← 尼西亚的帕尔塞尼乌斯

爱情故事集

§9.1-9.8

波吕克丽忒拯救纳克索斯与死因

在米利都人围困纳克索斯期间,同盟将领迪奥格涅托斯爱上了庙中的少女波吕克丽忒;波吕克丽忒诱导他起誓并献出要塞接应守军破敌,却在全城军民的热烈犒赏与裹缠中不幸窒息身亡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

Καθ’ ὃν δὲ χρόνον ἐπὶ Ναξίους Μιλήσιοι ἔβησαν σὺν ἐπικούροις καὶ τεῖχος πρὸ τῆς πόλεως ἐνοικοδομησάμενοι τήν τε χώραν ἔτεμνον καὶ καθείρξαντες τοὺς Ναξίους ἐφρούρουν, τότε παρθένος ἀπολειφθεῖσα κατά τινα δαίμονα ἐν Δηλίῳ ἱερῷ, ὃ πλησίον τῆς πόλεως κεῖται, ʽΠολυκρίτη ὄνομα αὐτᾖ τὸν τῶν Ἐρυθραίων ἡγεμόνα Διόγνητον εἷλεν, ὃς οἰκείαν δύναμιν ἔχων συνεμάχει τοῖς Μιλησίοις.

当米利都人偕同盟军进军纳克索斯人,在城前修筑围墙、践踏田地,并将纳克索斯人困于城内进行围困之时,一位因某种神意被滞留在离城不远的地罗斯神庙中的少女(她的名字叫波吕克丽忒),迷住了同米利都人结盟并率领本部军队的厄律特赖人将领迪奥格涅托斯。

§9.2

Πολλῷ δὲ συνεχόμενος πόθῳ διεπέμπετο πρὸς αὐτήν· οὐ γὰρ δή γε θεμιτὸν ἦν ἱκέτιν οὖσαν ἐν τῷ ἱερῷ βιάζεσθαι· ἡ δ’ ἕως μέν τινος οὐ προσίετο τοὺς παραγινομένους· ἐπεὶ μέντοι πολὺς ἐνέκειτο, οὐκ ἔφη πεισθήσεσθαι αὐτῷ, εἰ μὴ ὀμόσειεν ὑπηρετήσειν αὐτῇ ὅ τι ἂν βουληθῇ.

他被强烈的欲念所俘获,不断派人前往她那里;因为强暴一位在神庙中的女祈求者是绝不符合法度的。那少女有一段时间不肯接纳前来的使者;然而当他迫切纠缠时,她便声称决不依从他,除非他起誓不论她想要什么都会依顺她。

§9.3

Ὁ δὲ Διόγνητος οὐδὲν ὑποτοπήσας τοιόνδε μάλα προθύμως ὤμοσεν Ἄρτεμιν χαριεῖσθαι αὐτῇ ὅ τι ἂν προαιρῆται· κατομοσαμένου δὲ ἐκείνου, λαβομένη τῆς χειρὸς αὐτοῦ ἡ Πολυκρίτη μιμνήσκεται περὶ προδοσίας τοῦ χωρίου, καὶ πολλὰ καθικετεύει αὐτήν τε οἰκτείρειν καὶ τὰς συμφορὰς τῆς πόλεως.

迪奥格涅托斯完全没有猜疑到这等事,便极其热切地指着阿耳忒弥斯起誓,凡她所选取的无不应承。待他发完重誓,波吕克丽忒握住他的手,提及献出要塞之事,并苦苦哀求他怜悯自己,怜悯城邦的不幸遭遇。

§9.4

Ὁ Διόγνητος ἀκούσας τοῦ λόγου ἐκτός τε ἐγένετο αὑτοῦ1 καὶ σπασάμενος τὴν μάχαιραν ὥρμησεν διεργάσασθαι τὴν κόρην. Ἐν νῷ μέντοι λαβὼν τὸ εὔγνωμον αὐτῆς καὶ ἅμα ὑπ’ ἔρωτος κρατούμενος ʽἔδει γάρ, ὡς ἔοικε, Ναξίοις μεταβολὴν γενέσθαι τῶν παρόντων κακῶν’ τότε μὲν οὐδὲν ἀπεκρίνατο, βουλευόμενος τί ποιητέον εἴη· τῇ δ’ ὑστεραίᾳ καθωμολογήσατο προδώσειν.

迪奥格涅托斯听到这番话,勃然大怒以致失态,拔出佩刀便要杀了这少女。然而考虑到她的深明大义,同时又被爱情所控制——因为看来纳克索斯人注定要迎来摆脱眼前灾祸的转机——他当时并未作答,只是思忖着该如何行事;到了次日,他便同意献出〔要塞〕。

§9.5

κἀν τῷδε τοῖς Μιλησίοις ἑορτὴ μετὰ τρίτην ἡμέραν2 Θαργήλια ἐπῄει, ἐν ᾗ πολύν τε ἄκρατον ἐμφοροῦνται καὶ τὰ πλείστου ἄξια καταναλίσκουσι· τότε παρεσκευάζετο προδιδόναι τὸ χωρίον· καὶ εὐθέως διὰ τῆς Πολυκρίτης ἐνθέμενος εἰς ἄρτον μολυβδίνην ἐπιστολὴν τοῖς ἀδελφοῖς αὐτῆς ʽἐτύγχανον δὲ ἄρα τῆς πόλεως ἡγεμόνες οὗτοἰ ὅπως εἰς ἐκείνην τὴν νύκτα παρασκευασάμενοι ἥκωσιν· σημεῖον δὲ αὐτοῖς ἀνασχήσειν αὐτὸς ἔφη λαμπτῆρα.

适逢米利都人两天后即将迎来塔耳盖利亚节,在节日期间他们开怀畅饮大量纯酒,耗费最贵重的物品;于是他准备在此时献出驻地。他随即通过波吕克丽忒把一封铅制书信藏入面包中,送给她的兄弟们(他们恰好是城邦的领袖),让他们做好准备在当夜赶来;他自己表示将举起火把作为信号。

§9.6

Καὶ ἡ Πολυκρίτη δὲ τῷ κομίζοντι τὸν ἄρτον φράζειν ἐκέλευε τοῖς ἀδελφοῖς μὴ ἐνδοιασθῆναι, ὡς τῆς πράξεως ἐπὶ τέλος ἀχθησομένης, εἰ μὴ ἐκεῖνοι ἐνδοιασθεῖεν. Τοῦ δὲ ἀγγέλου ταχέως εἰς τὴν πόλιν ἐλθόντος, Πολυκλῆς, ὁ τῆς Πολυκρίτης ἀδελφός, ἐν πολλῇ φροντίδι ἐγίνετο εἴτε πεισθείη τοῖς ἐπεσταλμένοις εἴτε μή· τέλος δέ, ὡς ἐδόκει πᾶσι πείθεσθαι καὶ νὺξ ἐπῆλθεν, ἐν ᾗ προσετέτακτο παραγίνεσθαι, πολλὰ κατευξάμενοι τοῖς θεοῖς, εἰσδεχομένων αὐτοὺς τῶν ἀμφὶ Διόγνητον, ἐσπίπτουσιν εἰς τὸ τεῖχος τῶν Μιλησίων οἱ μέν τινες κατὰ τὴν ἀνεῳγμένην πυλίδα, οἱ δὲ καὶ τὸ τεῖχος ὑπερελθόντες, ἀθρόοι τε ἐντὸς γενόμενοι κατέκαινον τοὺς Μιλησίους. ἔνθα δὴ κατ’ ἄγνοιαν ἀποθνήσκει καὶ Διόγνητος.

波吕克丽忒也吩咐运送面包的人转告兄弟们不可迟疑,因为只要他们不犹豫,此事必能大功告成。使者迅速进城后,波吕克丽忒的兄弟波吕克勒斯陷入了极大的犹豫,不知该不该相信送来的信件;但最终,大家一致认为应当相信,并且依约前往的那一夜降临了,他们向众神虔诚祈祷,在迪奥格涅托斯及其亲信的接应下,有些人从打开的暗门冲入米利都人的营垒,另一些人则翻越防壁,他们在营内聚齐后,大举歼灭了米利都人。在那场混战中,迪奥格涅托斯也因误认而被杀害。

§9.8

Τῇ δὲ ἐπιούσῃ οἱ Νάξιοι πάντες πολὺν πόθον εἶχον θεάσασθαι τὴν κόρην· καὶ οἱ μέν τινες αὐτὴν μίτραις ἀνέδουν, οἱ δὲ ζώναις, αἷς βαρηθεῖσα ἡ παῖς διὰ πλῆθος τῶν ἐπιρριπτουμένων ἀπεπνίγη. Καὶ αὐτὴν δημοσίᾳ θάπτουσιν ἐν τῷ πεδίῳ, πάντα ἑκατὸν ἐναγίσαντες αὐτῇ·3 φασὶ δέ τινες καὶ Διόγνητον ἐν τῷ αὐτῷ καῆναι, ἐν ᾧ καὶ ἡ παῖς, σπουδασάντων Ναξίων.

到了次日,纳克索斯全体民众都迫切渴望瞻仰这位少女;有些人将头巾,另一些人将腰带系于她身,由于投掷之物数量极多,少女因负荷过重而窒息而亡。人们在平原上以公费安葬了她,并为她献祭了每种祭品各一百只的盛大祭礼;另有人传说,在纳克索斯人的极力促成下,迪奥格涅托斯也与那少女在同一座火葬柴堆上被焚化了。

语法注3 条
  1. 9.4ἐκτός τε ἐγένετο αὑτοῦ

    成语表达,由 ἐκτός 接自身反身代词属格(αὑτοῦ)构成,意为“失态”、“气得神魂颠倒”,形容人在极度狂怒下失去理智与自制。

  2. 9.5μετὰ τρίτην ἡμέραν

    基于包含式计算法(inclusive reckoning)的表时间惯用短语,指从当天算起的第三天,即“后天”或“隔两天之后”。

  3. 9.8πάντα ἑκατὸν ἐναγίσαντες αὐτῇ

    动词 ἐναγίζω 专指为英雄或死者举行冥祭、奠祭(支配与格 αὐτῇ)。短语 πάντα ἑκατόν 用作副词性同位语或同源宾语结构,表示每种祭品各献上一百件(即广义的百牲祭)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0655.tlg001.humanitext-grc2:9.1-9.8