- 底本
- Parthenius. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0655.tlg001.humanitext-grc2:5.1-5.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
勒基波斯在母亲协助下与胞妹私通,其父发觉异样而在混乱中误杀女儿,勒基波斯慌乱中又弑杀其父,因而被迫流亡并远走异乡。
Λεύκιππος δέ, Ξανθίου παῖς, γένος τῶν ἀπὸ Βελλεροφόντου, διαφέρων ἰσχύι μάλιστα τῶν καθ’ ἑαυτόν, ἤσκει τὰ πολεμικά. Διὸ πολὺς ἦν λόγος περὶ αὐτοῦ παρά τε Λυκίοις καὶ τοῖς προσεχέσι τούτοις, ἅτε δὴ ἀγομένοις καὶ πᾶν ὁτιοῦν δυσχερὲς πάσχουσιν.1
勒基波斯是克珊提奥斯之子,出身于柏勒罗丰的后裔,体力远胜于同辈之人,专心操练武艺。因此,无论在吕基亚人中,还是在他们的邻人中,都有许多关于他的传闻,因为邻人们常遭掳掠,遭受了各种各样的苦难。
Οὗτος κατὰ μῆνιν Ἀφροδίτης εἰς ἔρωτα ἀφικόμενος τῆς ἀδελφῆς, τέως μὲν ἐκαρτέρει, οἰόμενος ῥᾷστα ἀπαλλάξεσθαι τῆς νόσου· ἐπεὶ μέντοι χρόνου διαγενομένου οὐδὲ ἐπ’ ὀλίγον ἐλώφα τὸ πάθος, ἀνακοινοῦται τῇ μητρὶ καὶ πολλὰ καθικέτευε, μὴ περιιδεῖν αὐτὸν ἀπολλύμενον· εἰ γὰρ αὐτῷ μὴ συνεργήσειεν, ἀποσφάξειν αὑτὸν ἠπείλει.2
此人因阿佛洛狄忒的愤怒而爱上了自己的胞妹,起初他竭力忍耐,以为可以轻易摆脱这层痛苦。然而随着时日推移,这股激情丝毫不曾减退,他便向母亲吐露,并再三哀求她不要眼睁睁看着自己毁灭;因为他威胁说,若母亲不予以协助,他就要自刎。
Τῆς δὲ παραχρῆμα τὴν ἐπιθυμίαν φαμένης τελέσειν, ῥᾴων ἤδη γέγονεν· ἀνακαλεσαμένη δὲ τὴν κόρην συγκατακλίνει τἀδελφῷ, κἀκ τούτου συνῆσαν οὐ μάλα τινὰ δεδοικότες, ἕως τις ἐξαγγέλλει τῷ κατηγγυημένῳ τὴν κόρην μνηστῆρι.
母亲当即表示定会满足他的愿望,他这才放下心来。母亲叫来女儿,让她与兄长同榻共寝,自此二人便毫无顾忌地同居,直到有人向已与该少女订婚的求婚者告发了此事。
Ὁ δὲ τόν τε αὑτοῦ πατέρα παραλαβὼν καί τινας τῶν προσηκόντων, πρόσεισι τῷ Ξανθίῳ καὶ τὴν πρᾶξιν καταμηνύει, μὴ δηλῶν τοὔνομα τοῦ Λευκίππου. Ξάνθιος δὲ δυσφορῶν ἐπὶ τοῖς προσηγγελμένοις πολλὴν σπουδὴν ἐτίθετο φωρᾶσαι τὸν φθορέα, καὶ διεκελεύσατο τῷ μηνυτῇ, ὁπότε ἴδοι συνόντας, αὐτῷ δηλῶσαι·
求婚者带上自己的父亲和数名亲族,前去见克珊提奥斯并告发了丑事,却并未透露勒基波斯的名字。克珊提奥斯对所获报告大为恼怒,竭力想要捉拿那个败坏门风之人,便吩咐告密者一旦看见他们同处就立刻向他禀报。
τοῦ δὲ ἑτοίμως ὑπακούσαντος καὶ αὐτίκα τὸν πρεσβύτην ἐπαγαγομένου τῷ θαλάμῳ, ἡ παῖς, αἰφνιδίου ψόφου γενηθέντος, ἵετο διὰ θυρῶν, οἰομένη λήσεσθαι τὸν ἐπιόντα· καὶ αὐτὴν ὁ πατὴρ ὑπολαβὼν εἶναι τὸν φθορέα πατάξας μαχαίρᾳ καταβάλλει.
告密者依令而行,当即引着老父来到寝室前。少女因突如其来的声响受惊,夺门而出,以为能避开来人;父亲却以为她是那个奸夫,拔刀将她砍倒在地。
Τῆς δὲ περιωδύνου γενομένης καὶ ἀνακραγούσης, ὁ Λεύκιππος ἐπαμύνων αὐτῇ καὶ διὰ τὸ ἐκπεπλῆχθαι μὴ προϊδόμενος ὅστις ἦν, κατακτείνει τὸν πατέρα. δι’ ἣν αἰτίαν ἀπολιπὼν τὴν οἰκίαν Θετταλοῖς ἐπὶ τοῖς συμβεβηκόσιν εἰς Κρήτην ἡγήσατο,3 κἀκεῖθεν ἐξελαθεὶς ὑπὸ τῶν προσοίκων εἰς τὴν Ἐφεσίαν ἀφίκετο, ἔνθα χωρίον ᾤκησε τὸ Κρητιναῖον ἐπικληθέν.
少女剧痛难忍,放声悲号,勒基波斯赶来相救,但在惊慌错乱之中未看清来者是谁,便将父亲刺死。为此缘故,因所发生的惨剧,他离家带领特萨利亚人前往克里特;又被当地邻人驱逐,遂来到以弗所地区,在那里定居于被称为克里提奈翁的地方。
Τοῦ δὲ Λευκίππου τούτου λέγεται τὴν Μανδρολύτου θυγατέρα Λευκοφρύην ἐρασθεῖσαν προδοῦναι τὴν πόλιν τοῖς πολεμίοις, ὧν ἐτύγχανεν ἡγούμενος ὁ Λεύκιππος, ἑλομένων αὐτὸν κατὰ θεοπρόπιον τῶν δεκατευθέντων4 ἐκ Φερῶν ὑπ’ Ἀδμήτου.
据说曼德罗吕托斯的女儿勒科弗律厄爱上了这位勒基波斯,并将城池出卖给勒基波斯所率领的敌军,而勒基波斯乃是那些被阿德墨托斯从斐莱作为什一税奉献出来的人们依从神谕所推举的统领。
- 5.1ἅτε δὴ ἀγομένοις καὶ πᾶν ὁτιοῦν δυσχερὲς πάσχουσιν
带有 ἅτε δή 的与格分词短语与紧邻的前文 τοῖς προσεχέσι τούτοις(“邻近他们的人”)在性数格上一致,表原因(“因他们遭到掠夺……”)。这里的被动语态 ἀγομένοις 承袭了 ἄγειν καὶ φέρειν 中掠夺人畜物资的习惯用法。
- 5.2εἰ γὰρ αὐτῷ μὴ συνεργήσειεν, ἀποσφάξειν αὑτὸν ἠπείλει
间接引语中的威胁句式。直接引语形式(εἰ μή μοι συνεργήσεις, ἀποσφάξω ἐμαυτόν)在过去时主动词 ἠπείλει 之下,条件从句转为转述希求语气 συνεργήσειεν,结论句则转为带反身代词宾格宾语 αὑτόν 的将来时不定式 ἀποσφάξειν。
- 5.6Θετταλοῖς ἐπὶ τοῖς συμβεβηκόσιν εἰς Κρήτην ἡγήσατο
动词 ἡγέομαι 支配与格 Θετταλοῖς,意为“统领/率领”。介词短语 ἐπὶ τοῖς συμβεβηκόσιν 表示原因或契机(“因所发生之事/鉴于发生的惨变”),紧随 ἀπολιπὼν τὴν οἰκίαν,交代了他出逃离家的动因。
- 5.7ἑλομένων αὐτὸν κατὰ θεοπρόπιον τῶν δεκατευθέντων
属格独立结构。主语为 τῶν δεκατευθέντων(“作为什一税被奉献之人”),分词为 ἑλομένων(αἱρέομαι 的不定过去时中间语态分词,意为“推选”),宾语 αὐτόν 指勒基波斯。语序上主语后置。
