← 阿莱泰乌斯

论急性疾病的病因和症状

§2.11

胞宫游走与子宫性窒息的机理及症状

阿勒泰乌斯论述了子宫性窒息的病因、机理与症状,指出胞宫在体内游走压迫内脏可致暴厥,并辨析其与非子宫性僵直症的区别及转归。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11

Κεφ. ιαʼ. περὶ Ὑστερικῆς Πνιγός. ἐν τῇσι λαγόσι τῶν γυναικῶν μέσῃσι ἐγκέεται ἡ μήτρη, σπλάγχνον γυναικήϊον ἄγχιστα ζωῶδες. κινέεται γὰρ ἐξ ἑωυτέης ἔνθα καὶ ἔνθα ἐπὶ τὰς λαγόνας· ἀτὰρ καὶ ἐς τὰ ἄνω, κατʼ ἴξιν μὲν ὑπὸ τὸν χόνδρον τοῦ θώρηκος, ἐς τὰ πλάγια δὲ ἐπὶ δεξιὰ, ἢ ἐς ἀριστερὰ, ἢ ἐς ἧπαρ, ἢ σπλῆνα, γίγνεται δὲ καὶ προπετεστέρη ἐς τὰ κάτω, καὶ ξυλλήβδην εἴπωμεν, πάντη ἐστὶ πλανώδης· καὶ εὐώδεσι ὀσμήσεσι τέρπεται, καὶ ἐπʼ αὐτὰ ἵεται· ἄχθεται δὲ τοῖσι κακόδμοισι, καὶ αὐτὰ φεύγει· καὶ τὸ ξύμπαν ἐν τῇ ἀνθρώπῳ ἐστὶ ἡ ὑστέρη, ὁκοῖόντι ζῷον ἐν ζῴῳ. ἥδε οὖν ἢν ἐξαπίνης ἀνώϊστος γένηται, καὶ ἐπιπολὺ ἄνω μείνῃ, καὶ ἐκβιάσηται τὰ σπλάγχνα, ἀπεπνίχθη κοτὲ ἡ ἄνθρωπος,1 τρόπον τὸν ἐπιληπτικὸν, ἄνευθεν σπασμῶν· ἐπιέζετο γὰρ ὠκέως στενοχωρίῃ ἧπαρ, διάφραγμα, πνεύμων, καρδίη. τοὔνεκεν ἀπνοίη ξυνεῖναι δοκέει καὶ ἀφωνίη. ἀτὰρ καὶ αἱ καρωτίδες ξυμπαθίῃ τῆς καρδίης πιέζονται. διὰ τόδε καρηβαρίαιτε, καὶ ἀναισθησία ξύνεστι καὶ κάρος. γίγνεται δὲ καὶ ἄλλο πάθος αὐτέῃσι ἴκελον τῇδε ξυμμορφῇ, ξὺν πνιγὶ καὶ ἀφωνίῃ, ἀλλʼ οὐκ ἀπὸ ὑστέρης. καὶ γὰρ τόδε καὶ ἀνδράσι γίγνεται κατοχώδεα τρόπον. ἀλλὰ τῇσι μὲν ἀπὸ ὑστέρης κακώδεες ἐπαρήγουσι ὀδμαὶ, καὶ εὐωδέων πρὸς τὰ γυναικήϊα ὑποθέσιες· τῇσι δὲ ἑτέρῃσι τάδε οὐδὲν ἐπαρήγει· καὶ τὰ μέλεα κινέονται ἀπὸ ὑστέρης, ἀπὸ δὲ τοῦ ἑτέρου πάθεος ἥκιστα. ἔτι δὲ τρόμοι αὐτόματοι καὶ οὐκ αὐτόματοι, ἀλλʼ ἐξ ὑποθέσιος ἀμβλωθριδίου. ψύξιες καρτεραὶ τῆς ὑστέρης, αἱμορραγίης ἀθρόης ἐπίσχεσις καὶ ὁκόσα τοιάδε. ἢν οὖν ἄρξηται πάσχειν κινευμένης ἄνω τῆς ὑστέρης, ὄκνος ἔργων πρήξιος, ἔκλυσις, ἀτονίη, γουνάτων ἀκρασίη, σκοτόδινος, καὶ τὰ γυῖα λύονται, κεφαλῆς πόνος, καρηβαρίη. τὰς φλέβας τὰς ἑκατέρωθεν τῆς Ῥινὸς ἀλγέει ἡ γυνή. ἢν δὲ καταπέσωσι, καρδιώσσουσι, ἐν τοῖσι ὑποχονδρίοισι, λαγόνες κεναὶ,2 ἔνθα ἡ ἕδρη τῆς ὑστέρης, σφυγμοὶ διαλείποντες, ἄτακτοι, ἐκλείποντες, πνὶξ καρτερὴ, ἀφωνίη, ἀναισθησίη, ἡ ἀναπνοὴ ἄσημος, ἀσαφὴς, ὤκιστος καὶ ἄπιστος ὁ θάνατος. οὐδὲν γὰρ ἴσχουσι νεκρῶδες· ἐς χροιὴν ζωώδεες. ἐρυθρότεραι μᾶλλον μέχρι πολλοῦ τοῦ θανάτου· ὀφθαλμοὶ μικρόντι ἐξίσχοντες, λαμπροὶ, οὐ κάρτα μὲν ἀτενέες, ἀτὰρ οὐδὲ κάρτα κεκαμμένοι. ἢν δὲ μετακινέηταί κοτε ἐς ἕδρην ἡ ὑστέρη, πρὶν ἐς τέλος ἰέναι τὸ πάθος, διαδιδράσκουσι τὴν πνίγα· εὖτε κοιλίη ὑποβορβορύζει, ὑγρότης τῶν γυναικηΐων τόπων, ἀναπνοὴ δασυτέρη καὶ σαφεστέρη· ὠκίστη ἐκ τοῦ πάθεος ἡ ἔγερσις, ὅκως καὶ ὁ θάνατος ὤκιστος. καὶ γὰρ Ῥηϊδίως τοῖσι ἄνω προσχωρέει· ἀτὰρ ἠδὲ Ῥηϊδίως ἀφίσταται· ἀκρόπλοός τε γὰρ ἡ ὑστέρη·3 ὑγροὶ δὲ καὶ οἱ ὑμένες οἱ ὀχῆες αὐτῆς· ὑγρὸν δὲ καὶ τὸ χωρίον, ἔνθα κέεται ἡ ὑστέρη· πρὸς δὲ φυγῇ τε καὶ ὁρμῇ χρέεται ἡδέων τε καὶ ἀηδέων. Ῥηϊδίως οὖν νεύει ὅκως πρέμνον ἔνθα καὶ ἔνθα, ἄνω τε καὶ κάτω πλώει. διὰ τόδε νεήνισι τὸ πάθος γίγνεται, γεραιτέρῃσι δὲ ἥκιστα. ᾗσι γὰρ ἡλικίητε καὶ βιοτὴ καὶ γνώμη πλανωδεστέρη, τῇσι καὶ ὑστέρη ἐστὶ Ῥεμβώδης· ἀπηλικεστέρῃσι δὲ εὐσταθέα καὶ ἡλικίη καὶ βίος, καὶ γνώμη, καὶ ὑστέρη. ἥδε μὲν οὖν ἡ ἀπὸ ὑστέρης πνὶξ μούνῃσι γυναιξὶ παρομαρτέει. γίγνεται δὲ καὶ ξυνὰ πρὸς ἄνδρας πάθεα τῇ ὑστέρῃ, φλεγμονὴ, αἱμορραγίη· ξυνὰ δὲ καὶ τὰ παρεόντα σημεῖα, πυρετοὶ, ἀσφυξίη, ψύξις, ἀφωνίη· ἐπὶ δὲ τῇ αἱμορραγίῃ καὶ ὀξύτεροι οἱ θάνατοι, ὁκοῖόν τι ἐν ζῴῳ σφαγή.

第十一章论子宫性窒息 在妇人两胁正中安居着胞宫,此乃极似生灵之妇人内脏。盖胞宫能自行向两胁四下游走;甚且向上径直冲向胸膈软骨之下,向侧旁则或趋于右,或趋于左,或逼近肝脏,或逼近脾脏,亦有时向前下倾垂,简而言之,其性四处漂泊漫游。它喜悦芳香之气便奔赴之,厌恶秽臭之气便规避之;总之,在妇人体内,胞宫宛如活物居于活物之中。 因此,若胞宫骤然上行,久留于上,强力压迫诸内脏,妇人有时便陷入窒息,其状类于癫痫,却无痉挛抽搐。盖因肝脏、膈膜、肺脏与心脏迅速受到逼窄压迫之故。因此,看似呼吸停绝,口不能言。且颈动脉亦因心脏之共鸣受累而受压,是以头沉重,继而知觉尽失、沉睡不醒。 妇人亦有类于此种情状之另一病患,同具窒息与失语之候,然非由胞宫而起;盖此病亦以僵直之态见于男子。然凡属由胞宫所致者,恶臭之气扑鼻与芳香之物敷于阴户皆能获效;而于另一疾患,此等施治了无补益。复次,胞宫所致者肢体有活动,另一疾患则肢体全然不动。此外更有震颤,或为自发,或非自发而由施用堕胎药物所引起;胞宫之剧冷,大量经血之骤止,以及诸如此类者。 故若因胞宫上移而初发病者,怠于任事,神疲,乏力,双膝不能自支,眩晕,肢体瘫软,头痛,头重;妇人鼻之两侧经脉作痛。 若跌倒在地,则胃脘心胸部灼痛憋闷,两胁下胞宫旧位空虚凹陷,脉象间歇、躁乱、渐至隐伏,窒息酷烈,口不能言,知觉泯灭,呼吸微茫不显,死亡至为速疾而令人难以置信。盖其全无死相,气色宛如活人,甚而在死后良久仍面色红润;双目微凸,眸光犹亮,既非全然定睛直视,亦非完全闭合。 然若胞宫在病势臻于极境之前迁回故位,她们便脱于窒息之厄;届时腹中微闻肠鸣之声,阴户濡润,呼吸转为深沉清晰。自此病霍然而苏至为迅速,正如其致死至为速疾一般。盖胞宫既极易趋附于上部,亦极易退避而去;盖胞宫轻浮易动,维系之筋膜柔润,胞宫所居之处亦濡润;况且它遇可悦与可恶之物即行趋避。故其极易摇曳倾侧如树身四向晃荡,上下浮沉。是故此病多发于妙龄少女,老年妇人则至为鲜见。盖凡年岁、身世与情志漂浮不定者,其胞宫亦游移无定;而年事较高者,其年岁、生活、情志乃至胞宫皆已安定凝止。是故由胞宫所致之窒息,仅见于妇人。 然胞宫亦有与男子共有之疾患,如炎症与出血;其随伴之征象亦相同,即发热、无脉、厥冷、失音;而出血之致死尤为暴急,宛如宰杀牲畜一般。

语法注3 条
  1. 2.11ἀπεπνίχθη κοτὲ ἡ ἄθρωπος

    条件从句(ἢν... γένηται)的主句中使用直陈式不定过去时 ἀπεπνίχθη,属于箴言性不定过去时(gnomic aorist),表示规律性、习惯性或倏忽而至的发作结果(“妇人有时便陷入窒息”),而非指过去的某次具体事件。

  2. 2.11καρδιώσσουσι, ἐν τοῖσι ὑποχονδρίοισι, λαγόνες κεναὶ

    此处采用连词省略(asyndeton)的紧凑结构铺叙暴厥发作时的诸般征候。复数动词 καρδιώσσουσι(患胃脘心胸部灼痛憋闷)指代病患诸人,后接介词短语 ἐν τοῖσι ὑποχονδρίοισι 指明发病部位(胁肋/心下部位),随之并列名词短语 λαγόνες κεναί(两胁空虚)以描写子宫离位后腹胁凹陷之象。

  3. 2.11ἀκρόπλοός τε γὰρ ἡ ὑστέρη

    复合形容词 ἀκρόπλοος(字面义为“贴近水面漂浮的”、“轻浮易漂者”)为古代医学文献中的生动比喻,形容胞宫并不牢固死锁于盆腔,而是浮泛易动。小词 γάρ 引出对前文“容易趋上亦容易退下”的生理机理解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg001.humanitext-grc2:2.11