← 阿莱泰乌斯

论急性疾病的病因和症状

§2.2#3

依出血部位区分之血质与症状特征

作者详述了食管、胃、气管、肺、胸腔及肋膜等各喀血部位之症候与血质差异,分析了季节影响,并论及咯血带来的绝望心理与肺部无痛感的奇特现象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#3

Σημαντέοι δὲ καὶ οἱ τόποι,1 ἀφʼ ὧνπερ ἀνάγεται. ξυνὰ γὰρ πολλὰ σημεῖα, καὶ ἡ ἀπάτη Ῥηϊδίη, καὶ ἰητρίη ἑτέρη. ἀπὸ στομάχου μὲν οὖν οὔτε λίην ἐξ ἀραιώσιος ἀνάγεται· ἡ γὰρ τῶν βρωμάτων τε καὶ τῶν πομάτων ψύξις τε καὶ στύψις ἐς πύκνωσιν ἄγει τὰ μέρεα· ἀτὰρ οὐδὲ διαβρώσιες ξυνεχέες εἰσὶ, καί τοι μᾶλλον τῆς προτέρης· τὰ γὰρ ἀναδάκνοντα τῶν Ῥευμάτων οὐ προσίσχεται πολλὸν χρόνον, ἀλλʼ ἤ ἀπεπτύσθη, ἢ διηλάθη κάτω.2 συνηθεστέρη δὲ στομάχῳ ἐστὶν ἡ Ῥῆξις. εἰ οὖν ἀπορραγῇ κοτε, αἱμορραγίαι οὐ κάρτα μεγάλαι, ὁκοῖαι ἀπὸ θώρηκος. ἰσχνὰ γὰρ τῇδε τὰ φλεβία, σμικραὶ δὲ καὶ ἀρτηρίαι· ἰδέῃ δὲ τὸ αἷμα οὐ κάρτα μέλαν, ἢ ὑπόξανθον οὐ κατακορέως, λεῖον, ἢ σιάλοισι μεμιγμένον, ξὺν ναυτίῃ καὶ ἐμέτῳ ἀναφερόμενον. βὴξ μικρὴ, ἄλλοτε μὲν ξύν τῳ, ἄλλοτε δὲ μούνη ἄνευθεν ἀναγωγῆς· ξυνταλαιπωρέει γὰρ ἡ ἀρτηρίη τῷ στομάχῳ, παρατεταμένη καὶ ξυνημμένη· δῆξις, ἢ στύψις τοῦ ἕλκεος ἐπὶ τοῖσι καταπινομένοισι· πολλὸν δὲ μᾶλλον, ἢν ψυχρὰ κάρτα ἢ θερμὰ ἢ στρυφνὰ ἔῃ· ἐγγίγνεται δὲ καὶ πόνος τοῦ στομάχου, μετεξετέροισι δὲ μέσφι μεταφρένου· ἔμετοι φλεγματώδεες· ἐπαναφέρουσι δέ κοτε, ἐπὴν ἐς μῆκος ἡ νοῦσος ἐπιταθῇ, καὶ μέζων ἔῃ ἀποσιτίη, τουτέων πλῆθος πολύ· πυρετοὶ οὐ μάλα ξυνεχέες, ἀλλὰ Ῥεμβώδεες. ἀπὸ δὲ κοιλίης ἀνάγοιτο μέλαν καὶ πηγνύμενον, κἢν ἀπὸ ἀρτηρίης ᾖ· ἢν δὲ ἀπὸ φλεβὸς, πολλόν τι μελάντερον, πολλὸν δὲ καὶ παγετώτερον· ναυτίη πολλὴ καὶ ἔμετος φλεγμάτων καὶ χολωδέων, τοῖσι σιτίοισι συμμιγνύμενον τὸ αἷμα, ἢν προβεβρώκῃ ὥνθρωπος· ἐν γὰρ τῇ αὐτῇ χώρῃ ἄμφω ἅμα ἀλίζεται καὶ ἡ τροφὴ καὶ τὸ αἷμα. ἐξερεύξιες πολλαὶ, βρωμώδεες· κἢν μὲν πολλὴ ξυλλεγῇ, ἀπορίη, σκοτόδινος· ἢν δὲ ἐμεθῇ τάδε, Ῥηΐζουσι. ἔκλυτοι, καυσώδεες τὸ σύμπαν, πόνος ξυνεχὴς τῆς κοιλίης. ἀπὸ δὲ τῆς τρηχείης ἀρτηρίης μικρὸν καὶ σφόδρα ξανθὸν τὸ αἷμα καὶ ξὺν βηχὶ ἀνάγουσι· κἢν μὴ ἀνάγωσι δὲ, διηνεκέως βήσσουσι· αἴσθησις δὲ καὶ πόνου, ἔνθα ὁ βρόγχος, ἢ μικρόν τι νέρθεν ἢ ὕπερθεν· φωνὴν βραγχώδεες, ἀσαφέες· ἢν δὲ ἀπὸ πνεύμονος ᾖ, ἀθρόως ἡ ἀναγωγὴ, ἐπὶ δὲ μᾶλλον, εἰ ἐκ διαβρώσιος, ξὺν βηχὶ πολλῇ ξανθὸν κατακορέως, ἀφρῶδες, στρογγύλον, ὡς ἄλλην ἀπʼ ἄλλης ἀναγωγὴν διακεκρίσθαι· ἀλλὰ καὶ ἡ ἐν ξυνῷ ἀγγείῳ φορὴ τῶν τοῦ θώρηκος ἀναγομένων ἄλλη· καὶ διαστήσαις ἂν τὰ ξυμμεμιγμένα ἐκ παραθέσιος, ὡς ὄντα μέρεα θώρηκος· τὴς τὰ δὲ ἰδέην σαρκοει δέα δοκοίης ἂν πλεύμονος ἔμμεναι μέρεα. θώρηκος βάρος, ἀπονίη, ἐρύθημα προσώπου πολλόν τι μᾶλλον τουτέοισι. ἢν δὲ ἀπὸ θώρηκος ἐπανίῃ, ἐς τὸ πρόσθεν κατὰ τὸ στέρνον πόνος διασημαίνει τοῦ ἐρρωγότος μέρεος. βὴξ σύντονος καὶ μόλις ἀνάγουσα. τὸ δὲ αἷμα ξανθὸν οὐ κάρτα, μέσως παχὺ, ἄναφρον. ἢν δὲ καὶ πνεύμων ἐκ τῆς παρόδου ξυμπαθήσῃ, προσδιδοῖ τοῦ ἀφρώδεος· ὁδὸς γὰρ θώρηκος ἐς ἀρτηρίην πνεύμων. ἢν δὲ ἀπὸ πλευρῆς, ξὺν βηχὶ μὲν, μέλαν δὲ καὶ λεῖον, κάκοδμον, βρωμῶδες, ὁκοῖον τῆς σηπεδόνος, πόνος τῆς πλευρῆς ὀξύς. πολλοὶ γοῦν θνήσκουσι πλευριτικὸν τρόπον ξὺν πυρετῷ. ὥρη δὲ φέρει ὑγρὴ καὶ θερμή. τοιόνδε τὸ ὑγρὸν καὶ θερμὸν ἔαρ. δεύτερον τὸ θέρος· μετόπωρον ἧσσον, χειμὼν δὲ ἥκιστα· θνήσκουσι δὲ θέρους μὲν μάλιστα αἱμορραγίῃ· φλεγμοναὶ γὰρ οὐ κάρτα μεγάλαι γίγνονται τότε· ἔαρος δεύτερον, φλεγμονῇ καὶ πυρετοῖσι καυσώδεσι. φθινοπώρῳ δὲ ὡς ἐπίπαν Ῥηϊδίως φθόαι γίγνονται. ἀθρόον δὲ εἰρῆσθαι,3 ἐπὶ πάσῃ αἵματος ἀναγωγῇ, κἢν μικρὴ ἔῃ, κἢν ἤδη μεμύκῃ τὰ Ῥαγέντα, ἕπεται δυσθυμίη, δυσελπιστίη, ἀπόγνωσις τοῦ βίου. τίς γὰρ οὕτως εὐσταθὴς ὡς ὁρῆν μὲν ἑωυτὸν σφαγῇ ἴκελον πεπονθότα, μὴ ὀρρωδέῃ δὲ ἀμφὶ θανάτου; καὶ γὰρ καὶ τὰ μέζω τῶν ζῴων καὶ τὰ ἀλκιμώτερα, ὁκοῖον οἱ ταῦροι, αἱμορραγίῃ θνήσκουσι ὤκιστα. ἀλλὰ τόδε μὲν οὐ μέγα τὸ θώϋμα. θώϋμα δὲ μέγα τόδε. ἐπὶ γὰρ τῇ ἀπὸ πνεύμονος φορῇ μούνῃ χαλεπωτάτῃ ἐούσῃ οὐκ ἀπογιγνώσκουσι ἑωυτῶν οἱ ἄνθρωποι, κἢν ἐν τῷ ἐσχάτῳ ἔωσι. δοκέω δὲ ἔγωγε τὴν τοῦ πνεύμονος ἀπονίην αἰτίην ἔμμεναι· πόνος γὰρ κἢν σμικρὸς ἔῃ, θάνατον ὀρρωδέει· καὶ ἔστι ἐν τοῖσι πλείστοισι φοβερώτερος ἢ κακίων· ἀπονίη δὲ καὶ ἐν τοῖσι μεγάλοισι κακοῖσι, ἀφοβίη θανάτου, καὶ ἔστι κακίων ἢ φοβερωτέρη.4

血之喀出部位亦当予以指明;盖诸症候多有共通,极易致误,且疗法各异。来自食管者,不甚因疏松而喀出;盖饮食之寒凉与收敛使各部紧缩;侵蚀亦非常见,虽较前一种机理为多,因流注之辛蚀部分不至久留,旋即吐出或顺流而下。食管更常发生者乃破裂。若偶有破损破裂,其出血亦非甚大,不及胸廓所出者;盖此处细静脉甚纤细,小动脉亦微小;其血色非甚黑,或带微黄红而不甚深,平滑或夹杂唾沫,伴恶心呕吐而上涌。咳嗽轻微,或时伴咳出物,或时独咳而无喀血;盖气管与食管相伴且相连,受其牵累同患;对于吞咽之物,疮处有刺痛或收敛感;若物甚寒、甚热或极涩,则尤甚;食管亦生疼痛,偶有延及背胛之间者;呕吐物多痰涎;若病势迁延,绝食愈甚,则时有大量此类黏液上泛;发热不甚持续,而多游移无常。 若来自胃腔,则纵使来自动脉,亦咯出黑而易凝之血;若来自静脉,则色更为深黑,且更为坚结凝冻。多有剧烈恶心,呕吐痰涎与胆汁质物,若病者此前已进食,则血与食糜相混;盖食物与血液皆汇聚于同处。频频嗳气,气味恶臭;若积聚甚多,则心烦神乱、眩晕昏花;然若将此吐出,则觉轻快。周身虚软,通体如灼,胃部呈持续之疼痛。 若来自气管,则咳出之血量少且极呈黄红,伴咳嗽而出;纵不出血,亦频频咳嗽;气管所在之处,或稍偏其下、其上,有疼痛之觉;声音重浊嘶哑,言语不清。 若来自肺脏,则喀出一涌而出,若因侵蚀所致则尤甚,伴剧烈咳嗽,色极黄红,多泡沫,成团块状,以致每一次喀出皆彼此截然可辨;且聚于同一器皿中自胸廓喀出之物亦别有形态;若将其混杂之物并置排开,便可分辨其为胸部之组织;而见其呈肉样外观者,便可知其为肺部之碎屑。此等患者胸部重坠,并无痛感,面色发红则远甚于他症。 若自胸腔上泛,则破损部位之疼痛表征于前方胸骨之处。咳嗽剧烈,喀血极难。其血非甚黄红,中等稠厚,无沫。若肺脏因血经由其道而受牵累,则增添泡沫之质;盖自胸廓通向气管之道乃是肺也。 若来自肋膜,虽亦伴咳,然其血色黑而滑,恶臭发腐,状如败坏之物,肋部锐痛。许多人遂以胸膜炎之态伴热病而亡。 至于时令,温热湿润之季易致此疾。湿热之春即是如此。次者为夏;秋季较少,冬季最罕。患者于夏季多死于出血,盖彼时炎症不甚剧烈;春季次之,多死于炎症与灼热;秋季则通例极易转成劳瘵。 总括而言,凡有喀血,纵使轻微,纵使破损之处已然闭合,随之而来的必是沮丧、失望与对生之放弃。盖见自身受创若遭屠宰,有谁能如此镇定而不畏死?盖纵使如牛之类巨大强壮之动物,亦以大出血死之最速。然此不足为奇;真正奇特者乃是:独于来自肺部之流血——此虽最为险恶——人们即便身处垂绝之境,亦不绝望弃生。依我所见,肺部毫无痛感乃其缘由;盖疼痛纵微,亦令人畏死,且于大多数情状下,疼痛之可怕更甚于其实际为害;而痛感之阙如,纵处大难之中,亦令人无惧于死,其实际为害实甚于其所见之可怕。

语法注4 条
  1. 2.2Σημαντέοι δὲ καὶ οἱ τόποι

    动形词 σημαντέος 用作主格阳性复数,与主语 οἱ τόποι 一致,构成表示必然/义务的人称结构(“各部位亦须予以指明”),而非采用中性单数非人称结构(σημαντέον ἐστί)。

  2. 2.2ἀλλʼ ἤ ἀπεπτύσθη, ἢ διηλάθη κάτω

    否定句之后的 ἀλλʼ 为发生元音省音的转折连词 ἀλλά(“而是”),其后接选言连词组 ἤ... ἢ...(“或……或……”)。直陈式不定过去时 ἀπεπτύσθη 与 διηλάθη 用作格言不定过去时(gnomic aorist),表示惯常发生的状态。

  3. 2.2ἀθρόον δὲ εἰρῆσθαι

    由中性单数形容词/副词 ἀθρόον 与完成时被动态不定词 εἰρῆσθαι 构成的绝对不定词结构,充当话语标记,意为“总而言之”或“概括而言”。

  4. 2.2ἔστι κακίων ἢ φοβερωτέρη

    由两个比较级(κακίων 与 φοβερωτέρη)通过连词 ἤ 连接的双重比较级结构,表示一种性质超过另一种性质(“其实际有害甚于其可怕程度”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg001.humanitext-grc2:2.2#3