- 底本
- Parthenius. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0655.tlg001.humanitext-grc2:10.1-10.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
新妇莱康妮因探查沉迷于狩猎的丈夫库阿尼波斯而潜入森林,惨遭狂犬撕裂致死,库阿尼波斯悲痛欲绝,屠戮猎犬后自刎殉妻。
Ἐν δὲ Θεσσαλίᾳ Κυάνιππος, υἱὸς Φάρακος, μάλα καλῆς παιδὸς εἰς ἐπιθυμίαν Λευκώνης ἐλθών, παρὰ τῶν πατέρων αἰτησάμενος αὐτὴν ἠγάγετο γυναῖκα. Ἦν δὲ φιλοκύνηγος· μεθ’ ἡμέραν μὲν ἐπί τε λέοντας καὶ κάπρους ἐφέρετο, νύκτωρ δὲ κατῄει πάνυ κεκμηκὼς πρὸς τὴν κόρην, ὥστε μηδὲ διὰ λόγων ἔσθ’ ὅτε γινόμενον αὐτῇ εἰς βαθὺν ὕπνον καταφέρεσθαι.1
在色萨利,法拉克司之子库阿尼波斯爱上了一位极其美丽的少女莱康妮,便向其父母提亲,娶她为妻。但他却是个狂热的狩猎爱好者;白昼里他向着狮子与野猪冲杀,到了夜晚则极度疲惫地回到少女身边,以至于有时甚至未与她说上一句话,便沉沉睡去。
Ἡ δὲ ἄρα ὑπό τε ἀνίας καὶ ἀλγηδόνων συνεχομένη ἐν πολλῇ ἀμηχανίᾳ ἦν σπουδήν τε ἐποιεῖτο κατοπτεῦσαι τὸν Κυάνιππον, ὅ τι ποιῶν ἥδοιτο τῇ κατ’ ὄρος διαίτῃ·2 αὐτίκα δὲ εἰς γόνυ ζωσαμένη κρύφα τῶν θεραπαινίδων εἰς τὴν ὕλην καταδύνει.
她饱受焦灼与痛苦的折磨,陷入了深深的迷惘之中,竭力想窥探库阿尼波斯究竟在做些什么,竟对山间的起居如此乐在其中。于是她立即把衣裳提至膝盖束紧,避开侍女们潜入了森林。
Αἱ δὲ τοῦ Κυανίππου κύνες ἐδίωκον μὲν ἔλαφον, οὖσαι δὲ οὐ πάνυ κτίλοι, ἅτε δὴ ἐκ πολλοῦ ἠγριωμέναι, ὡς ὠσφρήσαντο τῆς κόρης, ἐπηνέχθησαν αὐτῇ, καὶ μηδενὸς παρόντος πᾶσαν διεσπάραξαν. καὶ ἡ μὲν διὰ πόθον ἀνδρὸς κουριδίου ταύτῃ τέλος ἔσχε·
此时库阿尼波斯的猎犬正追逐一头鹿,但它们全然不驯服,因长久以来凶性大发,一嗅到少女的气味便向她扑去,在四下无人的情况下将她全身撕扯成了碎片。她便因对结发丈夫的眷恋而落得如此结局。
Κυάνιππος δέ, ὡς ἐπελθὼν κατέλαβε λελωβημένην τὴν Λευκώνην, μεγάλου τε ἄχους ἐπληρώθη, καὶ ἀνακαλεσάμενος τοὺς ἀμφ’ αὑτόν, ἐκείνην μὲν πυρὰν νηήσας ἐπέθετο, αὐτὸς δὲ πρῶτον μὲν τὰς κύνας ἐπικατέσφαξε τῇ πυρᾷ, ἔπειτα δὲ πολλὰ ἀποδυράμενος τὴν παῖδα διεχρήσατο ἑαυτόν.
库阿尼波斯赶来发现莱康妮已被残害撕裂,心中充满极大的悲痛,他唤集身边的随从,堆筑起柴堆将她置于其上;他自己先是将众猎犬在火葬柴堆上宰杀,随后对少女哀痛哭诉良久,自尽了。
- 10.1ὥστε μηδὲ διὰ λόγων ἔσθ’ ὅτε γινόμενον αὐτῇ εἰς βαθὺν ὕπνον καταφέρεσθαι
此句为 ὥστε 引导的不定式(καταφέρεσθαι)结果从句。短语 διὰ λόγων γίγνεσθαί τινι 为习语,意为“与某人交谈”。分词 γινόμενον 在性数格上(阳性单数宾格)与不定式的主语(库阿尼波斯)一致。否定词 μηδέ 与 ἔσθ’ ὅτε(即 ἔστιν ὅτε,“有时”)搭配,表示伴随状况:“有时甚至未与她说上一句话”。
- 10.2ὅ τι ποιῶν ἥδοιτο τῇ κατ’ ὄρος διαίτῃ
由 ὅ τι 引导的间接疑问从句,分词 ποιῶν 表方式(“做了什么”),从属动词 ἥδοιτο 则因主句动词为过去时态(ἐποιεῖτο)而采用斜格希求法,意为“他究竟做了什么竟享受在山中的生活”。
