涤除净尽,所出则为黏液,继而为胆汁;起初尚觉容易无痛,其后胃部则伴痉挛紧缩,腹部则伴绞痛。 若病势更趋险恶,则绞痛益剧,昏厥、肢体瘫软、困厄窘迫、绝食不纳。纵或勉强进食,亦随剧烈奔涌与恶心而呕吐而出,尽是深黄胆汁,下泄之物亦复如是。更有痉挛、小腿与臂膊之肌肉拘急抽搐,指节蜷曲,目眩,呃逆,指甲发绀,通体冰冷,肢端厥逆,通身颤栗。 若大祸临头直趋死境,其人则涔涔汗出,黑胆汁上下交迸。膀胱因痉挛而尿闭;然因津液尽皆改道倾注于肠道,小便亦无可蓄积。失音不语,脉搏极细极数,犹如脱症之时。呕吐连连而干呕无物,里急后重,燥涸无津;终因痉挛、窒息与干呕而遭逢剧痛可悯之死亡。 催发此疾之季节,以夏季为先,秋季次之,春季较少,冬季最罕。就年龄而言,好发于年轻与强盛之年,老年最少见,孩童虽多于老年,却不至致命。

语法注3 条
  1. 2.4αἱ γὰρ τῶν πρηγμάτων ἐς τὸ ἔσχατον ἐπιτάσιες εἰς τὴν ἐναντίην μεταβάλλουσι ἰδέην

    动词 μεταβάλλουσι 在此作不及物动词用,意为“(主语)转入、变成”。主语为复数名词短语 αἱ... ἐπιτάσιες(“激化、极盛”),介词短语 εἰς τὴν ἐναντίην... ἰδέην 则指示其转变所趋向的相反状态。

  2. 2.4οἱ δὲ αὐτέους μὲν ἔσθʼ ὅτε καὶ ἀλλοφάσσειν δοκέουσι

    动词 δοκέουσι 在此并非作“看似/被认为”(人称被动含义)解,而是作及物动词解,意为“(某人)认为/判定”。主语为指代在旁侍候之人的 οἱ δέ,而 αὐτέους 则是不定式 ἀλλοφάσσειν(“妄语、胡言乱语”)的逻辑主语(构成宾格不定式结构)。

  3. 2.5οὖρα σχεθεῖσα κύστις ὑπὸ σπασμοῦ

    复数宾格 οὖρα 在此充当关系宾格(说明性宾格),修饰被动分词 σχεθεῖσα(“就尿液而言受阻/被拘禁”)。名词 κύστις 为主格主语,指膀胱因痉挛而在排尿方面受到阻闭。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg001.humanitext-grc2:2.4-2.5