← 阿莱泰乌斯

论急性疾病的病因和症状

§1.10

肋膜炎的解剖定义、症候与转归

论述肋膜(胸膜)的解剖结构与肋膜炎的典型症候,阐明其恶化致死、内陷窒息、转为脓胸或经由危机而康复的不同转归,并分析发病与季节及年龄的关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10

Κεφ. ι. περὶ Πλευρίτιδος. ὑπὸ τῇσι πλευρῇσι καὶ τῇ Ῥάχει καὶ τῷ ἔνδον θώρηκι ἄχρι κλειδῶν ὑμὴν λεπτὸς κραταιὸς ὑπέστρωται, τοῖσι ὀστέοισι προσπεφυκὼς, ὑπεζωκὼς τοὔνομα.1 ὧδε ἐπὴν φλεγμονὴ γένηται, πῦρ ξὺν βηχὶ καὶ πτυάλοισι ποικίλοισι, πλευρῖτις τὸ πάθος καλέεται. χρὴ δὲ ταῦτα ἀλλήλοισι ξυνωδὰ καὶ ξύμπνοα ἔμμεναι, ἀπὸ μιῆς αἰτίης ξύμπαντα· ὁκόσα γὰρ τουτέων σποράδην ἄλλο ὑπʼ ἄλλης αἰτίης γίγνεται, κἢν τὰ πάντα ἅμα ἐπιφοιτήσῃ, οὐ καλέεται πλευρῖτις· ξύνεστι δὲ πόνος ὀξὺς κληϊδέων,2 πῦρ δριμὺ, κατάκλισις ἐπὶ μὲν τὴν φλεγμαίνουσαν πλευρὴν εὔφορος· ἐν ἕδρῃ γὰρ ἵζει τῇ ἑωυτέου ὁ ὑμήν· εἰς τὸ ἐπέκεινα δὲ ἐπώδυνος· ὑπὸ γὰρ τοῦ ἄχθεος καὶ τῆς φλεγμονῆς καὶ τῆς ἐξαρτήσιος ἀποτέταται ἡ ὀδύνη ἄχρι τῆς ἁπάσης ξυναφίης τοῦ ὑμένος ἐς ὤμους καὶ κληΐδας, μετεξετέροισι δὲ καὶ ἐς νῶτα καὶ ἐς ὠμοπλάτην. νωτιαίην τὴν δὲ πλευρῖτιν ἐκάλεον οἱ πρόσθεν.3 παρέπεται δὲ δύσπνοια, ἀγρυπνίη, ἀποσιτίη, μήλων ἐρύθημα φαιδρὸν, βὴξ ξηρὴ, πτύελα μόλις ἀναγόμενα, φλέγμα ἢ χολῶδες, ἢ δίαιμον κατακορέως, ἢ ὑπόξανθον· καὶ τάδε τάξιν οὐκ ἴσχοντα, ἄλλοτε δὲ ἄλλα ἐπιφοιτέοντα καὶ ἀπογιγνόμενα· κάκιον δὲ ἁπάντων, ἢν τὸ δίαιμον ἐκλείπῃ, γίγνονται δὲ παράληροι· ἔστι δʼ ὅτε καὶ κωματώδεες, καὶ ἐν τῇ καταφορῇ παράφοροι. ἢν μὲν οὖν ἐς κακὸν τρέπηται ἡ νοῦσος, πάντων ἐπὶ τὸ κάκιον ἐπιδιδόντων, ἐντὸς ἑβδόμης οἵδε θνήσκουσι ἐς συγκοπὴν ἐμπεσόντες. ἢν δὲ ἀπὸ τῆς δευτέρας ἑβδομάδος ἡ ἀρχὴ τῆς ἀναγωγῆς τῶν πτυέλων γίγνηται καὶ τῶν ξυντεινόντων κακῶν, ἐς τὴν τεσσαρεσκαιδεκάτην θνήσκουσι. ἔσθʼ ὅπη δὲ μεσηγὺ τουτέου τοῦ χρόνου ἐς πνεύμονα πάντων ξύνδοσις γίγνεται. ἕλκει γὰρ πνεύμων ἐς ἑωυτὸν, καὶ μανὸς καὶ θερμὸς ἐὼν, καὶ ἐς ὁλκὴν τῶν πέλας κινεύμενος, εὖτε ἀθρόον ἀπεπνίγη ὥνθρωπος, μεταστάσι τοῦ πάθεος.4 ἢν δὲ ταύτην ὑπερέλθῃ ὁ νοσέων, καὶ ἐντὸς εἰκοστῆς μὴ ἀποθνήσκῃ, ἔμπυος γίγνεται. τάδε μὲν οὖν, ἢν ἐς κακὸν ἐπιδιδῷ. ἢν δὲ ἐπὶ τὸ ἀγαθὸν τράπηται, αἱμορραγίη διὰ Ῥινῶν λάβρως, εὖτε ἀθρόον λύεται ἡ νοῦσος· ἕπεται καὶ ὕπνος καὶ ἀναγωγὴ φλεγμάτων, ἔπειτα δὲ χολωδέων λεπτῶν, ἐπὶ δὲ μᾶλλον λεπτοτέρων, αὖθις δὲ διαίμων, παχέων, σαρκοειδέων. κἢν ἐπὶ τῶν διαίμων παλινδρομέῃ μὲν ἡ χολὴ, ἐπʼ αὐτῇ δὲ φλέγμα, ἀσφαλὴς ἡ ἀποκατάστασις· καὶ τάδε, ἢν ἀπὸ τρίτης ἡμέρης ἄρχηται, καὶ Ῥηϊδίως ἀναβήσσουσι, λεῖα, ὁμαλὰ, ὑγρὰ, 〈οὐ〉 στρογγύλα. ἐς ἑβδόμην γὰρ καθίστανται, εὖτε καὶ κοιλίης ἐκταραχθείσης χολωδέων, ἀναπνοῆς κατάστασις, γνώμη εὐσταθὴς, πυρετοὶ ἐνδιδόντες, εὔσιτοι· ἢν δὲ ἀπὸ τῆς δευτέρης ἑβδομάδος τάδε ἄρξηται, ἐς τὴν τεσσαρεσκαιδεκάτην καθίστανται. ἢν δὲ μὴ, εἰς ἐμπύημα τρέπεται, εὖτε Ῥίγεα ἐνδείκνυται, πόνοι νυγματώδεες, ἀνακαθίγνυσθαι θέλουσι, ἀναπνοὴ κακίων· δέος τότε μᾶλλον μὴ πνεύμων ἀθρόον τὸ πῦον ἑλκύσας ἀποπνίξῃ τὸν ἄνθρωπον, τὰ πρῶτα καὶ τὰ μείζω διαφυγόντα κακά. ἢν δὲ ἐς τὸ μεσηγὺ τῶν πλευρέων Ῥέψῃ, καὶ διαστήσῃ τάσδε, καὶ κορυφὴν ἐς τὸ ἔξω προβάληται, ἢ ἐς ἔντερον ἐνραγῇ, τὰ πολλὰ περιγίγνεται ὁ ἄνθρωπος. φέρει δὲ τὴν νοῦσον, ὥρη μὲν, χειμὼν μάλιστα πάντων, δεύτερον φθινόπωρον, ἦρ δὲ ἧσσον, ἢν μή κοτε ψυχρὸν γίγνοιτο· θέρος δὲ ἥκιστα. ἡλικίη, πρῶτον τῶν ἄλλων πάσχουσι γέροντες, οἳ καὶ μᾶλλον ἑτέρων τὸ πάθος διαδιδράσκουσι. οὔτε γὰρ μεγάλη ἂν γίγνοιτο φλεγμονὴ ἐν ξηρῷ τῷ σκήνεϊ, οὔτε ἐς πνεύμονα ἡ μετάστασις. ψυχρότερος γὰρ ἢ ἐπὶ ἄλλης ἡλικίης, καὶ ἀναπνοὴ σμικρὴ, καὶ ἡ ὁλκὴ ἁπάντων ὀλίγη. νέοι δὲ καὶ οἱ ἐπὶ ἀκμῆς, οὐ μάλα μὲν πάσχουσι, ἀτὰρ οὐδὲ μάλα περιγίγνονται· οὐ γὰρ ἂν πάθοιεν ἐπὶ σμικρῇ αἰτίῃ οὐδὲ σμικρὴν φλεγμονήν· ἐπὶ δὲ τοῖσι μεγάλοισι μείζων ὁ κίνδυνος. παῖδες ἥκιστα νοσέουσι πλευρῖτιν· ἀτὰρ καὶ ἧσσον θνήσκουσι. τά τε γὰρ σώματα μανὰ, καὶ τὰ ὑγρὰ εὔροα, καὶ πολλὴ ἡ διαπνοὴ καὶ ἀποφορή. ὅθεν οὐδὲ μεγάλη ξυνίσταται φλεγμονή· ἥδε τῆς ἡλικίης εὐτυχίη ἐν τῷδε τῷ πάθεϊ.

第十章论肋膜炎 在肋骨、脊柱以及胸腔内壁直至锁骨的深处,铺有一层薄而强韧的膜,紧附于骨骼之上,其名为胸膜。当此处发生炎症,伴有咳嗽及咳出繁杂之痰液的高热时,该病态即被称为肋膜炎。这些症状必须彼此协调一致,且皆由单一病因所致;因在这些症状中,若散在地各由不同原因引起,即便全部同时并发,亦不称为肋膜炎。伴有波及锁骨之剧烈疼痛与炽烈之发热,卧于患侧尚可耐受,盖胸膜得安居于其本位;若卧于健侧则痛苦不堪,因受重量、炎症及牵拉之影响,疼痛沿胸膜的全部连接部牵扯至肩部与锁骨,在某些患者身上甚至延及背部与肩胛骨。古人曾将此称为背部肋膜炎。此疾常伴有呼吸困难、不眠、绝食、两颊鲜红、干咳、痰液极难咯出,痰或为粘液、或兼胆汁、或呈深血色、或兼微黄色;这些表现毫无定序,随时间不同而交替出现与消退。最凶险者莫过于血痰骤止而患者陷入谵妄;有时亦呈昏睡状,并在昏迷之中狂乱谵语。 若此疾趋于恶化,诸症皆向极坏处发展,患者便会在七日之内陷入虚脱而亡。但若咳痰与诸般剧症之发端始于第二周,则彼等将于第十四日夭折。然而有时在此期间的中途,一切邪气会骤然注于肺部。盖肺脏疏松而多热,且生性易于牵引邻近之物,遂将病邪吸入自身之中,人便因病势之转归内陷而猝然窒息。患者若能度过此关且在二十日内未亡,则转化为内痈蓄脓。若病情趋于恶化,其状便是如此。 若病情转向良善,则鼻孔大量流血,届时疾病猝然而解。继之以睡眠及粘液之咯出,随后咳出稀薄之胆汁样痰,继而更稀,其后复咳出带血、浓厚且如肉样之痰。若在带血之痰后复现胆汁样痰,其后又复现粘液,则康复确凿无疑;若此等转机始于第三日,且能轻易咳出平滑、均匀、湿润且不结成团块之痰,彼等便能在第七日痊愈。此时肠中亦排泄胆汁样物,呼吸平复,心神安宁,热势消退,食欲亦振。若此等转机始于第二周,则在第十四日痊愈。 若非如此,则转为脓胸,彼时恶寒显现,伴有针刺样疼痛,患者欲端坐,呼吸更坏;此时尤令人惧怕者,莫过于肺脏突然吸入脓液而使逃过最初更大凶险之人窒息而亡。但若脓液偏向肋骨之间,将肋骨撑开并向外隆起形成脓头,或破溃入肠中,患者多半得以生全。 招致此疾之时令,首推冬季,其次为秋季,春季较少,除非有时寒冷;夏季则最不易发病。论及年龄,老年人较其他人最先罹患,但彼等亦比其他人更易逃脱死厄。盖在枯槁之躯体内既不易形成剧烈之炎症,亦不致发生内陷至肺之转归;因老年人比其他年龄更为虚冷,其呼吸短浅,且对一切津液之吸摄力亦甚微。青年及壮年之人不常罹患,但亦不易幸存;盖彼等不致因细微之因而发病,亦不起轻微之炎症,而一旦出现剧烈炎症,危险便更大。儿童最少患肋膜炎,死于此疾者亦更少;盖其身躯疏松,津液畅流,蒸发与外泄充沛,故而不致蓄积剧烈之炎症;这便是此年龄在此疾患中的幸事。

语法注4 条
  1. 1.10ὑπεζωκὼς τοὔνομα

    ὑπεζωκώς 为动词 ὑποζώννυμι(在下方环绕、自下支撑)之完成时主动分词阳性单数主格,此处被名词化作为指代“胸膜”的解剖学专业术语。其后的 τοὔνομα 为表示限制或范畴的关系宾格(accusative of respect/specification),意为“就其名称而言”。

  2. 1.10πόνος ὀξὺς κληϊδέων

    属格 κληϊδέων 用作表示处所范围或涉及范围的属格(genitive of local relation/extent),与前文的 ἄχρι κλειδῶν 相呼应,表示“延及锁骨的剧痛”。虽然语法上亦可视为依附于 πόνος 的宾格性属格,但在医学语境中,它指代的是疼痛放射所达的解剖学区域。

  3. 1.10νωτιαίην τὴν δὲ πλευρῖτιν ἐκάλεον οἱ πρόσθεν

    此处出现语序倒置(hyperbaton):主语为后置的 οἱ πρόσθεν(古人),主要动词为 ἐκάλεον,直接宾语为 τὴν πλευρῖτιν,而前置的 νωτιαίην 则为述语宾格(predicative accusative)。整体构成双重宾格结构:“古人称此种肋膜炎为背部肋膜炎”。

  4. 1.10εὖτε ἀθρόον ἀπεπνίγη ὥνθρωπος, μεταστάσι τοῦ πάθεος

    连词 εὖτε 本义为“当……之时”,但在此处紧随原因从句(ἕλκει γὰρ πνεύμων...)之后,用以引出突发性的严重后果(“以至于/彼时人猝然窒息”)。过去时动词 ἀπεπνίγη 为描绘性或格言性不定过去时(gnomic/dramatic aorist),生动刻画了病邪向肺部内陷(μεταστάσι)时病人骤然窒息死亡的情状。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg001.humanitext-grc2:1.10