- 底本
- Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0719.tlg001.humanitext-grc2:1.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者界定了悬雍垂的解剖名称与性质,逐一阐述了“柱”、“葡萄肿”、“小革带”及“流苏”等形态病变,并讨论了各症的症状表现、好发年龄及切除手术的指征与禁忌。
Κεφ. η. περὶ τῶν κατὰ τὴν Κιονίδα παθῶν. τὸ ἀπὸ τῆς ὑπερώης ἐκκρεμὲν σῶμα στερρὸν, μεσηγὺ τῶν παρισθμίων, κίων καὶ γαργαρεὼν καλέεται. σταφυλὴ γὰρ πάθεός ἐστιν οὔνομα. νεῦρον δέ ἐστι ἡ κιονὶς τὴν φύσιν,1 ἀλλʼ ὑγρόν· ἐν γὰρ ὑγρῷ κέεται χωρίῳ. ὅδε οὖν ὁ γαργαρεὼν πλεῦνα πάσχει πάθεα. καὶ γὰρ ἐπὶ φλεγμονῇ παχύνεται, ἶσος ἀπὸ τῆς βάσιος ἄχρι τοῦ πέρατος ἄκρου, ἐπιμήκης γιγνόμενος, καὶ ἐρύθημα ἴσχει. κίων δὲ τοῦδε τοῦ πάθεος ἡ ἐπίκλησις. εἰ κατὰ πέρας μοῦνον στρογγύλλεται, καὶ μεγέθεϊ πελιδνὸς γίγνεται, καὶ ὑπομελανίζει, σταφυλὴ ἐπώνυμον τόδε τὸ πάθος. πάντα γὰρ ἴκελα αὐτέῃ, καὶ σχῆμα, καὶ χροιὴ, καὶ μέγεθος. τρίτον πάθος ἐστὶ ὑμένων, ἔνθα καὶ ἔνθα, οἷόν τι λέπεα πλατέα, ἢ νυκτερίδων πτέρυγες ἐκφαίνονται· ἱμάντιον τόδε καλέεται. ἱμᾶσι γὰρ ἴκελαι αἱ τῶν ὑμένων εἰς πλάτος ἐξαπλώσιες. εἰ δὲ ἐς λεπτὸν καὶ εὐμήκη ὑμένα τελευτᾷ κιονὶς, οἷόν τι οὐρίαχον κατὰ πέρας ἴσχουσα, κράσπεδον τὴν ἐπωνυμίην ἴσχει. γίγνεται δὲ τόδε καὶ αὐτομάτως μὲν ἐκ Ῥεύματος, ὅκωσπερ καὶ ἕτερα· ἀτὰρ καὶ ἀπὸ τομῆς ἐπικαρσίης, ἐγκαταλιπόντος τοῦ ἰητροῦ ὑμένα κατὰ μίαν πλευρήν.2 ἢν δὲ δικρόα ὑμέσι δισσοῖσι ἐκκρεμέσι ἔνθα καὶ ἔνθα γίγνηται, οὔνομα μὲν οὐκ ἴσχει τόδε πάθος ἔκδηλον, ἅπαντι δὲ Ῥηΐδιον θεησαμένῳ γιγνώσκειν. πνὶξ δὲ ἐπʼ αὐτέοισι πᾶσι, καὶ ἥκιστα Ῥηϊδίως καταπίνουσι. βὴξ ἐπὶ πᾶσι μὲν, μάλιστα δὲ ἐπὶ τοῖσι ἱμαντίοισι, καὶ ἐπὶ τοῖς κρασπέδοισι. γαργαλισμὸς γὰρ τῆς ἀρτηρίης ἀπὸ τῶν ὑμένων γίγνεται· ἔσθʼ ὅπη δὲ καὶ ἐνστάζει τι τοῦ ὑγροῦ λάθρη ἐς τὴν ἀρτηρίην ὅθεν ἀναβήσσουσι· ἐπὶ δὲ τῇ σταφυλῇ καὶ τῷ κίονι δύσπνοια ἐπὶ μᾶλλον, καὶ κάρτα πονηρὴ κατάποσις. καὶ γὰρ ἐς τὰς Ῥῖνας ἐπὶ τῶνδε τὸ ὑγρὸν ἀναθλίβεται, συμπαθίῃ τῶν παρισθμίων.3 γηραιοῖσι ὁ κίων συνήθης, σταφυλὴ δὲ νέοισι καὶ ἀκμάζουσι· πολύαιμοι γὰρ καὶ ἐπιφλεγμαίνει μᾶλλον. ἡβάσκουσι δὲ καὶ παισὶ τὰ ὑμενώδεα. τάμνειν δὲ πάντα ἀσινέα·4 ἐπὶ δὲ τῇ σταφυλῇ ἔτι ἐρυθριώσῃ, αἱμορραγίη καὶ πόνοι καὶ φλεγμονῆς ἐπίδοσις.
第八章论悬雍垂诸疾 自腭部下垂、位于两扁桃体之间的坚实形体,被称为“柱”或“悬雍垂”;盖“葡萄肿”乃是一种疾病之名。悬雍垂在本质上属筋腱,然其性湿润,因其处于湿润之处。故而此悬雍垂罹患多种病疾。盖因炎症之故,它自基底部直至最末端皆同等增厚,体形伸长,并现红晕;此病便得名为“柱”。若仅在末端变圆,因体积肿大而呈铅灰色并转黑,则此病名曰“葡萄肿”;因其形态、色泽与大小无一不像葡萄。第三种疾患为膜质病变,在各处显现出如同宽鳞片或蝙蝠之翼一般的形态;此被称为“小革带”;盖这些膜向广度展开正如皮带。若悬雍垂止于一片菲薄而修长的薄膜,在末端宛如拖着一条尾巴,则名为“流苏”。此疾既可如同其他病症一般由流注自然引发,亦可因斜向切开时医者在其中一侧遗留了薄膜所致。若在两侧下垂着双重薄膜而分为两股,则此病虽无显著专名,但凡目睹者皆易辨识。 窒息见于所有这些疾患中,且吞咽最为困难。咳嗽见于所有疾患,但最甚于“小革带”与“流苏”;盖由薄膜而引起气管发痒,且有时部分津液暗暗滴入气管,从而引起咳逆;而在“葡萄肿”与“柱”中,呼吸困难尤甚,吞咽极度艰难;盖因扁桃体同气相求之故,津液在这些病症中被向上挤压至鼻孔。老年人常患“柱”,“葡萄肿”则多见于青年与壮年;盖其血气充盈且更易发炎。膜质疾患则多发于青少年与儿童。切除所有这些病变皆属安全;但当“葡萄肿”尚发红之时,切除则会引发出血、剧痛与炎症加剧。
- 1.8νεῦρον δέ ἐστι ἡ κιονὶς τὴν φύσιν
τὴν φύσιν 为关系(或限制)宾格,与主语 ἡ κιονίς 及表语名词 νεῦρον 连用,意为“在本质上/就其本性而言”。
- 1.8ἐγκαταλιπόντος τοῦ ἰητροῦ ὑμένα κατὰ μίαν πλευρήν
由名词 τοῦ ἰητροῦ 与分词 ἐγκαταλιπόντος 构成的属格绝对结构,具体补充说明前置介词短语 ἀπὸ τομῆς ἐπικαρσίης(由斜向切开)的情状与原因。
- 1.8συμπαθίῃ τῶν παρισθμίων
συμπαθίῃ 为表原因或方式的与格,指医学概念上的“同气相求/交感反应”(sympathy)。属格 τῶν παρισθμίων 作主格性属格,意为“由于扁桃体的交感/连带反应”。
- 1.8τάμνειν δὲ πάντα ἀσινέα
不定词 τάμνειν 用作主语(“切除”),以 πάντα(全部诸症)为其直接宾语,ἀσινέα 为中性复数形容词用作表语,意为“安全的/无害的”(希腊语中常见中性复数形容词作不定词主语的谓语)。
