- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg001.humanitext-grc2:2.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论证脱症乃是心脏与生命机能之疾而非胃疾,援引其心脏病候及患者神智特异之明晰为证,并将其本质界定为寒湿导致的机体张力之涣散。
Κεφ. γ. περὶ Συγκοπῆς. εὖ γε ὅλως ὁ ἰητρὸς, ἠδὲ ὁ δημότης, εὖ γε ἐπικλήσιος τοῦδε τοῦ πάθεος.1 ὠκυτάτου κακοῦ ἐστι οὔνομα· τί μὲν γὰρ μέζον ἢ ὠκύτερον συγκοπῆς δυνάμιος; τί δὲ οὔνομα ἕτερον εἰς ἐπίκλησιν τοῦδε τοῦ πράγματος μᾶλλον εὔσημον; τί δὲ καρδίης ἄλλο καιριώτερον ἐς ζωὴν ἢ ἐς θάνατον; οὐδὲ τὴν συγκοπὴν ἄπιστον τῆς καρδίης νοῦσον ἔμμεναι, ἢ αὐτὴν σίνος τῆς ἐν αὐτέῃ τοῦ ζῆν δυνάμιος· τόσον τε τάχος τοῦ ὀλέθρου, τοιήδε καὶ ἰδέη. ἔστι γὰρ τὸ πάθος λύσις τῶν δεσμῶν τῆς εἰς ζωὴν δυνάμιος, ἀντίξουν τῇ συστάσει τοῦ ἀνθρώπου ἐόν. τῆσδε γὰρ ἀπρὶξ λαβόμενον οὐ μεθίησι, ἀλλʼ ἐς διάλυσιν τρέπει. καὶ οὐ μέγα τὸ θώϋμα. καὶ γὰρ καὶ ἕτερα πάθεα ἴδια καὶ ἐπίκαιρά τινων μερέων ἐστὶ, οἷσίπερ ἐμφύνει, καὶ τουτέων ἐξάπτεται· βουβῶνες μὲν οἱ λοιμώδεες καὶ σφόδρα κακοήθεες ἐξ ἥπατος ἐξ ἄλλου δὲ γίγνονται οὐδενός. νεύρων δὲ τέτανος, ἐπιληψίη δὲ κεφαλῆς. ὧδε οὖν καὶ ἡ συγκοπὴ καρδίης ἐστὶ καὶ ζωῆς νοῦσος. ὁκόσοι δὲ στομάχου ἡγέονται τὸ πάθος ἔμμεναι, οὕνεκα σιτίοισί τε καὶ οἴνῳ, μετεξετέροισι δὲ καὶ ψυχρῷ, ἡ δύναμις ἐστάθη, καὶ τὸ κακὸν ἐξηλάθη, οἱ δέ μοι δοκέουσι καὶ τὴν φρενῖτιν τριχῶν τῆς κεφαλῆς, καὶ τοῦ δέρματος νοῦσον ἡγέεσθαι,2 οὕνεκεν κουρῇ καὶ τέγξι αὐτέων Ῥηίζουσι οἱ φρενιτι κοί. ἀλλὰ γὰρ τῆς καρδίης γειτόνημα καίριόν ἐστι ὁ στόμαχος, ἐξ οὗπερ ἕλκει ἡ καρδίη οἰκεῖον ἢ ἀξύμφορον. καὶ γὰρ καὶ διὰ πνεύμονος ἕλκει πνεῦμα εἰς ἀναπνοὴν ἡ καρδίη, ἀλλʼ οὐχὶ πνεύμων ἐξ ἴσης ἀρχῆς ἀναπνέει. οὐ γὰρ ἐν τοῖσι ὀργάνοισι αἱ δυνάμιες, ἀλλʼ ἔνθα ἀρχὴ ζωῆς ἦν καὶ ἰσχύος. στόμαχος δὲ οὔτε ἀρχὴ οὔτε χωρίον ζωῆς· βλαβήσεται δέ τις διὰ ἀτονίην. καὶ γὰρ καὶ τὰ καρδιοβόλα βρώματα οὐ τὸν στόμαχον σίνεται, ἀλλὰ διʼ αὐτέου τὴν καρδίην· ἐπεὶ καὶ οἱ ἐπὶ τοῖσδε θνήσκοντες σημεῖα ἴσχουσι καρδίης πάθεος, σφυγμοὺς μικροὺς, ἀδρανέας, πάταγον τῆς καρδίης, ἐπὶ πηδήσι καρτερῇ, σκοτόδινος, λειποθυμίη, νάρκη, καὶ παρέσιες μελέων, ἱδρὼς ἄσχετος, πουλὺς, ψύξις ὅλου, ἀναισθησίη, ἀφωνίη. ποῦ δὴ τὸν στόμαχον πάσχειν τάδε;3 ἅττα δὲ αὐτέου ἴδια, ναυτίη, ἔμετος, ἀποσιτίη, λὺγξ, ἐρεύξιες, ὀξυρεγμίη· ἐπὶ δὲ τοῖσι καρδιώσσουσι καὶ αἰσθήσι ὀξύτεροι, ὡς ἰδεῖν καὶ ἀκοῦσαι μᾶλλον ἢ πρόσθεν, καὶ γνώμῃ εὐσταθέστεροι, καὶ ψυχῇ καθαρώτεροι, καὶ τάδε οὐκ εἰς τὰ παρεόντα μοῦνον, καὶ ἐς τὰ μέλλοντα μάντιες ἀτρεκέες. μὴ οὖν καὶ αἵδε στομάχου αἱ δυνάμιες, ἀλλὰ καρδίης, ἔνθα καὶ ἡ ψυχὴ καὶ ἡ φύσις αὐτέης, εἰς ἣν καὶ τὸ πάθος ᾖ τῶν τῇδε δυνάμεων. ἔστι δὲ ἡ τῆς νούσου ἰδέη ἔκλυσις τοῦ τόνου τῆς φύσιος ἐπʼ αἰτίῃ ψύξι καὶ ὑγρότητι.4 καὶ γὰρ ἄθερμοι, καὶ τὰ εἴσω καὶ τὰ ἔξω, καὶ ἄδιψοι· καὶ ψυχρὸν ἀναπνέουσι, κἢν ἐκ μεγάλων καὶ καυσωδέων ἐστὶ πυρετῶν, ἐξ ὧνπερ ἐξάπτεται ἡ ξυγκοπή. εὖτε μὲν γὰρ ἔρρωται ἡ φύσις, καί ἐστιν εὔκρατος, πάντων μὲν κρατέει, πᾶσι δὲ σημαίνει, καὶ ὑγρῷ, καὶ πνεύματι, καὶ στερεοῖσι, καὶ τῇ τούτων εὐταξίῃ καὶ ξυμμετρίῃ ἐς ζωὴν διέπει τὸν ἄνθρωπον· ἢν δὲ τῆς φύσιος ὁ δεσμὸς, τουτέστι ὁ τόνος, λυθῇ, τότε γίγνεται τὸ πάθος. κατάρχει δὲ αὐτέου καῦσος, ὅς ἐστι τοιόσδε.
第三章论脱症 医者与常人对此病症之定名,可谓极为确切;盖此乃一种极迅疾之祸患之名。实则何物较脱症之力更为浩大,或更为迅速?又有何等名称更能明晰昭示此等病情?于生死之间,复有何物较心脏更为关键?是故,脱症为心脏之疾患,抑或脱症本身即是对居于心内之生命机能之损伤,绝非难以置信;其毁灭之迅疾如此,其形貌亦复如是。盖此病症乃是解体导向生命之机能之纽带,且与人体之构造相敌对;盖其一旦死死抓住此等机能,便不肯松脱,反令其趋于崩解。此亦不足为奇;盖其他病患亦各有其所寄生发端之特定部位,且为该部位所特有与要紧:疫疠而极恶性之腹股沟腺肿发于肝脏,而不自他处而生;破伤风属于筋腱,癫痫则属于头部。依此理,脱症亦为心脏与生命之病。至于因饮食、醇酒,或于某些人更藉冷饮而使力气得以复振、病邪得以驱除,遂以为此疾发于胃部者,在我看来,彼等亦当以为躁妄症乃头皮与毛发之疾患矣,只因躁妄者常因剃发与冷敷而得缓解也。然则胃者实乃心脏至关紧要之邻舍,心脏由彼汲取相宜或有害之物;盖心脏亦经由肺脏吸入呼吸之气,然肺脏之呼吸并非出自对等之始基;盖诸般机能并不在器官工具之中,而在于生命与力量始基所居之处。胃既非生命之始基,亦非生命之所在,纵使人可因胃之弛衰而受害。实则噬心之毒食所害者亦非胃,乃是藉由胃而害及心脏;盖因此等中毒而死者,皆见心脏受疾之征兆:脉搏微弱无力,心脏剧烈跳动并伴震颤,目眩、昏厥、麻木、肢体瘫软、大汗淋漓不能自止、通体冰冷、不知人事、失音不语。胃何尝遭受过此等苦痛?胃之特有症状乃是恶心、呕吐、厌食、呃逆、嗳气与泛酸;反之,心病患者官能更为敏锐,以致其视听更胜于往昔,心智更为镇定,灵魂更为清朗,且此等敏锐不仅见于当下之事,对于未来之事亦能如确切之先知。凡此诸般机能,岂能属于胃部?实乃属于心脏,盖灵魂及其本性皆在彼处,而此等病痛正是侵袭彼处之机能也。 此疾之征象,乃是由寒凉与湿润之因所致自然张力之涣散。盖病者内外皆无热气,亦无渴感;且其呼气冰冷,纵使〔此疾〕出自炽烈灼热之热病亦然,而脱症正是由此发端。盖当自然本性强盛而调和之时,则能驾驭万物,号令周身,不论津液、气息抑或坚质,皆以其秩序与匀称维系人之生命;然若自然之纽带——即其张力——一旦涣散,此病遂生。而先于此病发作者乃是灼热病,其状如下。
- 2.3εὖ γε ἐπικλήσιος τοῦδε τοῦ πάθεος
感叹副词短语 εὖ γε 支配表原因或方面的属格 ἐπικλήσιος(爱奥尼亚方言),意为“就此疾患之定名而言甚妙”。
- 2.3οἱ δέ μοι δοκέουσι καὶ τὴν φρενῖτιν τριχῶν τῆς κεφαλῆς, καὶ τοῦ δέρματος νοῦσον ἡγέεσθαι
前面由关系代词引导的从句 ὁκόσοι...(凡认为属胃病者)在此由主格代词 οἱ δέ 承接,并构成动词 δοκέω 的人称句式(主格与不定式:δοκέουσι ... ἡγέεσθαι),字面意为“在我看来,他们似乎也把……视为”。
- 2.3ποῦ δὴ τὸν στόμαχον πάσχειν τάδε;
在以疑问副词 ποῦ 引导的修辞性疑问句中使用的“宾格加不定式”结构,表达强烈的反问与否定:“胃何尝经受过此等苦痛?(绝不可能)”。
- 2.3ἐπʼ αἰτίῃ ψύξι καὶ ὑγρότητι
介词 ἐπί 支配表示原因的与格 αἰτίῃ,其后并列的与格 ψύξι(ψύξει 的爱奥尼亚方言形式)与 ὑγρότητι 作其同位语,说明具体原因,即“因寒与湿之故”。
