- 底本
- Parthenius. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0655.tlg001.humanitext-grc2:8.1-8.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克珊托斯携赎金前往凯尔特人之地,营救被加拉太人掳走的妻子海丽佩。海丽佩反而向其凯尔特主人密告丈夫藏有黄金并唆使将其杀害,但凯尔特人厌恶其不忠而将其处决,将全部黄金归还克珊托斯并礼送其回国。
Ὅτε δὲ οἱ Γαλάται κατέδραμον τὴν Ἰωνίαν καὶ τὰς πόλεις ἐπόρθουν, ἐν Μιλήτῳ Θεσμοφορίων ὄντων καὶ συνηθροισμένων γυναικῶν ἐν τῷ ἱερῷ, ὃ βραχὺ τῆς πόλεως ἀπέχει, ἀποσπασθέν τι μέρος τοῦ βαρβαρικοῦ διῆλθεν εἰς τὴν Μιλησίαν καὶ ἐξαπιναίως ἐπιδραμὸν εἷλεν τὰς γυναῖκας.
当加拉太人侵入爱奥尼亚并洗劫诸城时,米利都正值地母节,妇女们聚集在离城不远的一处圣所中;蛮族军队的一支脱离主力进入米利都境内,突袭掳走了这些妇女。
Ἔνθα δὴ τὰς μὲν ἐρρύσαντο πολὺ ἀργύριόν τε καὶ χρυσίον ἀντιδόντες, τινὲς δὲ τῶν βαρβάρων αὐταῖς οἰκειωθέντων ἀπήχθησαν, ἐν δὲ αὐταῖς καὶ Ἡρίππη, γυνὴ Ξάνθου, ἀνδρὸς ἐν Μιλήτῳ πάνυ δοκίμου γένους τε τοῦ πρώτου, παιδίον ἀπολιποῦσα διετές.
在此情形下,一部分妇女通过交付大量的金银被赎回,但另一些妇女因蛮族对她们产生了眷恋而被掳往远方;在她们之中就有海丽佩,她是米利都极负盛名、出身第一等望族的男子克珊托斯的妻子,她抛下了一个两岁的小孩。
Ταύτης πολὺν πόθον ἔχων ὁ Ξάνθος ἐξηργυρίσατο μέρος τῶν ὑπαργμάτων, καὶ κατασκευασάμενος χρυσοῦς δισχιλίους τὸ μὲν πρῶτον εἰς Ἰταλίαν ἐπεραιώθη, ἐντεῦθεν δὲ ὑπὸ ἰδιοξένων τινῶν κομιζόμενος εἰς Μασσαλίαν ἀφικνεῖται κἀκεῖθεν εἰς τὴν Κελτικήν· καὶ προσελθὼν τῇ οἰκίᾳ, ἔνθα αὐτοῦ συνῆν ἡ γυνὴ ἀνδρὶ τῶν μάλιστα παρὰ Κελτοῖς δοξαζομένων, ὑποδοχῆς ἐδεῖτο τυχεῖν.
克珊托斯对她怀有深切的思念,便将自己的一部分财产变现,筹备了两千枚金币;他先是渡海前往意大利,接着在几位私交客人的护送下抵达马萨利亚,又从那里进入凯尔特人的土地。他来到自己的妻子与一位在凯尔特人中极受尊崇的男子同居的宅邸,请求收留款待。
Τῶν δὲ διὰ φιλοξενίαν ἑτοίμως αὐτὸν ὑποδεξαμένων, εἰσελθὼν ὁρᾷ τὴν γυναῖκα, καὶ αὐτὸν ἐκείνη τὼ χεῖρε ἀμφιβαλοῦσα μάλα φιλοφρόνως προσηγάγετο. Παραχρῆμα δὲ τοῦ Κελτοῦ παραγενομένου, διεξῆλθεν αὐτῷ τήν τε ἄλην τἀνδρὸς ἡ Ἡρίππη, καὶ ὡς αὐτῆς ἕνεκα ἥκοι λύτρα καταθησόμενος· ὁ δὲ ἠγάσθη τῆς ψυχῆς τὸν Ξάνθον,1 καὶ αὐτίκα συνουσίαν ποιησάμενος τῶν μάλιστα προσηκόντων ἐξένιζεν αὐτόν.
由于好客的习俗,那家人欣然接纳了他;他走进去看见了自己的妻子,而她双臂搂住他,极为亲热地迎了上去。凯尔特主人随即到来,海丽佩向他详述了丈夫颠沛流离的经过,以及他是为了自己前来交付赎金的;那凯尔特人对克珊托斯的气魄大为赞赏,立刻召集最亲近的亲属设宴款待他。
παρατείνοντος δὲ τοῦ πότου, τὴν γυναῖκα συγκατακλίνει αὐτῷ καὶ δι’ ἑρμηνέως ἐπυνθάνετο πηλίκην οὐσίαν εἴη κεκτημένος τὴν σύμπασαν· τοῦ δὲ εἰς ἀριθμὸν χιλίων χρυσῶν φήσαντος, ὁ βάρβαρος εἰς τέσσαρα μέρη κατανέμειν αὐτὸν ἐκέλευε, καὶ τὰ μὲν τρία ὑπεξαιρεῖσθαι αὑτῷ, γυναικί, παιδίῳ, τὸ δὲ τέταρτον ἀπολείπειν ἄποινα τῆς γυναικός.2
随着酒宴的持续,他让这妇人同克珊托斯并榻而坐,并通过翻译询问他全部的家产究竟有多少;当克珊托斯说总计一千枚金币时,蛮族主人便吩咐他将其分成四份,给自己、妻子和小孩各留一份,留下第四份作为妇人的赎金。
Ὡς δὲ ἐς κοῖτόν ποτε ἀπετράποντο, πολλὰ κατεμέμφετο τὸν Ξάνθον ἡ γυνὴ διὰ τὸ μὴ ἔχοντα τοσοῦτο χρυσίον ὑποσχέσθαι3 τῷ βαρβάρῳ, κινδυνεύσειν τε αὐτόν, εἰ μὴ ἐμπεδώσειε τὴν ἐπαγγελίαν· τοῦ δὲ φήσαντος ἐν ταῖς κρηπῖσι τῶν παίδων καὶ ἄλλους τινὰς χιλίους χρυσοῦς κεκρύφθαι διὰ τὸ μὴ ἐλπίζειν ἐπιεικῆ τὸν βάρβαρον καταλήψεσθαι, δεήσειν δὲ πολλῶν λύτρων, ἡ γυνὴ τῇ ὑστεραίᾳ τῷ Κελτῷ καταμηνύει τὸ πλῆθος τοῦ χρυσοῦ καὶ παρεκελεύετο κτεῖναι τὸν Ξάνθον, φάσκουσα πολὺ μᾶλλον αἱρεῖσθαι αὐτὸν τῆς τε πατρίδος καὶ τοῦ παιδίου, τὸν μὲν γὰρ Ξάνθον παντάπασιν ἀποστυγεῖν.
当他们终于就寝时,妇人严厉责备克珊托斯,怪他不该在没有这么多金币的情况下向蛮族许下诺言,并说他若不能践约必将招致杀身之祸;而当克珊托斯告诉她,随从仆人的靴底中其实还藏着另外约一千枚金币,因为他原以为蛮族绝不会这般讲理,必会索取巨额赎金时,妇人第二天便向那凯尔特人告密了金币的实数,并怂恿他杀死克珊托斯,声称自己远比祖国和幼子更喜欢他,因为她对克珊托斯早已厌恶透顶。
Τῷ δὲ ἄρα οὐ πρὸς ἡδονὴν ἦν τὰ λεχθέντα, ἐν νῷ δὲ εἶχεν αὐτὴν τίσασθαι. Ἐπειδὴ δὲ ὁ Ξάνθος ἐσπούδαζεν ἀπιέναι, μάλα φιλοφρόνως προὔπεμπεν ὁ Κελτὸς ἐπαγόμενος καὶ τὴν Ἡρίππην. ὡς δὲ ἐπὶ τοὺς ὅρους τῆς Κελτῶν χώρας ἀφίκοντο, θυσίαν ὁ βάρβαρος ἔφη τελέσαι βούλεσθαι πρὶν αὐτοὺς ἀπ’ ἀλλήλων χωρισθῆναι, καὶ κομισθέντος ἱερείου, τὴν Ἡρίππην ἐκέλευεν ἀντιλαβέσθαι·
然而,这番话对那凯尔特人而言却绝非悦耳之辞,他心中暗自决定要惩治她。及至克珊托斯急于启程,凯尔特人非常友善地护送他,并带上了海丽佩。当他们抵达凯尔特人领土的边界时,蛮族主人表示希望在彼此分别前献祭,祭牲牵来之后,他命令海丽佩抓住祭牲;当她像往常惯做的那样握住祭牲时,凯尔特人挥剑砍下,削去了她的头颅。
τῆς δὲ κατασχούσης, ὡς καὶ ἄλλοτε σύνηθες αὐτῇ, ἐπανατεινάμενος τὸ ξίφος καθικνεῖται καὶ τὴν κεφαλὴν αὐτῆς ἀφαιρεῖ, τῷ τε Ξάνθῳ παρεκελεύετο μὴ δυσφορεῖν, ἐξαγγείλας τὴν ἐπιβουλὴν αὐτῆς, ἐπέτρεπέ τε τὸ χρυσίον ἅπαν κομίζειν αὑτῷ.
随后,他向克珊托斯揭露了妇人的阴谋,劝慰他不要悲伤,并允许他将所有的金币全数带回。
- 8.4ἠγάσθη τῆς ψυχῆς τὸν Ξάνθον
表示情感的动词 ἠγάσθη(ἄγαμαι 的不定过去时)同时支配表示赞赏对象的宾格(τὸν Ξάνθον)和表示赞赏原因的属格(τῆς ψυχῆς,“因其气魄/勇气”)。
- 8.5ἄποινα τῆς γυναικός
中性复数宾格 ἄποινα 在动词 ἀπολείπειν 的直接宾语 τὸ τέταρτον 之后作述语宾格(宾语补足语,“作为……的赎金”)。其后的属格 τῆς γυναικός 为宾格性属格(“妇人的赎金”)。
- 8.6διὰ τὸ μὴ ἔχοντα τοσοῦτο χρυσίον ὑποσχέσθαι
介词 διά 支配带冠词的不定式(τὸ ὑποσχέσθαι)。分词 ἔχοντα 与不定式的逻辑主语(Ξάνθον)同置于宾格,否定词 μή 直接修饰分词 ἔχοντα,意为“因他在并没有那么多金子的情况下许下诺言”。
