← 阿莱泰乌斯

论急性疾病的病因和症状

§1.7

咽喉绞痛的两种类型与症状及诱因

作者将严重的急性窒息性疾患咽喉绞痛划分为两种类型:一由呼吸器官局部炎症所致(狗咽痛),二由呼吸元气自身变质所致(狭义咽喉绞痛),并详述了两者的症状、病理、转归及诱因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7

Κεφ. ζ. περὶ Συνάγχης. Ἡ συνάγχη κάτοξυ μέντοι πάθος· ἀναπνοῆς γὰρ ἡ πίεσις. δύο δὲ τὰ εἴδεα· ἢ γὰρ τῶν ὀργάνων τῶν τῆς ἀναπνοῆς ἐστι φλεγμονὴ, ἢ μούνου τοῦ πνεύματος πάθος, ἐφʼ ὡυτέου τὴν αἰτίην ἴσχοντος.1 ὀργάνων δὲ, παρισθμίων, ἐπιγλωσσίδος, φαρυγγέθρου, κίονος, ἄκρης ἀρτηρίης·2 ἢν δὲ ἐπινέμηται ἡ φλεγμονὴ, καὶ γλώττης καὶ γνάθων τῶν εἴσω· εὖτε προβάλλουσι τῶν ὀδόντων τὴν γλῶτταν ὑπερβολῇ μεγέθεος. πίμπλησι γὰρ τὴν χώρην τοῦ στόματος, καὶ τὸ περιττὸν αὐτέης ὑπὲρ τοὺς ὀδόντας ἐκχεῖται. κυνάγχη τόδε καλέεται, ἤτοι τῷ ξυνεχέϊ πάθεϊ τῶνδε τῶν ζώων, ἢ τῷ ξυνήθεϊ τῆς προβολῆς τῆς γλώσσης, καὶ ἐν ὑγείῃ. τῷ ἑτέρῳ δὲ εἴδεϊ τὰ ἐναντία ξύνεστι· ξύμπτωσις τῶν ὀργάνων, καὶ ἰσχνότης ἐπὶ μᾶλλον τῆς ἑκάστου φύσιος· καὶ πνὶξ καρτερὴ, ὡς δοκέειν σφίσι αὐτέοισι ἐς θώρηκα ἐς τὸ ἀφανὲς ἐγκεκρύφθαι τὴν φλεγμονὴν3 ἀμφὶ καρδίην καὶ πνεύμονα· συνάγχην τήνδε καλέομεν, οἷον συνεύουσαν ἔνδον καὶ ἄγχουσαν. ἐμοὶ δὲ δοκέει αὐτέου τοῦ πνεύματος μούνου τὸ κακὸν ἔμμεναι, τροπὴν πονηρὴν ἐς τὸ θερμότατον καὶ ξηρότατον τρεπομένου, ἄνευθεν τοῦ σώματός τινος φλεγμονῆς. ἔστι δὲ οὐ μέγα τὸ θωῦμα. καὶ γὰρ ἐν Χαρωνίοισιν αἱ πνίξιες οὐ σωμάτων πάθεϊ ὀξυτάτῳ γίγνονται, ἀλλὰ καὶ μιᾷ εἰσπνοῇ θνήσκουσι ὥνθρωποι, πρὶν τὸ σῶμα κακόν τι παθέειν. ἀτὰρ καὶ ἀπὸ γλώσσης κυνὸς εἰσπνεύσαντος μοῦνον ἐς τὴν ἀναπνοὴν, οὔτι μὴν ἐνδακόντος, λυσσᾷ ὁ ἄνθρωπος. τοιήνδε οὖν τῆς ἀναπνοῆς τὴν τροπὴν οὐκ ἀδύνατον γίγνεσθαι ἔνδοθεν· ἐπεὶ καὶ ἄλλα μυρία τῶν ἐν ἀνθρώπῳ τὴν αὐτὴν ἰδέην τοῖς ἔξωθεν αἰτίοις ἴσχει. χυλοὶ φθείροντες ἔσωθεν καὶ ἔξωθεν· ἀτὰρ καὶ νοῦσοι φαρμάκοισι δηλητηρίοισι ἴκελαι, καὶ ἀπὸ φαρμάκων ἐμέουσι ὁκοῖα πυρετῶν εἵνεκα. ὅθεν οὐδʼ ἀπεοικὸς ἐν τῷ λοιμῷ τῷ ἐν Ἀθήνῃσι μετεξετέρους δοκέειν εἰς τὰ φρέατα ἐν τῷ Πειραιεῖ ὑπὸ Πελοποννησίων ἐμβεβλῆσθαι φάρμακα. οὐ γὰρ ξυνίεσαν ὥνθρωποι τὸ ξυνὸν τοῦ κακοῦ τοῦ λοιμώδεος πρὸς τὰ δηλητήρια. ξύνεστι δὲ τοῖσι μὲν κυναγχικοῖσι φλεγμονὴ παρισθμίων, φαρυγγέθρου, παντὸς τοῦ στόματος. γλῶσσα προπετὴς ὑπὲρ τοὺς ὀδόντας καὶ τὰ χείλεα· σιελοχόοι, φλέγμα παχύτατον, ἀπορρέον καὶ ψυχρόν· ἐρυθροὶ τὰ πρόσωπα, καὶ ἐπηρμένοι, ὀφθαλμοὶ ἐξίσχοντες, ἀναπετέες, ἐξέρυθροι· τὸ ποτὸν ἐς τὰς Ῥῖνας ἀνακόπτεται· πόνοι καρτεροὶ, ἀλλὰ καὶ ὑπὸ τῆς πνιγὸς συνδιωκόμενοι ἀμαυροῦνται. θώρηξ καὶ καρδίη φλέγεται· ποθὴ ψυχροῦ ἠέρος· εἰσπνέουσι δὲ μικρὸν πάνυ, ἔς τε καὶ ἀπεπνίχθησαν, ἐμφραγείσης τῆς ἐς τὸν θώρηκα διόδου. ἐνίοισι δὲ ἐς πνεύμονα ἡ ξύνδοσις Ῥηϊδίως· οἱ δὲ μεταστάσι θνήσκουσι· πυρετοὶ νωθροὶ, μαλακοὶ, οὐδὲν ὠφελέοντες. εἰ δέ τῳ ἐς ἀγαθὸν τρέποιτο, ἀποστάσιες γίγνονται ἔνθα καὶ ἔνθα παρʼ οὖς ἔξω, ἢ ἔνδον ἐς τὰ παρίσθμια· κἢν μὲν ξὺν νάρκῃ, μὴ κάρτα βραδέως, περιγίγνονται μὲν, ξὺν πόνῳ δὲ καὶ κινδύνῳ· ἢν δὲ τρεπομένων ἐς ἀπόστασιν ὄγκος μέζων ὑπογίγνηται, ἐς κορυφὴν τῆς ἀποστάσιος ἀνισταμένης, ἀθρόον πνίγονται. τάδε μὲν τὰ κυνάγχης εἴδεα. Ξυνάγχης δὲ, σύμπτωσις, ἰσχνότης, ὠχρότης σύνεστι· ὀφθαλμοὶ κοῖλοι, εἴσω δεδυκότες· φάρυγξ καὶ γαργαρέων ἀνεσπασμένοι, παρίσθμια ἐπὶ μᾶλλον προσίζοντα, ἀφωνίη· πνὶξ ἡ τοῦδε τοῦ εἴδεος τῆς πρόσθεν πολλόν τι κραταιοτέρη, ἐν θώρηκι ἐόντος τοῦ κακοῦ, ἔνθα ἡ ἀρχὴ τῆς ἀναπνοῆς· οἱ δὲ ὀξύτατοι θνήσκουσι αὐτῆμαρ, ἔσθʼ ὅπη καὶ πρὶν καλέσασθαι τὸν ἰητρὸν, οἱ δὲ καὶ ἐσκαλεσάμενοι οὐδὲν ὤναντο. ἀπέθανον γὰρ πρὶν ἢ τὸν ἰητρὸν ἐπὶ τέχνῃ χρήσασθαι. ὁκόσος δὲ ἐς ἀγαθὸν τρέπεται, ἐπιφλεγμαίνει πάντα, ἐς ἅπερ ἐς τὸ ἔξω ἡ φλεγμονὴ ἐξωκείλει,4 ὡς κυνάγχην ἀπὸ συνάγχης γίγνεσθαι ἀγαθὸν δὲ καὶ ἐν θώρηκι οἴδημα καρτερὸν, ἢ ἐρυσίπελας ἐμφανέως. καὶ ἰητρὸς δὲ ἀγαθὸς ἢ σικύῃ εἰς τὸν θώρηκα τὸ κακὸν ἀνήγαγε, ἢ σίνηπι ἐς τὰ στέρνα καὶ ἐς τὰ παρὰ γνάθους μέρεα ἐπιθεὶς, εἵλκυσε ἔξω καὶ διέπνευσε· μετεξετέροισι δὲ ἐς μὲν βραχὺ τὸ κακὸν ὑπὸ τουτέων ἀπελάθη ἔξω, ἀπεταθὲν δὲ ἀθρόως ἐπαλινδρόμησε καὶ ἔπνιξε. προφάσιες δὲ μυρίαι, ψύξιες μᾶλλον, ἧσσον ἐκκαύσιες, πληγαὶ, ὀστέων ἰχθύων διαπάρσιες ἐς τὰ παρίσθμια, ψυχροποσίαι, μέθαι, πλησμοναὶ, καὶ τὰ ἀπὸ τῆς ἀναπνοῆς κακά.

第七章论咽喉绞痛 咽喉绞痛实为一种极急性的病症;盖此乃呼吸受压迫之疾。其类型有二:或是呼吸器官的炎症,或是单纯呼吸元气的病态,其病因由元气自身引起。 在器官方面,病及扁桃体、会厌、咽喉、悬雍垂及气管上端;若炎症扩散,则波及舌与颊内侧;此时因肿胀过剧,患者将舌伸出齿外。盖舌体填塞口腔空间,其多余部分便溢出齿外。此症被称为狗咽痛,或是由于此类动物常发此病,或是因其在健康时亦习于伸舌。 另一种类型则伴随相反的表象:器官收缩,较之各自常态更为萎缩消瘦;并有剧烈窒息,以致患者自以为炎症隐匿于胸中、心脏与肺部周围那不可见之处;我们称此为咽喉绞痛,意为其在内部合拢并扼勒。然而依我之见,祸患仅在于呼吸元气本身,元气在无任何肉体炎症的情况下,自身恶化转入极热极燥之境。这并无甚值得惊奇之处。盖在卡隆冥府的洞穴中,窒息亦非因肉体极急性的病态而发,而是在身体遭受任何损害之前,人们甚至因一口吸气而毙命。再者,仅仅吸入狂犬舌间呼出的气息,绝未被咬伤,人亦会发狂。因此,呼吸由内而生这等变质并非不可能;盖人体内无数其他事物亦与外界原因具有相同形态。体液在内在外皆能致败;病症亦如剧毒,且人因服毒致呕,正与因发热致呕无异。故而在雅典大瘟疫中,有人以为是伯罗奔尼撒人将毒药投于比雷埃夫斯的水井中,此亦不足为怪。盖众人未能明辨瘟疫之患与毒药之间的共通之处。 罹患狗咽痛者,伴有扁桃体、咽喉及全口之炎症。舌向前突出于牙齿与唇外;唾液流溢,极稠厚的痰涎冷冷渗出;面色潮红肿胀,双目突出、圆睁而发红;饮水则反呛入鼻中;疼痛剧烈,但为窒息所迫而变得微弱。胸与心如火灼;渴求冷气;然而所吸甚微,直至通往胸膛之孔道闭塞而窒息身亡。在某些人身上,病势极易传入肺部,遂因病灶转移而亡;发热迟钝微弱,全无助益。若有人转归为善,则在外于耳旁,或在内于扁桃体处,各处形成脓肿;若伴有麻木且不太迟缓,则虽有痛苦与危险,患者仍得保全;但若转归为脓肿时产生更大肿胀,待脓肿升至顶峰,则立遭窒息。此即狗咽痛之诸种形态。 而在咽喉绞痛中,则伴有收缩、萎缩与苍白;双目凹陷,深陷于内;咽部与悬雍垂上缩,扁桃体更加紧贴,失声;此一类型的窒息远甚于前一种,盖祸患在于胸中,即呼吸的发源地;最急性者当日毙命,有时甚至在召医之前便已亡故,而即便延医就诊者亦一无所获;盖在医者施展医术之前,人已身亡。凡转归为善者,炎症外倾所及之处皆发生继发性炎症,以致由咽喉绞痛化为狗咽痛;而在胸部发生剧烈肿胀或显见的丹毒亦为善候。良医或用火罐将病邪引向胸部,或将芥子敷于胸膛及近颊部位,引邪外出并使之发散;然而在某些人身上,病邪虽藉此暂被逐向外部,但在舒张之后却骤然倒流并致人窒息。 其诱因有无数种:受寒多于燥热,创伤,鱼刺刺入扁桃体,冷水骤饮,酗酒,饱食,以及源于呼吸的祸患。

语法注4 条
  1. 1.7ἐφʼ ὡυτέου τὴν αἰτίην ἴσχοντος

    介词 ἐπί 支配反身代词 ἑωυτοῦ(伊奥尼亚方言形式 ὡυτέου)的属格,意为“在其自身中/由其自身具有原因”。分词短语与前面的“μούνου τοῦ πνεύματος”保持属格一致。

  2. 1.7ὀργάνων δὲ, παρισθμίων, ἐπιγλωσσίδος, φαρυγγέθρου, κίονος, ἄκρης ἀρτηρίης

    承接前句“ἢ γὰρ τῶν ὀργάνων τῶν τῆς ἀναπνοῆς ἐστι φλεγμονή”的省略结构。ὀργάνων 为表限定或部分的属格(意为“就各器官[的炎症]而言”),其后的一连串属格名词(παρισθμίων 等)作为同位语列举了具体部位。

  3. 1.7ὡς δοκέειν σφίσι αὐτέοισι ἐς θώρηκα ἐς τὸ ἀφανὲς ἐγκεκρύφθαι τὴν φλεγμονὴν

    以 ὡς 引导不定式(ὡς δοκέειν)构成的结果从句(“以至于似乎……”)。反身与格 σφίσι αὐτέοισι 为 δοκέειν 的逻辑对象(“对他们自身而言”),随后由对格加不定式结构(τὴν φλεγμονὴν ... ἐγκεκρύφθαι)作其宾语从句。

  4. 1.7ἐς ἅπερ ἐς τὸ ἔξω ἡ φλεγμονὴ ἐξωκείλει

    由关系代词 ἅπερ 与介词 ἐς 结合的关系从句(ἐς ἅπερ ... ἐξωκείλει)修饰前面的 πάντα,意为“向着炎症被驱赶至外部所及的一切部位”。介词 ἐς 在关系词前及述谓短语(ἐς τὸ ἔξω)中重复出现。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg001.humanitext-grc2:1.7