- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg001.humanitext-grc2:2.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本章论述色情狂(持续勃起症)之命名缘由、不可遏制之性冲动与周身痉挛等急性征候、凶险之转归及偶见之解救转机,并从解剖与体质角度论证此疾为男子所特有、妇人绝不罹患之理。
Κεφ. ιβʼ. περὶ Σατυριάσεως. οἱ σάτυροι τοῦ Διονύσου ἱεροὶ ἐν τῇσι γραφῇσι καὶ τοῖσι ἀγάλμασι ὄρθια ἴσχουσι τὰ αἰδοῖα, ξύμβολον τοῦ θείου πρήγματος. ἔστι δὲ καὶ πάθεος ἰδέη, ἀνίσχοντος ὄρθια τοῦ πάσχοντος τὰ αἰδοῖα· ἐπίκλησις σατυρίησις ἐς ὁμοιότητα τοῦ θεοῦ σχήματος. ὁρμὴ δέ ἐστι ἄσχετος ἐς ὁμιλίην· ἀτὰρ οὐδʼ ἐν τῇσι προσόδοισι οὐδὲν ὠφελέονται· οὐδὲ ἐπὶ πολλῇσι καὶ συνεχέεσι ὁμιλίῃσι πρηΰνονται τὸ ὄρθιον.1 σπασμοὶ δὲ ἁπάντων τῶν νεύρων, καὶ ἔντασις τενόντων, καὶ βουβώνων, καὶ πληχάδος, φλεγμονὴ τῶν αἰδοίων καὶ πόνος, ἐρύθημα προσώπου, καὶ ἰκμὰς νοτίδι ἰκέλη. περιστελλόμενοι, ἡσυχῇ ἐπίλυποι, κατηφέες, ὥσπερ ἀχθόμενοι τῇ ξυμφορῇ· ἢν δὲ ὑπερίσχῃ καὶ τὴν αἰδῶ τοῦ ἀνθρώπου τὸ πάθος, ἀκρατέες μὲν γλώσσης ἐς τὸ ἄκοσμον· ἀκρατέες δὲ ἐς τὸ ἄμφαδον καὶ τῆς τοῦ ἔργου πρήξιος,2 παράφοροι τὴν γνώμην ἐς τὸ ἄσχημον. κατέχειν γὰρ οὐ δύνανται· διψώδεες, φλέγμα πολλὸν ἐμέουσι· ἔπειτεν τοῖσι χείλεσι ἀφρὸς ἐφιζάνει, ὅκωσπερ τοῖσι ὀργῶσι τῶν τράγων· ἀτὰρ ἠδὲ ὀσμὴ ὁμοίη. οὖρον ἐξ ἐπισχέσιος πολλῆς, λευκὸν, παχὺ, γονοειδές. κοιλίη ἀπολελημμένη, γαργαλισμοὶ αὐτόματοι πλευρέων καὶ μασχαλῶν, σπασμώδεες, ἀπόσιτοι, εἰ δὲ προσφέροιντο, ἁρπάγδην, ταραχώδεες. ἢν δὲ ἐς ὄλεθρον ἥκῃ τὸ κακὸν, φυσώδεες· κοιλίην ἐπηρμένοι,3 τενόντων καὶ μυῶν τῶν πάντων ξύντασις, δυσκινησίη, ξυνολκαὶ μελέων, σφυγμοὶ μικροὶ, ἀσθενέες, ἄτακτοι. ἔλυσέ κοτε τάδε πάντα κοιλίη ἐκταραχθεῖσα πολλοῖσι φλεγματώδεσι, χολώδεσι, ἔμετος ὁμοίως. οὐκ ἄνευθεν κινδύνου ἴησις, ὕπνος βαθὺς καὶ μήκιστος· ψύξις γὰρ καὶ πάρεσις καὶ νάρκη νεύρων, ὕπνος πουλύς. νάρκη δὲ καὶ ψύξις σατυρίησιν ἰῆται. γίγνεται δὲ τὸ πάθος ἦρος μάλιστα καὶ θέρεος· ἡλικίῃσι δὲ, μειρακίοισι καὶ νέοισι. μάλιστα δὲ ὁκόσοισι ἡ φύσις ἐς ξυνουσίην ἐτοίμη· ὀξύτατον ἠδὲ ἀτερπὲς, ἠδὲ ἄκοσμον κακόν. τὰ πολλὰ γὰρ ἐν ἑβδόμῃ θνήσκουσι. λόγος δὲ ὅτι καὶ γυναῖκες πάσχουσι τοῦτο τὸ πάθος, καὶ ἥ τε ἐς τὰ ἀφροδίσια ὁρμὴ ὁμοίη καὶ τὰ λοιπὰ ξύμπαντα τὰ αὐτά· ἐγὼ δὲ μαχλοσύνην μὲν γυναιξὶ ὑγρῇσι πείθομαι γίγνεσθαι, ἐς ἔκχυσιν τοῦ πλήθεος τούτων·4 σατυρίησιν δὲ ἥκιστα. οὔτε γὰρ ἡ φύσις αὐτέων ἑτοίμη· ψυχρὴ γάρ· ἀλλʼ οὐδὲ μόρια ἐς ὀρθίησιν, ὅκωσπερ σάτυρος, ἴσχει γυνὴ, ὥσπερ τὸ πάθος ἐπώνυμον. οὐδὲ γὰρ οὐδὲ πνίγα τὴν ἀπὸ ὑστέρης νοσέουσι ἄνδρες, οὕνεκεν οὐκ ἴσχει ὑστέρην ἀνήρ.
第十二章论色情狂 奉祀狄奥尼索斯的萨堤洛斯在图画与雕像中皆现阳具勃起之状,此乃神圣事务之象征。亦有一种疾患之形态,患者阳具坚挺不萎;因酷似此神之形貌,故名色情狂。 其交合之冲动难以遏制;然于交媾之中亦无所补益,纵经频繁连续之交媾,其勃起亦毫不减退。周身经筋痉挛,肌腱、腹股沟与会阴紧绷,阴器红肿作痛,面色潮红,津津出汗。患者裹衣自蔽,静默含悲,垂首丧气,宛若苦于其厄;然若病势凌轹人之羞耻之心,则言辞失控至于污言秽语,行事失检至于公然求欢,神智昏乱而陷于丑态。盖其自制不能矣;烦渴,大吐痰涎;继而唇边泛沫,宛若发情之公山羊,其恶臭亦相类。小便历经剧烈蓄积之后始出,色白、浓稠、宛如精液。大便秘结,胁下与腋窝不自禁发痒而致痉挛,不思饮食,若进饮食,则狼吞虎咽,躁扰不宁。 若毒邪逼向败亡,则腹中胀气,小腹鼓胀,周身筋腱肌肉尽皆挛缩,动作失灵,四肢拘挛,脉象细弱而无序。 曾有经腹泻暴发、排泄大量痰饮与胆汁而霍然解除上述诸症者,呕吐亦复如是。非无危险之治法,乃深沉悠长之睡眠;盖酣睡能使筋脉受寒、松弛与麻痹,而麻痹与受寒正可治愈色情狂。 此病多发于春季与夏季;于年岁而言,见于少年与青年,尤以天性偏嗜房事者为甚。此乃极暴烈、极痛苦且极失体面之大害,盖多于第七日夭亡。亦有说谓妇人同受此患,其求欢之欲相仿,其余诸症尽皆相同;然我坚信,在湿润之妇人身上所发者乃属淫狂症,旨在宣泄过剩之体液,绝非色情狂。盖其天性本不适于此,因其质偏寒;况且妇人亦无如萨堤洛斯般能行勃起之器官以应此病之名。正如男子绝不罹患胞宫性窒息,盖因男子本无胞宫也。
- 2.12πρηΰνονται τὸ ὄρθιον
πρηΰνονται 为动词 πρηΰνω(使平息、缓和)的现在时中动形第三人称复数,带有“平息自身的……”之反身意味。宾格 τὸ ὄρθιον 既可解作关系宾格(“在勃起方面”),亦可视为中性名词化的直接宾语(“其勃起”)。
- 2.12ἀκρατέες δὲ ἐς τὸ ἄμφαδον καὶ τῆς τοῦ ἔργου πρήξιος
形容词 ἀκρατέες(不能自制、无力管束)支配宾格性属格 τῆς τοῦ ἔργου πρήξιος(“行此事”),而介词短语 ἐς τὸ ἄμφαδον(“公然地、当众”)则表方式与趋向,全句意为“即便是公然宣淫亦无法自控”。
- 2.12κοιλίην ἐπηρμένοι
κοιλίην 为伴随完成时被动分词 ἐπηρμένοι(源自 ἐπαίρω,意为升起、膨胀)的关系宾格,用以描摹身体病态,意为“在腹部方面膨隆”即“腹部鼓胀”。
- 2.12ἐς ἔκχυσιν τοῦ πλήθεος τούτων
介词短语 ἐς ἔκχυσιν 表目的或倾向(“以宣泄、向着排泄”)。属格短语 τοῦ πλήθεος τούτων 呼应前文之 γυναιξὶ ὑγρῇσι(“体液偏多之妇人”),指代“此等(体液/水湿)之过剩充斥”。
