- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg001.humanitext-grc2:1.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本章辨析了扁桃体的良性溃疡与恶性疫毒性溃疡(阿弗他与焦痂,亦称埃及或叙利亚溃疡),详细阐述了其蔓延途径、致病原因、易感年龄与地域,以及伴有剧痛与窒息的悲惨致死过程。
Κεφ. θʼ. περὶ τῶν κατὰ τὰ παρίσθμια ἑλκῶν. ἕλκεα ἐν τοῖσι παρισθμίοισι γίγνεται, τὰ μὲν ξυνήθεα, εὐήθεα καὶ ἀσινέα, τὰ δὲ ξενὰ, λοιμώδεα καὶ κτείνοντα. εὐήθεα μὲν ὁκοῖα καθαρά ἐστι καὶ σμικρὰ καὶ ἀβαθῆ, οὐδὲ ἐπιφλεγμαίνει, καὶ ἀνώδυνα· λοιμώδεα δὲ ὁκόσα πλατέα, κοῖλα, Ῥυπαρὰ, ἐπιπάγῳ λευκῷ, ἢ πελιδνῷ, ἢ μέλανι συνεχόμενα· ἄφθαι τοὔνομα τοῖσι ἕλκεσι. ἢν δὲ καὶ ὁ ἐπίπαγος ἴσχῃ βάθος, ἐσχάρη τὸ πάθος καὶ ἔστι καὶ καλέεται· ἐν κύκλῳ δὲ τῆς ἐσχάρης ἐρύθημα γίγνεται καρτερὸν καὶ φλεγμονὴ καὶ πόνος φλεβῶν, ὡς ἐπʼ ἄνθρακος, καὶ μικρὰ δὲ ἐξανθήματα ἀραιὰ γιγνόμενα, ἔπειτα προσεπιγιγνόμενα συνήφθη τε ἂν καὶ πλατὺ ἕλκος ἐγένετο.1 κἢν μὲν ἔξω ἐς τὸ στόμα νέμηται, ἐπὶ τὴν κιονίδα ἧκέ τε μὴν, καὶ τὴν ἀπέταμεν, καὶ ἐς τὴν γλῶσσαν ἐσκεδάσθη, καὶ ἐς οὖλα, καὶ ἐς χαλινούς· καὶ ὀδόντες ἐκινήθησαν καὶ ἐμελάνθησαν· καὶ ἐς τὸν τράχηλον ἡ φλεγμονὴ ἐξώκειλε. καὶ οἵδε μὲν οὐ πολυήμεροι θνήσκουσι φλεγμονῇ καὶ πυρετοῖσι, κακωδίῃ καὶ ἀποσιτίῃ. ἢν δὲ ἐς τὸν θώρηκα νέμηται διὰ τῆς ἀρτηρίης, καὶ αὐτῆμαρ ἀπέπνιξε.2 πνεύμων γὰρ καὶ καρδίη, οὔτε ὀδμῆς τοιῆσδε, οὔτε ἑλκέων, οὔτε ἰχώρων ἀνέχονται, ἀλλὰ βῆχες καὶ δύσπνοιαι γίγνονται. αἰτίη μὲν οὖν τοῦ ἔργου τῶν παρισθμίων, κατάποσις ψυχρῶν, τρηχέων, θερμῶν, ὀξέων, στυφόντων· τάδε γὰρ τὰ μέρεα καὶ θώρηκι εἰς φωνὴν καὶ ἀναπνοὴν, καὶ κοιλίῃ ἐς τροφῆς διαπομπὴν, καὶ στομάχῳ ἐς κατάποσιν διακονέεται. εἰ δὲ καὶ τοῖσι ἔνδον τι συμβαίη πάθος, κοιλίῃ, καὶ στομάχῳ, καὶ θώρηκι, ἐς τὸν ἰσθμὸν καὶ τὰ παρίσθμια καὶ τὰ τῇδε χωρία τοῦ κακοῦ ἡ ἀναφορὴ καὶ ἀπερεύξιες. διὰ τόδε παιδία μάλιστα πάσχει ἄχρις ἥβης· μάλιστα γὰρ παιδία καὶ μέγα καὶ ψυχρὸν ἀναπνέει· πλεῖστον γὰρ τὸ θερμὸν ἐν τουτέοισι· ἀκρατέα δὲ καὶ ἐδωδῆς, καὶ ποικίλων ἐπιθυμία, καὶ ψυχροποσίη· καὶ βοῆσαι μέγα καὶ ἐν ὀργῇ καὶ ἐν παιδιῇ. καὶ κούρῃσι δὲ μέχρι καθάρσιος ἐπιμηνίων τάδε ξυνήθεα. χώρη δὲ τίκτει Αἴγυπτος μάλιστα, καὶ γὰρ ἐς ἀναπνοὴν ἀὴρ ξηρὴ καὶ ἡ ἐδωδὴ ποικίλη. ῥίζαι γὰρ καὶ βοτάναι καὶ λάχανα πολλὰ καὶ σπέρματα δριμέα, καὶ ποτὸν παχὺ, ὕδωρ μὲν ὁ Νεῖλος, δριμὺ δὲ τὸ ἀπὸ τῶν κριθέων τὸ τῶν βρυτέων πόμα. τίκτει δὲ καὶ ἡ Συρίη, μάλιστα κοίλη· ὅθεν Αἰγύπτια καὶ Συριακὰ ἕλκεα τάδε κικλήσκουσι. τρόπος δὲ θανάτου οἴκτιστος· πόνος μὲν δριμὺς καὶ θερμὸς, ὡς ἐπʼ ἄνθρακος, ἀναπνοὴ κακή. ἀναπνέουσι γὰρ ὀδωδὸς σηπεδόνα καρτερήν·3 τὸ αὐτὸ δὲ πάλιν συντόνως ἐς τὸν θώρηκα ἐμπνέουσι· ἀσηροὶ, ὡς μηδὲ ἑωυτέων τὴν ὀδμὴν ἀνέχεσθαι· ὠχροὶ ἢ πελιδνοὶ τὰ πρόσωπα, πυρετοὶ ὀξέες, δίψος, ὡς ἐκ πυρός, τὸ δὲ ποτὸν οὐ προσίενται, δέεϊ τῶν ἔνθεν πόνων. ἄσσονται γὰρ, ἢν τοῖσι παρισθμίοισι ἐνθλίβωσι, ἢ ἐς τὰς Ῥῖνας ἀνατρέχῃ. καὶ ἢν μὲν κατακέωνται, ἀνακαθίζουσι, ἀνακεκλίσθαι οὐκ ἀνεχόμενοι· ἢν δὲ ἀνακαθίσωσι, ὑπὸ ἀπορίης αὖθις ἀνακλίνονται. τά πολλὰ δὲ ὀρθοστάδην περιΐασι· ἀκρασίῃ γὰρ ἡσυχίης τὴν ἠρεμίην φεύγουσι, πόνῳ πόνον λῦσαι θέλοντες. ἀναπνοὴ εἴσω μεγάλη· ψυχρὸν γὰρ ἠέρα ποθέουσι ἐς ἔμψυξιν· ἔξω δὲ σμικρή. πυρίκαυτα γὰρ ἐόντα τὰ ἕλκεα προσεμπίπραται ὑπὸ θέρμης τῆς ἀναπνοῆς. βράγχος, ἀφωνίη, καὶ τάδε ἐπὶ τὸ κάκιον ἐπείγει, εὖτε ἀθρόον καταπεσόντες εἰς τὴν γῆν ἐξέλιπον.
第九章论扁桃体溃疡 扁桃体处生有溃疡,其中一些属寻常、良性且无害,另一些则属奇特、疫毒且致命。良性者洁净、细小、表浅,既无炎症亦无疼痛;疫毒者则宽广、凹陷、污秽,且附有一层白色、铅色或黑色的干痂;“阿弗他”乃此类溃疡之名。若此痂亦具深度,该病态即是且被称为“焦痂”。焦痂周围出现强烈的红肿、炎症与静脉抽痛,如同在痈疽之中;起初稀疏出现的小疹,随着接续生成而融合并形成广泛的溃疡。若其向外蔓延至口腔,便侵袭悬雍垂并将其截断,更波及舌部、牙龈及口角;牙齿松动并变黑,炎症亦蔓延至颈部。这些人因炎症、高热、恶臭及绝食,数日之内便告夭亡。但若通过气管向胸部蔓延,则当日便致人窒息;因肺与心既无法忍受这般恶臭,亦无法承受溃疡与腐液,反而引发咳嗽与呼吸困难。 导致扁桃体罹受此祸之原因,乃是吞咽寒冷、粗糙、炎热、酸味、收敛之物;盖这些部位为胸部供声息呼吸之用,为腹胃供食物转输之用,为食道供吞咽之用。再者,若体内深处——腹胃、食道与胸部——发生任何疾患,病邪之上逆与返流皆涌向咽门、扁桃体及此等邻近区域。因此,儿童至青春期前受害最深;盖儿童呼吸尤为深大且喜吸冷气,其体内阳热最盛;又不能节制饮食,嗜食繁杂之品,喜饮冷水,并在愤怒与嬉戏中皆大声呼喊。少女直至月经来潮前亦常患此疾。在地域上,埃及最易滋生此疾,因供呼吸之空气干燥且饮食繁杂;盖彼处有繁多之根茎、药草、蔬菜与辛烈种籽,饮品亦浓浊,水为尼罗河之水,辛烈之饮则为大麦所酿之麦酒。叙利亚,尤其是叙利亚谷地,亦易滋生此疾;故而人们称这些溃疡为埃及溃疡和叙利亚溃疡。 其死亡之态最为惨绝:疼痛剧烈而炽热,如同痈疽,呼吸臭恶。盖其呼出浓烈腐臭之气,复又将同等秽气强力吸入胸中;满心厌恶,以至连自身之臭气亦无法忍受;面色苍白或呈铅色,发高热,烦渴如被烈火焚烧,然因惧怕由此引发之剧痛而不敢咽饮;盖若压迫扁桃体或液体逆流至鼻孔,便痛苦难耐。若卧倒,则因无法忍受仰卧而坐起;若坐起,又因困顿窘迫而复又卧下。多半时候彼等直立四处走动;盖因无法安宁而逃避静止,欲以一种痛苦消解另一种痛苦。吸入之气甚大,盖其渴求冷气以散热;呼出之气则极微,盖溃疡如遭火灼,复被呼气之热度所焚灼。声音嘶哑、失音相继而至,且诸症急剧恶化,直至其猝然仆地而气绝。
- 1.9συνήφθη τε ἂν καὶ πλατὺ ἕλκος ἐγένετο
小词 ἄν 与不定过去时直陈式(συνήφθη, ἐγένετο)连用,表示过去反复发生或习惯性的动作(迭代不定过去时),意为“疹子往往相互融合并形成广泛的溃疡”。此处并非反事实条件句的结论,而是描写皮疹蔓延时的反复病理过程。
- 1.9καὶ αὐτῆμαρ ἀπέπνιξε
在以 ἢν δὲ ... νέμηται(现在时虚拟式)构成的条件从句后,结论句采用了不定过去时直陈式 ἀπέπνιξε。此用法为箴言性或瞬间性不定过去时(gnomic/instantaneous aorist),旨在生动且极其确凿地突显其病势进展之迅速与结局之必然性:“当日便致人窒息”。
- 1.9ἀναπνέουσι γὰρ ὀδωδὸς σηπεδόνα καρτερήν
ὀδωδός 是动词 ὄζω(散发气味)的完成时主动分词中性单数宾格形式,在此处作状语或与 σηπεδόνα καρτερήν(强烈的腐败)构成同族内在宾格搭配,意为“呼气时散发着浓烈的腐臭”。完成时态在此凸显了恶臭已然形成且持续不散的病态特征。
