- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg001.humanitext-grc2:2.2#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本章论述口中出血之两类区分,即源自头部的唾血与源自胸腔呼吸器官的真性咯血在名义与病机上的不同,详述头源性出血之病因、症状、血液误入气管与食管所致之诊断混淆、血液性状及收敛泻血之治法与尽早干预之必要。
Κεφ. β. περὶ Αἵματος Ἀναγωγῆς. αἵματος φορῆς τῆς διὰ στόματος ἰδέαι δύο· ἡ μὲν διὰ στόματος ἀπὸ κεφαλῆς καὶ τῶν τῇδε ἀγγείων· ὁδὸς δὲ ὑπερώη, φαρύγγεθρον, ἔνθα καὶ ἀρχαὶ στομάχου καὶ ἀρτηρίης. ἀναχρέμψισι δὲ καὶ βηχὶ σμικρῇ καὶ προχειροτέρῃ ἐς τὸ στόμα ἀπερεύγονται τὸ αἷμα· ὡς τῇ γε ἀπὸ στόματος, οὐδὲ ἀνάχρεμψις παρομαρτεῖ· ἔμπτυσις ἥδε καλέεται· ἐπὶ δὲ μᾶλλον, ἢν βραχέη ἡ φορὴ τοῦ αἵματος, καὶ στάγδην καὶ ἀθρόον ἀπὸ τῆς κεφαλῆς, ἢ ἀπὸ τοῦ στόματος ἔῃ, οὔ κοτε ἀναγωγὴ καλέεται, ἀλλʼ ἢ τὸ αὐτὸ, ἢ πτύσις, ἢ αἱμορραγίη.1 ἢν δὲ νέρθεν ἀνίῃ ἀπὸ θώρηκος καὶ τῶν τῇδε σπλάγχνων, πνεύμονος, τρηχείης ἀρτηρίης, τῶν παρὰ τὴν Ῥάχιν, ἡ ἀπὸ τουτέων φορὴ οὐ πτύσις, ἀλλʼ ἀναγωγὴ καλέεται, τῆς ἄνω ἴξιος τῆς ὁδοῦ τοὔνομα ἔχουσα.2 σημεῖα δʼ ἀμφοῖν τὰ μὲν ξυνὰ σμικρὰ καὶ παῦρα, ὁκόσον καὶ τὸ χωρίον, ἔνθα καὶ ἀναγωγῆς καὶ πτύσιος ἡ ξυναγωγή· τὰ δὲ ἑκάστης ἴδια μεγάλα καὶ πολλὰ καὶ ἐπίκαιρα, οἷσιν ἑκατέρην Ῥηΐδιον διαγνῶναι. ἢν οὖν ἀπὸ κεφαλῆς ἔῃ, ἐπὶ μὲν πολλῷ τῷ αἵματι μέζω καὶ πλέω τὰ παρεόντα, σμικρὰ δὲ ἐν ὀλίγῃ καὶ σμικρῇ τῇ πτύσι· βάρος αὐτέοισι, πόνος, ὤτων ἦχοι, ἐρύθημα προσώπου, φλεβῶν διαστάσιες, σκοτόδινος· καὶ πρὸ τούτων δὲ ἡ αἰτίη εὔσημος, πληγὴ, ψύξιες, ἐγκαύσιες, οἰνοφλυγίη· ἥδε γὰρ ἀθρόον πίμπλησι τὴν κεφαλὴν, ἀθρόον καὶ ἐκχέει ἐκραγέντος ἀγγείου· ἐπὶ δὲ σμικρῇ μέθῃ πτύσιες ἐξ ἀραιώσιος. ἴσχεταί ποτε διὰ Ῥινῶν αἱμορραγίη ξυνήθης· εἰς ὑπερώην δὲ τρεπομένη ἀναγωγῆς φαντασίην παρέχει. ἢν οὖν ἀπὸ κεφαλῆς ἔῃ, γαργαλισμὸς ὑπερώης, ἀνάχρεμψις πυκνὴ, καὶ ἐπὶ τῇδε ἡ πτύσις βύζεται·3 θυμὸς ἐγγίγνεται, καὶ εὖ μάλα βήσσουσι. ἢν δὲ ἐς τὴν ἀρτηρίην ἀπὸ τῆς ὑπερώης ἐσρυῇ, τότε βήσσοντες ἀνάγουσι· καὶ ἥδε ἐστὶ ἡ ἀπάτη τοῖσι ἡγευμένοισι ἀπὸ σπλάγχνων τῶν κάτωθεν ἀνάγεσθαι. ἐσρέει δὲ καὶ ἐς τὸν στόμαχον ἀπὸ τῆς κεφαλῆς, εὖτε ξὺν ναυτίῃ ἐμέουσι· ἔστι δὲ καὶ ἥδε ἀπάτη, ὡς ἀπὸ στομάχου φέρεσθαι δοκέειν. ἢν δὲ τὸ ἀπὸ τῆς πτύσιος αἷμα,4 παχὺ μὲν οὐ κάρτα, χροιῇ δὲ μέλαν, λεῖον, ὁμαλὸν, ἀμιγὲς ἑτέρης οὐσίης. χρεμπτομένοισι γὰρ εὐθὺς ἐπὶ τὴν γλῶσσαν ἔρχεται στρογγύλον, Ῥηϊδίως ἀπολυόμενον· ἢν δὲ καὶ τὴν ὑπερώην καθορέῃς, δασυτέρην καὶ ἑλκώδεα ὄψεαι, καὶ τὰ πολλὰ ὕφαιμον· ἰητρίη δὲ ἀρκέσει ἁπλῆ, σμικρὴ, στύμματα μὲν ἐς τὴν ὑπερώην, καὶ τάδε ψυχρά. ἐπὶ γὰρ τοῖσι θερμαίνουσι καὶ τοῖσι ἀραιοῦσι καὶ εὐρύνουσι ἡ φορὴ μέζων· καὶ τόδε τὸ τέκμαρ τῆς ἀπὸ τῆς κεφαλῆς πτύσιος· ἐς δὲ τὴν κεφαλὴν κενώσιες ἢ διὰ φλεβῶν,ἢ διὰ Ῥινέων, ἢ διʼ ἑτέρης διαπνοῆς. καὶ τάδε χρὴ ταχέως δρῆν, ἢν γὰρ τὸ αἷμα ἐπὶ πολλὸν χρόνον ἴῃ, μελέτη μὲν ἐγγίνεται τῇ φορῇ· ἔθος δὲ τοῖσι τῇδε χωρίοισι ἐς ὑπόδεξιν τοῦ αἵματος· ἑλκοῦται δὲ καὶ ἀρτηρία, καὶ βήσσουσι ἀντὶ τῆς χρέμψιος. τοὐντεῦθεν δὲ φθορῆς γίγνεται ἡ ἀρχή.
第二章论咯血 血液由口而出者,其类有二:其一乃自头颅及其邻近血管经口而出;其通路为腭与咽喉,亦即食管与气管之发端处。患者以清嗓咯咯之声及轻微顺手之咳嗽,将血呕出至口中;若自口腔本身出血,则连清嗓之声亦不伴随。此病称为吐血;尤当出血量微,自头或自口点滴或骤然涌出时,绝不称为咯血,而止称为原名(吐血),或唾血,或出血。 若血自下而上,来自胸廓及其内脏、肺、气管、沿脊柱诸部,则自彼处所出之血不称唾血,而称咯血,盖因此道有向上运行之义而得名。 二者共通之征象微细且少,正如咯血与吐血交汇之部位狭小一般;然二者各自特有之征象则显著、繁多且关乎要害,据此极易辨别二者。是以,若血来自头部,于出血量多之时,见症尤大且多,于少许轻微之唾吐则微:彼等有头重、头痛、耳鸣、面赤、脉络怒张、目眩;且在此之前病因昭然:击打、受寒、暴晒、沉湎于酒;盖暴饮剧醉骤然充盈头颅,血管破裂则骤然倾出;若微醺小醉,则因疏松弛缓而唾血。有时惯常之鼻衄遏止,转入腭部,遂现咯血之假象。是故若自头部而来,则口腭奇痒,频频清喉,随之唾物受逼咯出;刺激大作,遂大声咳嗽。若自腭部流入气管,彼等便以咳嗽咯出;此即令误以为自下方内脏咯出者受惑之处。血亦自头部流入食管,彼时伴恶心而吐出;此亦为令人误以为自胃中运出之假象。自唾吐而出之血,质不甚厚,色黑,滑润,均匀,不杂他物;盖清嗓之时,其血成团立至舌上,极易脱落。若视察口腭,可见粗糙溃烂,且多有凝血。医治只需简易轻浅之法,于腭部施用收敛之剂,且须性凉;盖遇温热、弛缓、开张之剂,其血流益甚;此亦为自头唾血之明证。对头颅之泻除,或刺络放血,或由鼻窍,或由其他汗解。凡此皆宜迅速施行;盖若流血日久,出血遂成宿习,此处各部亦惯于受纳积血;气管亦受损成溃疡,遂舍清嗓而专事咳嗽。由此便生衰亡败坏之端倪。
- 2.2οὔ κοτε ἀναγωγὴ καλέεται, ἀλλʼ ἢ τὸ αὐτὸ, ἢ πτύσις, ἢ αἱμορραγίη
此处的 ἀλλʼ ἢ 是转折连词 ἀλλά 在元音前省音后接并列选言连词 ἢ … ἢ … ἢ(“而是或……或……或……”),并非意为“除……之外”的固定搭配 ἀλλʼ ἤ。全句意为绝不称为咯血(ἀναγωγή),而是称为原名(ἔμπτυσις)、或唾血(πτύσις)、或出血(αἱμορραγίη)。
- 2.2τῆς ἄνω ἴξιος τῆς ὁδοῦ τοὔνομα ἔχουσα
伊奥尼亚语名词 ἴξις(=ἵξις,源自 ἵκω)意为“运行”、“行进”或“到达”。句中 τῆς ἄνω ἴξιος τῆς ὁδοῦ 作表示源由的属格,修饰 τοὔνομα ἔχουσα,意即“因此道向上运行而得其名(ἀναγωγή 即引向上方之义)”,属语源解释性构词说明。
- 2.2καὶ ἐπὶ τῇδε ἡ πτύσις βύζεται
为动词 βύζω(βύω 之旁系形式,意为塞、填塞)的被动态现在时第三人称单数。此处作中动态或具有不及物倾向的被动态解,表示“伴随此频频清嗓,唾物被推挤迫出”。
- 2.2ἢν δὲ τὸ ἀπὸ τῆς πτύσιος αἷμα
此句为省略系词的条件从句(省略 ἔῃ)或提引句,后文的系列形容词(παχὺ μὲν οὐ κάρτα, χροιῇ δὲ μέλαν...)充当其表语补足成分。各语言译文均统一处理为此血之性状的表述。
