- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg001.humanitext-grc2:2.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本章论述呼吸与心肺在维持生命中的首要作用,详述肺炎的临床表现、肺脏本身的无痛性与周围膜发炎时的剧痛、恶化致死与化解向愈的转归,以及转为脓胸或肺痨时不同年龄的预后差异。
Κεφ. α. περὶ Πνευμονίης. δυοῖσι τοῖσι πρώτοισι, τροφῇ καὶ πνεύματι, τὰ ζῷα ζῆ, τουτέων δὲ πολλὸν ἐπικαιροτέρη ἡ ἀναπνοή. ἢν γὰρ ἐπίσχῃ τις ὠυτὴν, οὐκ εἰς μακρὰν διαρκέσει, ἀλλʼ αὐτίκα θνήσκει ὥνθρωπος. ὄργανα δὲ μυρία, ἀρχὴ μὲν Ῥῖνες, ὁδὸς ἀρτηρίη, χώρη δὲ πνεύμων, θώρηξ δὲ πνεύμονος ἔρυμα καὶ δοχή· ἀλλὰ τἄλλα μὲν ὅκως ὄργανα μοῦνον διακονέεται τῷ ζῴῳ· πνεύμων δὲ καὶ τὴν αἰτίην ἴσχει τῆς ὁλκῆς. ἐνίζει γὰρ αὐτέου μέσον σπλάγχνον θερμὸν ἡ καρδία, ζωῆς καὶ ἀναπνοῆς ἀρχή. ἥδε καὶ τῷ πνεύμονι τῆς ὁλκῆς τοῦ ψυχροῦ ἠέρος τὴν ποθὴν ἐνδιδοῖ· ἐκφλέγει γὰρ αὐτὸν, ἕλκει δὲ καρδίη. πρῶτον τοιγαροῦν ἢν μὲν ἡ καρδίη πάθῃ, οὐκ εἰς μακρὸν τοῦ θανάτου ἡ ἐμβολή. ἢν δὲ πνεύμων, ἐπὶ μὲν σμικρῇ τῇ αἰτίῃ, δύσπνοια· ζώει κακῶς, θάνατος μήκιστος, ἢν μή τις ἀκέηται· ἐπὶ δὲ μεγάλῳ πάθεϊ, ὁκοῖον ἡ φλεγμονὴ, πνιγμὸς, ἀφωνίη, ἄπνοια, ὄλεθρος αὐτίκα· ἥδε ἐστὶν ἥν καλέομεν περιπνευμονίην, φλεγμονὴ τοῦ πνεύμονος, ξὺν ὀξέϊ πυρετῷ, εὖτε ξύνεστιν αὐτέοισι βάρος τοῦ θώρηκος, ἀπονίη, ἢν μοῦνος φλεγμήνῃ ὁ πνεύμων, ἄπονος γὰρ ἡ φύσις αὐτέου· μανὸς μὲν γὰρ τὴν οὐσίην, εἰρίοισιν ἴκελος. ἀρτηρίαι δὲ διελήλανται τρηχεῖαι, χονδρώδεες, καὶ αἵδε ἄπονοι· μύες δὲ οὐδαμῆ, σμικρὰ δὲ νεῦρα, λεπτὰ, ἐς κίνησιν ἐπίκαιρα. ἥδε τῆς ἀπονίης αὐτὴ ἡ αἰτίη. ἢν δὲ καί τις τῶν ἀμφʼ αὐτὸν ὑμένων ἐπιφλεγμήνῃ, οἷσι πρὸς τὸν θώρηκα προσέρχεται, ξύνεστι καὶ πόνος, ἀναπνοὴ κακὴ, θερμὴ, ἀνακαθίγνυσθαι ἐθέλουσι σχῆμα ὄρθιον ἐς ἀναπνοήν. τόδε γὰρ Ῥήϊστον τῶν σχημάτων. ἐρυθροὶ τὰ πρόσωπα· ἐπὶ δὲ μᾶλλον τὰ μῆλα· τὰ λευκὰ τῶν ὀφθαλμῶν λαμυρώτατα καὶ πίονα. Ῥὶς ἄκρη σιμὴ, φλέβες ἐν κροτάφοισιν ἢ καὶ τραχήλῳ διηρμέναι, ἀποσιτίη, σφυγμοὶ τὰ πρῶτα μεγάλοι, κενοὶ, πυκνότατοι, ὁκοῖόν τι συνεληλαμένοι· θερμασίη ἡ μὲν ἐς τὸ ἔξω ἀμυδρὴ, ὑγροτέρη· ἡ δὲ ἐς τὸ ἔνδον ξηρὴ, θερμοτάτη· ἐφʼ ᾗ ἀναπνοὴ θερμὴ, δίψος, γλώσσης ξηρότης, ἐπιθυμίη ψυχροῦ ἠέρος, γνώμης ἀπορίη, βὴξ ξηρὰ τὰ πολλά. ἢν δέ τι ἀνάγηται, φλέγμα ἀφρῶδες, ἢ ὑπόχολον κατακορὲς, ἢ δίαιμον ἀνθηρὸν σφόδρα· τόδε ἔστι τὸ δίαιμον τῶν ἄλλων κάκιον. Ἠν δὲ ἐπὶ τὸ θανατῶδες ἐπιδιδοῖ, ἀγρυπνίη, ὕπνοι σμικροὶ, νωθροὶ, κωματώδεες, φαντασίαι ἀξύνετοι· παράληροι τὴν γνώμην, ἐκστατικοὶ οὐ μάλα. ἀγνωσίη τῶν παρεόντων κακῶν. ἢν γοῦν ἐπανείρῃ περὶ τῆς νούσου, οὐδὲν ὁμολογέουσι δεινόν· ἄκρεα ψυχρὰ, ὄνυχες πελιδνοὶ, γρυποί· σφυγμοὶ μικροὶ, πυκνότατοι, ἐκλείποντες, εὖτε ἀγχοῦ τουτέου ὄλεθρος. ἑβδομαῖοι γὰρ τὸ πλέον θνήσκουσιν. ἢν δέ κοτε ἐπαναφέρῃ ἡ νοῦσος, καί τι ἐς ἀγαθὸν τρέπηται, αἱμορραγίη λάβρως ἐκ Ῥινῶν, κοιλίης ἐκτάραξις πολλῶν χολωδέων, ἐπάφρων, οἷα δοκέειν1 ἀπὸ πνεύμονος εἰς τὴν νειαιρὴν γαστέρα ἐξεῶσθαι, ἢν ἀγάγῃ πολλὸν ὑγρότερον Ῥηϊδίως. ἔστι δὲ ὅτε καὶ ἐς οὖρα ἐτράπετο. ὁκόσοισι δὲ πάντα ὁμοῦ ξυμπίπτει, οἵδε ὀξύτατοι Ῥηΐζουσι. μετεξετέροισι δὲ πῦον πολλὸν γίγνεται ἐν πνεύμονι, ἢ μετάστασις ἀπὸ τοῦ πλευρέου, ἢν μέζον τὸ ἀγαθὸν ὑπογίγνηται. κἢν μὲν ἐς ἔντερον ἢ κύστιν τὸ ἀπὸ τῆς πλευρῆς παρωχετεύθῃ πῦον, ἐς μὲν τὸ παραυτίκα ἐρήϊσαν ἀπὸ τῆς περιπνευμονίης· ἕλκος δὲ μακροχρόνιον ἴσχουσιν ἐν πλευρῇ, ἀλλὰ περιγίγνονται. ἢν δὲ ἐς τὸν πνεύμονα ὁρμήσῃ τὸ πῦον, εἰσὶν οἳ ἀπεπνίγησαν καὶ ἀθρόῃ ἐκχύσι, καὶ ἀναγωγῆς ἀπορίῃ. ὁκόσοι δὲ διαδιδράσκουσι τὴν ἐκ τῆς ἀπορρήξεως πνίγα, ἕλκος οἵδε πολλὸν ἴσχουσι ἐν πνεύμονι, καὶ ἐς φθόην μεθίστανται· καὶ ἀπὸ μὲν τῆς ἀποστάσιος καὶ τῆς φθόης γέροντες οὐ πάνυ τοι περιγίγνονται· ἀπὸ δὲ τῆς περιπνευμονίης νέοι καὶ ἀκμάζοντες.2
第一章论肺炎 动物赖以生存者,端在饮食与呼吸二大端,而二者之中呼吸远为切要。盖人若止遏呼吸,便难持久,而必猝死。其器官不可胜数:发端为鼻,通路为气管,居所为肺,胸廓则为肺之屏障与容纳之器;然而其余器官仅作为工具服役于动物,而肺脏亦掌有吸纳之因。盖其正中坐落有温热之内脏即心脏,乃生命与呼吸之源。正是心脏赋予肺脏吸纳冷气之渴望;盖心脏引燃肺脏,且心脏自身亦行吸纳。是以首先,若心脏受创,死期便不远矣。 若肺脏受创,因由轻微者,则发为呼吸困难;生不如死,若无人医治,死期最为迟延;若遇重大病变,如炎症,则发生窒息、失音、气绝,瞬间灭亡。此即吾人所谓之肺炎,乃肺之炎症,伴有高热,彼时胸中沉重,然若仅肺脏发炎,则毫无痛感,因肺之本性无痛觉。其质地疏松,状如羊毛。贯穿其间之气管粗糙呈软骨状,亦无痛觉;全无肌肉,神经细小微弱,仅合于运动之用。此即其无痛之缘由。但若包裹肺脏且附着于胸壁之诸膜中有一发炎,便兼有疼痛,呼吸恶劣而炽热,患者欲起坐成直立姿势以助呼吸;因诸般姿势中以此最易。其面赤,两颊尤甚;目之白睛极润泽而有光彩。鼻端微翘,颞部及颈项之静脉怒张,食欲不振,脉搏初起洪大而虚,至为急促,宛若紧迫相逼;外表之热微弱而偏湿,体内之热干燥而极甚;由此致呼吸灼热、口渴、舌干、思慕冷气、心神昏聩、咳嗽多干。若咳出物事,或为泡沫样痰,或为深色胆汁样痰,或为极鲜红之血痰;此血痰尤甚于其他各色。 若病情向死候发展,则不寐,或睡眠短浅、迟钝、昏睡,妄见纷呈;神识譫妄,然非大发狂乱。对眼前之险境浑然不知;若叩问其病情,彼等全不承认有何危殆;四肢逆冷,指甲青紫且内弯;脉象细小、极数且歇止,见此则死期切近;盖彼等多数死于第七日。 若疾病有所退转,且向吉兆化解,则鼻中大量出血,肠中暴泻多量带泡沫之胆汁样物,宛若患者若能轻易咳出多量稀薄物,病邪便从肺部被驱逐至下腹部一般。有时亦转而自小便而出。凡诸兆齐备者,痊愈最为迅速。 在某些患者身上,肺中生成大量脓液,抑或自肋膜转移而来,若是更大之转机已在萌生。若肋膜之脓液被引流至肠道或膀胱,彼等固然立时从肺炎中解脱;其肋膜遗留长久之溃疡,但人得以生全。然若脓液猛冲入肺,亦有人因骤然之倾注与无力咳出而窒息而亡。凡逃过破溃所致窒息者,肺中留有巨大溃疡,转为肺痨;而自脓疡与肺痨中,老者鲜能生全,自肺炎中,青年与壮年亦鲜能生全。
- 2.1οἷα δοκέειν
οἷα 与不定式 δοκέειν 连用,表示比况或程度的结果,意为“宛若令人觉得……”或“似乎……”,相当于 ὥστε 或 ὡς 加不定式表示结果或比况的用法。
- 2.1ἀπὸ δὲ τῆς περιπνευμονίης νέοι καὶ ἀκμάζοντες.
前一分句的谓语部分 οὐ πάνυ τοι περιγίγνονται(“断难生全/几乎不能存活”)通过 μέν...δέ 的对比结构承前省略并补入后一分句中(即轭合法/zeugma)。全句构成对称的对比:“从脓疡与肺痨中老者几乎不能存活,而从肺炎中青年与壮年人几乎不能存活”。
