- 底本
- Parthenius. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0655.tlg001.humanitext-grc2:7.1-7.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在赫拉克利亚,安提勒翁为赢得少年希帕里诺斯的爱而完成了艰险的考验,后来刺杀了企图强占少年的僭主,却因被捆绑的羊绊倒而被捕。
Ἐν δὲ τῇ Ἰταλῇ Ἡρακλείᾳ παιδὸς διαφόρου τὴν ὄψιν ʽἹππαρῖνος αὐτῷ ὄνομἀ τῶν πάνυ δοκίμων Ἀντιλέων1 ἠράσθη, ὃς πολλὰ μηχανώμενος οὐδαμῆ δυνατὸς ἦν αὐτὸν ἁρμόσασθαι. περὶ δὲ γυμνάσια διατρίβοντι τῷ παιδὶ προσρυεὶς ἔφη τοσοῦτον αὐτοῦ πόθον ἔχειν, ὥστε πάντα πόνον ἀνατλῆναι, καὶ ὅ τι ἂν κελεύῃ μηδενὸς αὐτὸν ἁμαρτήσεσθαι.2
在意大利的赫拉克利亚,出身名门显贵的安提勒翁爱上了一个容貌出众的少年(少年名叫希帕里诺斯);安提勒翁虽费尽心机,却无论如何也无法赢得他的心。趁着少年在体操场一带流连之际,安提勒翁走上前去,声称自己对他怀有如此强烈的渴望,以致甘愿忍受任何劳苦,凡是他所吩咐的任何事自己都决不落空。
Ὁ δὲ ἄρα κατειρωνευόμενος προσέταξεν αὐτῷ ἀπό τινος ἐρυμνοῦ χωρίου, ὃ μάλιστα ἐφρουρεῖτο ὑπὸ τοῦ τῶν Ἡρακλεωτῶν τυράννου, τὸν κώδωνα κατακομίσαι, πειθόμενος μὴ ποτε τελέσειν αὐτὸν τόνδε τὸν ἆθλον. Ἀντιλέων δὲ κρύφα τὸ φρούριον ὑπελθὼν καὶ λοχήσας τὸν φύλακα τοῦ κώδωνος κατακαίνει, κἀπειδὴ ἀφίκετο πρὸς τὸ μειράκιον ἐπιτελέσας τὴν ὑπόσχεσιν, ἐν πολλῇ αὐτῷ εὐνοίᾳ ἐγένετο, καὶ ἐκ τοῦδε μάλιστα ἀλλήλους ἐφίλουν.
少年便语带嘲讽地命令他从一座险要之地取下警钟,那处地方受到赫拉克利亚僭主极其严密的看守,少年深信他绝不可能完成这项考验。然而安提勒翁暗中潜入堡垒,伏击并杀死了看守警钟的卫兵;在践行诺言回到少年身边之后,他便获得了少年极大的好意,自此两人彼此深爱。
Ἐπεὶ δὲ ὁ τύραννος τῆς ὥρας ἐγλίχετο τοῦ παιδὸς καὶ οἷός ἦν αὐτὸν βίᾳ προσάγεσθαι, δυσανασχετήσας ὁ Ἀντιλέων ἐκείνῳ μὲν παρεκελεύσατο μὴ ἀντιλέγειν κινδυνεύειν, αὐτὸς δὲ οἴκοθεν ἐξιόντα τὸν τύραννον προσδραμὼν ἀνεῖλεν· καὶ τοῦτο δράσας δρόμῳ ἵετο καὶ διέφυγεν ἄν, εἰ μὴ προβάτοις συνδεδεμένοις ἀμφιπεσὼν ἐχειρώθη.3
但是,当僭主觊觎少年的青春美貌并打算用暴力霸占他时,安提勒翁愤懑不已,一面叮嘱少年不可抗拒涉险,一面趁着僭主走出家门时疾奔上前将其刺死;行刺之后他飞奔逃跑,若不是撞在被绑在一起的羊群上而被制服,他本可以逃脱。
Διὸ τῆς πόλεως εἰς τἀρχαῖον ἀποκαταστάσης, ἀμφοτέροις παρὰ τοῖς Ἡρακλεώταις ἐτέθησαν εἰκόνες χαλκαῖ, καὶ νόμος ἐγράφη, μηδένα ἐλαύνειν τοῦ λοιποῦ πρόβατα συνδεδεμένα.
因此,当城邦恢复旧制之后,赫拉克利亚人为他们两人树立了青铜雕像,并且立下法令:今后任何人不得驱赶被捆绑在一起的羊群。
- 7.1τῶν πάνυ δοκίμων Ἀντιλέων
τῶν πάνυ δοκίμων 是部分属格,修饰后置的主语 Ἀντιλέων(“极其知名的人当中的安提勒翁”)。
- 7.1μηδενὸς αὐτὸν ἁμαρτήσεσθαι
动词 ἁμαρτάνω 带表示脱离或目标的属格 μηδενός,意为“在任何事上都不落空/不失败”。αὐτόν 为将来时不定词 ἁμαρτήσεσθαι 的主语(宾格),指代安提勒翁本人。
- 7.3καὶ διέφυγεν ἄν, εἰ μὴ προβάτοις συνδεδεμένοις ἀμφιπεσὼν ἐχειρώθη
由归结分句(ἄν 搭配过去不定时直陈式 διέφυγεν ἄν)与条件分句(εἰ μή 搭配过去不定时直陈式 ἐχειρώθη)构成的与过去事实相反的虚拟条件句。与格短语 προβάτοις συνδεδεμένοις 作分词 ἀμφιπεσών(“绊倒于/撞上”)的补足语。
