- 底本
- Parthenius. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0655.tlg001.humanitext-grc2:6.1-6.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥多曼提国王西同曾屡次在生死决斗中诛杀向女儿帕勒涅求婚者,年老后命求婚者德律阿斯与克莱托斯决斗争胜。帕勒涅的养育人暗中破坏德律阿斯的车轮以助克莱托斯取胜;西同察觉阴谋欲处死女儿,因神迹降雨而改弦更张,准许二人成婚。
Λέγεται καὶ Σίθωνα τὸν Ὀδομάντων βασιλέα γεννῆσαι θυγατέρα Παλλήνην καλήν τε καὶ ἐπίχαριν, καὶ διὰ τοῦτο ἐπὶ πλεῖστον χωρῆσαι κλέος αὐτῆς, φοιτᾶν τε μνηστῆρας οὐ μόνον ἀπ’ αὐτῆς Θρᾴκης, ἀλλὰ καὶ ἔτι πρόσωθέν τινας, ἀπό τε Ἰλλυρίδος τῶν ἐπὶ Τανάιδος ποταμοῦ κατῳκημένων· τὸν δὲ Σίθωνα πρῶτον μὲν κελεύειν τοὺς ἀφικνουμένους μνηστῆρας πρὸς μάχην ἰέναι τὴν κόρην ἔχοντα,1 εἰ δὲ ἥττων φανείη, τεθνάναι, τούτῳ τε τῷ τρόπῳ πάνυ συχνοὺς ἀνῃρήκει.
据说奥多曼提人的国王西同生有一女,名叫帕勒涅,容貌美丽动人,因此她的名声远播,不仅来自色雷斯本土的求婚者络绎不绝,甚至远方之人——无论是来自伊利里亚还是定居在塔奈斯河沿岸的人——也都纷纷前来。西同最初命令前来的求婚者以该少女为抵押同他交战,求婚者一旦落败便须受死;他就以这种方式杀害了极多的人。
Μετὰ δὲ ὡς αὐτόν ἡ πλείων ἰσχὺς ἐπιλελοίπει, ἔγνωστό τε αὐτῷ τὴν κόρην ἁρμόσασθαι, δύο μνηστῆρας ἀφιγμένους, Δρύαντά τε καὶ Κλεῖτον, ἐκέλευεν, ἄθλου προκειμένου τῆς κόρης, ἀλλήλοις διαμάχεσθαι, καὶ τὸν μὲν τεθνάναι, τὸν δὲ περιγενόμενον τήν τε βασιλείαν καὶ τὴν παῖδα ἔχειν.
后来,由于昔日充沛的体力衰退,他决意将女儿出嫁;当德律阿斯和克莱托斯这两位求婚者到来时,他便命令他们以少女为赏金互相决斗,一人受死,而胜出幸存者则赢得王位与少女。
Τῆς δὲ ἀφωρισμένης ἡμέρας παρούσης, ἡ Παλλήνη ʽἔτυχε γὰρ ἐρῶσα τοῦ Κλείτοὐ πάνυ ὠρρώδει περὶ αὐτοῦ, καὶ σημῆναι μὲν οὐκ ἐτόλμα τινὶ τῶν ἀμφ’ αὑτήν, δάκρυα δὲ πολλὰ κατεχεῖτο τῶν παρειῶν αὐτῆς, ἕως οὗ ὁ τροφεὺς αὐτῆς πρεσβύτης ἀναπυνθανόμενος καὶ ἐπιγνοὺς τὸ πάθος τῇ μὲν θαρρεῖν παρεκελεύσατο, ὡς ᾗ βούλεται, ταύτῃ τοῦ πράγματος χωρήσοντος·
约定的日子到来时,帕勒涅(因她恰好爱着克莱托斯)为他极为担忧害怕,又不敢向身边的任何人透露,泪水止不住地沿着面颊流淌,直到她年迈的养育人前去询问并查明了她的心事,勉励她振作起来,并表示事情定会如她所愿地发展。
αὐτὸς δὲ κρύφα ὑπέρχεται τὸν ἡνίοχον τοῦ Δρύαντος, καὶ αὐτῷ χρυσὸν πολὺν ὁμολογήσας πείθει διὰ τῶν ἁρματηίων τροχῶν μὴ διεῖναι τὰς περόνας. Ἔνθα δὴ ὡς ἐς μάχην ἐξῄεσαν καὶ ἤλαυνεν ὁ Δρύας ἐπὶ τὸν Κλεῖτον, οἱ τροχοὶ περιερρύησαν αὐτῷ τῶν ἁρμάτων· καὶ οὕτως πεσόντα αὐτὸν ἐπιδραμὼν ὁ Κλεῖτος ἀναιρεῖ.
老人暗中接近德律阿斯的御者,许以重金,说服他不要在战车车轮中穿入车辖。于是,当他们出场交战、德律阿斯驱车冲向克莱托斯时,战车的车轮滑落脱轨;克莱托斯疾奔上前,将跌倒在地的德律阿斯刺死。
Αἰσθόμενος δὲ ὁ Σίθων τόν τε ἔρωτα καὶ τὴν ἐπιβουλὴν τῆς θυγατρός, μάλα μεγάλην πυρὰν νήσας καὶ ἐπιθεὶς τὸν Δρύαντα οἷος ἦν ἐπικατασφάζειν2 καὶ τὴν Παλλήνην· φαντάσματος δὲ θείου γενομένου καὶ ἐξαπιναίως ὕδατος ἐξ οὐρανοῦ πολλοῦ καταρραγέντος, μετέγνω τε καὶ γάμοις ἀρεσάμενος τὸν παρόντα Θρᾳκῶν ὅμιλον3 ἐφίησι τῷ Κλείτῳ τὴν κόρην ἄγεσθαι.
西同察觉到了女儿的恋情与阴谋,堆起一座巨大的火葬柴堆,将德律阿斯安放其上,正打算把帕勒涅也在其上斩杀殉葬;然而此时神迹显现,暴雨骤然从天而降,他遂改变了心意,以婚礼取悦了在场的色雷斯民众,准许克莱托斯将少女娶为妻子。
- 6.1τὴν κόρην ἔχοντα
现在分词 ἔχοντα 为阳性单数宾格,修饰不定式 κελεύειν 的主语 τὸν Σίθωνα,意指西同手握少女(将女儿作为抵押或奖赏)与求婚者决斗。由于求婚者(τοὺς ἀφικνουμένους μνηστῆρας)为复数,该分词在语法上明确指代西同本人。
- 6.5οἷος ἦν ἐπικατασφάζειν
短语 οἷός εἰμι / ἦν 搭配不定式,相当于 μέλλω 加不定式,表示“正要……”、“企图……”或“濒临做某事”的意图与紧迫状态。此处生动展现了西同正准备在薪堆上将女儿帕勒涅处死殉葬的危急时刻。
- 6.5γάμοις ἀρεσάμενος τὸν παρόντα Θρᾳκῶν ὅμιλον
动词 ἀρέσκω 的中动语态不定过去时分词 ἀρεσάμενος 支配宾格直接宾语(τὸν παρόντα Θρᾳκῶν ὅμιλον)以及表示手段的与格(γάμοις),意为“以婚礼之宴取悦/迎合在场的色雷斯民众”。
