← 尼西亚的帕尔塞尼乌斯

爱情故事集

§4.1-4.5

俄诺涅的预言与亚历山大之死

亚历山大(帕里斯)娶俄诺涅为妻,俄诺涅预言他将抛弃自己并引来战争,且其创伤唯有自己能医治。其后亚历山大娶海伦并在战事末期负伤,求助于俄诺涅,却因使者过早回报其傲慢之语而绝望咽气,赶来的俄诺涅见状亦自尽殉情。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

Ἀλέξανδρος ὁ Πριάμου βουκολῶν κατὰ τὴν Ἴδην ἠράσθη τῆς Κεβρῆνος θυγατρὸς Οἰνώνης· λέγεται δὲ ταύτην ἔκ του θεῶν κατεχομένην θεσπίζειν περὶ τῶν μελλόντων, καὶ ἄλλως δὲ ἐπὶ συνέσει φρενῶν ἐπὶ μέγα διαβεβοῆσθαι.

普里阿摩斯之子亚历山大在伊达山放牛时,爱上了刻布壬的女儿俄诺涅。据说她受某位神明的附身,预言未来之事,在其他方面也因其智慧而声名远播。

§4.2

Ὁ οὖν Ἀλέξανδρος αὐτὴν ἀγαγόμενος παρὰ τοῦ πατρὸς εἰς τὴν Ἴδην, ὅπου αὐτῷ οἱ σταθμοὶ ἦσαν, εἶχε γυναῖκα, καὶ αὐτῇ φιλοφρονούμενος μηδαμὰ προλείψειν, ἐν περισσοτέρᾳ τε τιμῇ ἕξειν·1 ἡ δὲ συνιέναι μὲν ἔφασκεν εἰς τὸ παρὸν ὡς δὴ πάνυ αὐτῆς ἐρῴη, χρόνον μέντοι τινὰ γενήσεσθαι, ἐν ᾧ ἀπαλλάξας αὐτὴν εἰς τὴν Εὐρώπην περαιωθήσεται, κἀκεῖ πτοηθεὶς ἐπὶ γυναικὶ ξένῃ πόλεμον ἐπάξεται τοῖς οἰκείοις·

于是亚历山大将她从其父处迎至伊达山自己的牲畜棚舍处,娶她为妻,并温存地向她许诺绝不离弃,且将给予她非同一般的敬意。然而俄诺涅表示,她固然明白他眼下确实极爱自己,但终将有一天,他会弃她而去并渡海前往欧罗巴,并在那里为异邦女子神魂颠倒,给自己的族人引来战争。

§4.3

ἐξηγεῖτο δὲ ὡς δεῖ αὐτὸν ἐν τῷ πολέμῳ τρωθῆναι, καὶ ὅτι οὐδεὶς αὐτὸν οἷός τε ἔσται ὑγιῆ ποιῆσαι ἢ αὐτή· ἑκάστοτε δὲ ἐπιλεγομένης αὐτῆς, ἐκεῖνος οὐκ εἴα μεμνῆσθαι. Χρόνου δὲ προϊόντος ἐπειδὴ Ἑλένην ἔγημεν, ἡ μὲν Οἰνώνη μεμφομένη τῶν πραχθέντων τὸν Ἀλέξανδρον2 εἰς Κεβρῆνα, ὅθενπερ ἦν γένος, ἀπεχώρησεν· ὁ δέ, παρήκοντος ἤδη τοῦ πολέμου, διατοξευόμενος Φιλοκτήτῃ3 τιτρώσκεται.

她进一步阐明,他必定会在那场战争中负伤,且除了她之外无人能治愈他;然而每逢她提及此事,亚历山大都不许她再说。随着时日推移,当他娶了海伦之后,俄诺涅因所发生之事责怪亚历山大,便退回了她出身的刻布壬;而在战事已近尾声之际,亚历山大在与菲罗克忒忒斯互射时负了伤。

§4.4

Ἐν νῷ δὲ λαβὼν τὸ τῆς Οἰνώνης ἔπος, ὅτε ἔφατο αὐτὸν πρὸς αὐτῆς μόνης οἷόν τε εἶναι ἰαθῆναι, κήρυκα πέμπει δεησόμενον, ὅπως ἐπειχθεῖσα ἀκέσηταί τε αὐτὸν καὶ τῶν παροιχομένων λήθην ποιήσηται, ἅτε δὴ κατὰ θεῶν βούλησιν ἀφικομένων· ἡ δὲ αὐθαδέστερον ἀπεκρίνατο ὡς χρὴ παρ’ Ἑλένην αὐτὸν ἰέναι κἀκείνης δεῖσθαι, αὐτὴ δὲ μάλιστα ἠπείγετο ἔνθα δὴ ἐπέπυστο κεῖσθαι αὐτόν.

他念及俄诺涅当年说过只有靠她才能救治他的话,便派遣使者前去恳求,望她速速赶来救治,并将以往之事付诸遗忘,毕竟那些事皆是顺应神明的意志发生的。她却颇为傲慢地答复道,他该去海伦那里恳求海伦;然而她自己却以最快的速度赶往获悉他所卧之地。

§4.5

Τοῦ δὲ κήρυκος τὰ λεχθέντα παρὰ τῆς Οἰνώνης θᾶττον4 ἀπαγγείλαντος, ἀθυμήσας ὁ Ἀλέξανδρος ἐξέπνευσεν, Οἰνώνη δὲ ἐπεὶ νέκυν ἤδη κατὰ γῆς κείμενον ἐλθοῦσα εἶδεν, ἀνῴμωξέν τε καὶ πολλὰ κατολοφυραμένη διεχρήσατο ἑαυτήν.

但由于使者过早地回报了俄诺涅的话,亚历山大心灰意冷,气绝身亡;及至俄诺涅赶到,见他已成倒在地上的尸身,遂放声悲号,在极度痛哭哀悼之后,自尽而亡。

语法注4 条
  1. 4.2φιλοφρονούμενος μηδαμὰ προλείψειν, ἐν περισσοτέρᾳ τε τιμῇ ἕξειν

    分词 φιλοφρονούμενος(温存相待、示好)直接支配将来时不定式 προλείψειν 和 ἕξειν,含有表达情爱并许诺的意味(即“温存地许诺绝不……并给予尊荣”)。此处或是省略了言说、立誓类动词,或是该分词本身引申出伴随示爱的郑重许诺。

  2. 4.3μεμφομένη τῶν πραχθέντων τὸν Ἀλέξανδρον

    动词 μέμφομαι(责备、指责)在此搭配受责之人的宾格(τὸν Ἀλέξανδρον)与表示原因的属格(τῶν πραχθέντων,因所发生之事)。

  3. 4.3διατοξευόμενος Φιλοκτήτῃ

    动词 διατοξεύομαι 为相互中动相,意为“互射”,与之搭配的与格 Φιλοκτήτῃ 表示交战/竞争的对手(关联或对抗与格)。

  4. 4.5θᾶττον

    副词 ταχέως 的比较级,此处可作绝对比较级理解为“过急地、太快地”,或相对于俄诺涅本人的到来而言表示“更早”。使者过早或过于性急地带回回信,直接导致亚历山大在她赶到前绝望身亡。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0655.tlg001.humanitext-grc2:4.1-4.5