← 阿莱泰乌斯

论急性疾病的病因和症状

§2.2#2

咯血的发病部位机制与预后

作者论述来自胸廓及下方脏腑之真性咯血,阐明因病发部位(心血管、肺、气管及消化器官等)所致之预后与险恶程度差异,并详述其三种发病机制(破裂、蚀损与疏松)以及动静脉血管之辨与愈合难易。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#2

Ἡ δὲ ἀπὸ θώρηκος καὶ τῶν νέρθεν σπλάγχνων αἵματος φορὴ ἀναγωγὴ καλέεται· ἔστι δὲ κάρτα μὲν ὀλεθρίη, ἢν ἀπό του τῶν ἐπικαίρων ἐκραγέντων ἔῃ,1 ἢ κοίλης φλεβὸς τῆς ἐν καρδίῃ ἀπὸ τοῦ ἥπατος διακονευμένης τὸ αἷμα, ἢ τῆς τῇ Ῥάχι παρατεταμένης παχείης ἀρτηρίης. αἱμορραγίῃ γὰρ ὅκωσπερ ἐν σφαγῇ καὶ δυσπνοῇ ὤκιστος ὄλεθρος· οἷσι δὲ ἀπὸ πνεύμονος, ἢ πλευρῆς, ἢ ἀρτηρίης τῆς τρηχείης, ἧσσον μὲν ὀξέως θνήσκουσι, οὐχ ἥκιστα δὲ ἔμπυαι καὶ φθίσιες γίγνονται. τουτέων δὲ ἀσθενεστέρη ἡ ἀπὸ τῆς τρηχείης ἀρτηρίης· ἢν δὲ ἀπὸ στομάχου ἢ κοιλίης ἐμέηται, οὔτε κάρτα ὀλεθρίως ἴσχουσι, κἢν πάνυ πολλὴ αἱμορραγίη ἔῃ, οὔτε ἡ ἄλθεξις μακρὴ καὶ ποικίλη· ἢν δὲ ἀπὸ ἥπατος καὶ σπληνὸς, οὐ Ῥηϊδίη μὲν, οὐδὲ ξυνεχής· ἐς γὰρ τὴν κοιλίην καὶ ἔντερα τουτέων ἡ ἀπόκρισις ἑτοιμοτέρη. οὐ μὴν οὐδὲ ἡ ἄνωθεν διὰ πνεύμονος καὶ ἀρτηρίης, ἀδύνατος, ἢ ἄπιστος. καὶ γὰρ ἐν πυρετοῖς ἀπὸ σπληνὸς καὶ ἥπατος διὰ Ῥινῶν αἱμορραγέουσι, κατʼ ἴξιν τοῦ σπλάγχνου τοῦ μυκτῆρος Ῥέοντος. τόποι μὲν οὖν ἀφʼ ὧνπερ ἡ ἀγωγὴ οἵδε· καὶ ἡ ἐς κίνδυνον ἢ ὄλεθρον διαφορή. οἱ δὲ τρόποι τρεῖς ἔασι· ἢ γὰρ ἀπὸ Ῥήξιος ἀγγείου, ἢ διαβρώσιος, ἢ ἀραιώσιος ἀνάγεται. ῥήγνυται μὲν οὖν ἐξαπιναίως, ἢ πληγῇ, ἢ ἐντάσι ἄχθεος, ἢ ἀνωθήσει, ἢ ἀπὸ ὕψους ἅλματι, ἢ καὶ βοῇ, καὶ ὀργῇ μεγάλῃ, ἤ τεῳ ἄλλῃ ὁμοίῃ αἰτίῃ, εὖτε αὐτίκα ἐπὶ τῇ ἀρτηρίᾳ λάβρως τὸ αἷμα ἐκχέεται· ἢν δὲ ἀπὸ βρώσιος, χρὴ ἐπανερωτῆν, εἴ κοτε πρόσθεν ἔβηξε ὥνθρωπος, ἢ δύσπνους γέγονε, ἢ ναυτίη, ἢ ἔμετος ἦγχε πάρος. ἐκ γὰρ τοιῶνδε πολυχρονίων διεσθίεται τὰ ἀγγεῖα Ῥεύματι ξυνεχέϊ καὶ πολλῷ καὶ δριμέϊ. ἐπὴν οὖν πολλὸν ξυντακέντα καὶ λεπτυνθέντα ἐς τέλος ἀπαναλωθῇ τὰ ἀμπέχοντα ὑμένια, τὸ αἷμα ἐκχέει·2 ἡ δὲ ἐξ ἀραιώσιος ἀρραγὴς μὲν, διὰ τόδε οὔτε πολλὴ, οὔτε ἀθρόη, οὔτε παχέος αἵματος· ἀραιώσι δὲ τῶν ἀγγείων τὸ λεπτὸν ἀποτιθέεται· ἢν δὲ πολλὸν αὐλισθὲν ἐν κοίλῃ χώρῃ αὖθις ἀνάγηται, παχύτερον μὲν ἑωυτοῦ γίγνεται, οὐ μὴν παχὺ κάρτα, οὐδὲ μέλαν, ὁκοῖον αἱμάλωψ· πλεῖον δὲ τῷ πλήθεϊ, ὡς ἀπὸ ἀθροίσιος, εὐθὺς ἀναφέροιτο. τόδε τὸ εἶδος τῆς ἀγωγῆς, γυναιξὶ ὡς ἐπίπαν οὐ καθαιρομένῃσι τάδε ἐπιμήνια γίγνεται, καὶ ἐν τῇσι αὐτῇσι περιόδοισι τῆς καθάρσιος ἐπιφαίνεται, καὶ ἐπὶ τῇσι προθεσμίῃσι τῆς ἀποπαύσιος ἴσχεται· κἢν μὴ ἰηθῇ ἡ γυνὴ, ἐς πολλὰς περιόδους ἀντιπεριεῖσι ἡ ἀναγωγή· μετεξετέρῃσι δὲ καὶ ἀπερράγη τὰ ἀγγεῖα τῷ πλήθεϊ. διαφορὴ τῆς ἀναγωγῆς, καὶ εἰ ἐξ ἀρτηρίης, ἢ φλεβὸς ἀνάγοιτο. μέλαν μὲν γὰρ καὶ παχὺ καὶ Ῥηϊδίως πηγνύμενον, ἢν ἀπὸ φλεβὸς, καὶ ἧσσον ἐς κίνδυνον Ῥέπει, καὶ ἐπίσχεται θᾶσσον. ἢν δὲ ἀπʼ ἀρτηρίης, ξανθὸν καὶ λεπτὸν, καὶ οὐ μάλα πήγνυται, καὶ ὁ κίνδυνος ὠκύτερος, καὶ ἡ ἐπίσχεσις οὐ μάλα Ῥηϊδίη. αἱ γὰρ διασφύξιες τῆς ἀρτηρίης αἱμορραγίης πρόκλησιν ποιέονται, καὶ τὸ τρῶμα οὐ συμφύει τῇ πολυκινησίῃ. ἄλθεξις δὲ, ἢν μὲν ἀπὸ διαβρώσιος μακρὴ, καὶ οὐ Ῥηϊδίη, καὶ σφαλερή· ὑπὸ γὰρ ἐλλείψεως ἐς σύμφυσιν τὸ ἕλκος οὐκ ἀφικνέεται· ἕλκος γὰρ, οὐ τρῶμα γίγνεται·3 ἐπὶ δὲ τῇσι Ῥήξισι ἡ σύμφυσις ἑτοιμοτέρη. ψαύει γὰρ ἀλλήλων τοῦ τρώματος τὰ χείλεα· ἔστι ἥδε ὦν ἡ διαφορὴ δευτέρη ἐς κίνδυνον. ἀσινεστάτη δὲ ἡ ἐπὶ τῇσι ἀραιώσισι· ἴσχεται γὰρ αὐτομάτως, καὶ ἰητρίη στύψις καὶ ἔκψυξις ἱκανή.

至于自胸廓及下方内脏所出之血,则称为咯血。此症若因任何要害部位破裂所致,则极为致命,如自肝脏输送血液至心脏之腔静脉,或沿脊柱延展之粗大动脉(主动脉)破裂皆属此类。盖如屠宰之大出血与气促,其死亡最为迅速;若来自肺、肋膜或气管者,其死虽不甚暴卒,却极易化脓成脓胸及劳瘵。此诸症中,以来自气管者病情较轻。若自食管或胃呕出,则纵使大出血,亦不致极危,其治疗亦非悠长繁复。若来自肝与脾,则既不易,亦非恒常,盖自彼处排入胃与肠道更为顺畅也。然由上方经肺与气管而出,亦非不能或不可置信;盖在热病中,亦有血自脾与肝经由鼻窍衄出,血乃由与该内脏相对顺行之鼻孔流出也。以上即排出之所由部位,以及关乎险厄或死亡之差异。 其机理有三:盖因血管破裂、蚀损或疏松而咯出。因破裂者骤然发作,或由击打,或因负重伸张,或因向上推举,或自高处跃下,或亦因呼喊、暴怒或他种相类缘由,血液遂即猛烈倾入气管。若因蚀损,则须详询患者既往是否咳嗽、呼吸短促,或宿昔受恶心呕吐所扼抑。盖由于此类持久疾患,血管受持续、繁多且辛烈之流注所浸蚀。是故,待包裹之膜质大幅融蚀变薄以至彻底损耗之时,血液遂流溢而出。自疏松所致者并无破裂,因之出血既不多,亦不骤,亦非稠厚之血,乃因血管疏松而使稀薄之质渗除。若在凹陷腔隙中积聚良久而后咯出,其质虽较原状增厚,然亦非极厚,亦非如瘀血般发黑;但其量因积蓄之故,较之立时咯出者更为增多。此种咯血,多见于月事不行之妇人,于经行之时发见,至当止之期而止;若妇人不予调治,则咯血必数周期往复代行;亦有部分妇人因血量充盈以致血管竟至破裂。 喀出之血若来自动脉或静脉,亦有差异。若来自静脉,则色黑、稠厚且易于凝固,所趋险境较轻,且收止较速。若来自动脉,则色黄红、稀薄且不易凝结,其险甚速,止血亦不易;盖动脉之搏动引起出血,创口亦因频仍跳动而不相黏合。 至于疗愈,若因蚀损所致,则历时漫长,殊非易事且满含危厄;盖因组织缺损,溃疡难至愈合,以其所成者为溃疡而非普通裂伤也。于破裂之症,则黏合较易,盖伤口两唇彼此相接。此即关于危险之第二种差异。而因疏松所致者为害最轻,自能平息,施以收敛与寒凉之法即足以成治。

语法注3 条
  1. 2.2ἢν ἀπό του τῶν ἐπικαίρων ἐκραγέντων ἔῃ

    介词 ἀπό 支配单数不定代词 του (τινος),其后接作部分属格的实质化中性复数短语 τῶν ἐπικαίρων(“要害部位”)及与其一致的分词 ἐκραγέντων,意为“因破裂之要害部位中之任何一处”。虽然 ἐκραγέντων 在理论上可被视作独立属格,但作为与 τῶν ἐπικαίρων 一致的属格分词在句法上更为自然连贯。

  2. 2.2τὸ αἷμα ἐκχέει

    动词 ἐκχέει 为现在主动第三人称单数,但此处与 τὸ αἷμα 连用作不及物动词(中动态涵义),意为“血流溢而出”,这在古典医学文献中十分多见。另一种可能的分析是以前文所提之包膜(τὰ ἀμπέχοντα ὑμένια)为省略的主语,表示“(膜裂而)倾出血液”,但解为血液自身涌出之不及物用法更为顺畅。

  3. 2.2ἕλκος γὰρ, οὐ τρῶμα γίγνεται

    此处体现希腊医学的专门术语对立:τρῶμα 指外力机械造成的“创伤”(创缘接触尚能黏合),而 ἕλκος 指伴随组织缺损(ὑπὸ ἐλλείψεως)的“溃疡”(因组织蚀损难以直接闭合)。本句承接上文,说明病变部位因已化为溃疡而非单纯外伤,故而难以愈合(σύμφυσις)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg001.humanitext-grc2:2.2#2