← 尼西亚的帕尔塞尼乌斯

爱情故事集

§17.1-17.6

佩里安德尔之母的乱伦私情与发狂

佩里安德尔的母亲难抑对亲生儿子的乱伦欲望,假托一位神秘妇人的名义与他幽会;佩里安德尔查明真相后发狂并沦为暴君,其母则自尽身亡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.1

λέγεται δὲ καὶ Περίανδρον τὸν Κορίνθιον τὴν μὲν ἀρχὴν ἐπιεικῆ τε καὶ πρᾶον εἶναι, ὕστερον δὲ φονικώτατον γενέσθαι δι’ αἰτίαν τήνδε. ἡ μήτηρ αὐτοῦ κομιδῇ νέου πολλῷ κατείχετο,1 καὶ τέως ἀνεπίμπλατο τῆς ἐπιθυμίας περιπλεκομένη τῷ παιδί· προϊόντος δὲ τοῦ χρόνου τὸ πάθος ἐπὶ μεῖζον ηὔξετο, καὶ κατέχειν τὴν νόσον οὐκέτι οἵα τε ἦν, ἕως ἀποτολμήσασα προσφέρει λόγους τῷ παιδὶ ὡς αὐτοῦ γυνή τις ἐρῴη τῶν πάνυ καλῶν, παρεκάλει τε αὐτὸν μὴ περιορᾶν αὐτὴν περαιτέρω καταξαινομένην.

据说科林斯的佩里安德尔起初为人宽和温厚,后来却变得极其残暴嗜杀,原因如下。他的母亲在他尚甚年幼时便对他怀有极强烈的欲念,起初她仅借着拥抱儿子来满足欲望;但随着时间推移,这种情欲愈演愈烈,她再也无法抑制这一病态的热病,终于大着胆子向儿子进言,称某位极为美貌的妇人爱慕着他,并恳求他不要坐视那位妇人继续在相思中消磨憔悴。

§17.2

Ὁ δὲ τὸ μὲν πρῶτον οὐκ ἔφη φθερεῖν ἐζευγμένην γυναῖκα ὑπό τε νόμων καὶ ἐθῶν, λιπαρῶς δὲ προσκειμένης τῆς μητρὸς συγκατατίθεται. Κἀπειδὴ νὺξ ἐπῆλθεν, εἰς ἣν ἐτέτακτο τῷ παιδί, προυδήλωσεν αὐτῷ μήτε λύχνα φαίνειν ἐν τῷ θαλάμῳ, μήτε ἀνάγκην αὐτῇ ἐπάγειν πρὸς τὸ διαλεχθῆναί τι· ἐπιπροσθεῖσθαι γὰρ αὐτὴν ὑπ’ αἰδοῦς.

佩里安德尔起初表示,自己绝不会去玷污一个受法律与风俗约束的有夫之妇,但在母亲的苦苦央求下,他应允了。到了为这少年预定的一夜,母亲预先向他叮嘱:卧房内不得点亮明灯,亦不可强迫她开口交谈;因为她出于羞耻之心而遮蔽自己。

§17.3

Καθομολογησαμένου δὲ τοῦ Περιάνδρου πάντα ποιήσειν κατὰ τὴν ὑφήγησιν τῆς μητρός, ὡς ὅτι κράτιστα αὑτὴν ἀσκήσασα εἰσέρχεται παρὰ τὸν παῖδα, καὶ πρὶν ἢ ὑποφαίνειν ἕω λαθραίως ἔξεισιν.

在佩里安德尔答应一切皆遵照母亲的指引行事之后,母亲极尽华丽地装扮了自己,走入儿子的房中,并在拂晓微光初露前悄然离去。

§17.4

Τῇ δ’ ὑστεραίᾳ ἀναπυνθανομένης αὐτῆς εἰ κατὰ νοῦν αὐτῷ γένοιτο καὶ εἰ αὖτις θέλοι αὐτὴν παρ’ αὐτὸν ἀφικέσθαι, ὁ Περίανδρος σπουδάζειν τε ἔφη καὶ ἡσθῆναι οὐ μετρίως. Ὡς δὲ τούτου οὐκ ἀνίει φοιτῶσα πρὸς τὸν παῖδα καί τις ἔρως ὑπῄει τὸν Περίανδρον, ἤδη σπουδὴν ἐτίθετο γνωρίσαι τὴν ἄνθρωπον ἥτις ἦν.2

次日,当母亲探问他是否满意、是否愿那妇人再次前来时,佩里安德尔回答说自己非常渴望,且感到无比愉悦。随着母亲这般不断前往儿子处,佩里安德尔心底也萌生出某种情愫,便极力想要查明那妇人究竟是谁。

§17.5

Καὶ ἕως μέν τινος ἐδεῖτο τῆς μητρὸς ἐξικετεῦσαι ἐκείνην ὅπως τε εἰς λόγους αὐτῷ ἀφίκοιτο κἀπειδὴ εἰς πολὺν πόθον ἐπαγάγοιτο αὐτόν, δήλη ποτὲ γένοιτο· νυνὶ δὲ παντάπασι πρᾶγμα ἄγνωμον πάσχειν διὰ τὸ μὴ ἐφίεσθαι αὐτῷ καθορᾶν τὴν ἐκ πολλοῦ χρόνου συνοῦσαν αὐτῷ· ἐπεὶ δὲ ἡ μήτηρ ἀπεῖργεν αἰτιωμένη τὴν αἰσχύνην τῆς γυναικός, κελεύει τινὰ τῶν ἀμφ’ αὑτὸν οἰκετῶν λύχνα κατακρύψαι.

有一段时间,他恳求母亲去劝诱那妇人与自己交谈,并且既然已诱使自己陷入深沉的爱慕,就应当露面相见;他抱怨说,自己长久以来与同寝之人相伴,却被剥夺相见的权利,承受着极不合理的待遇。但由于母亲以那妇人的羞耻为由加以劝阻,他便命身边的一名奴仆暗中藏好一盏明灯。

§17.6

Τῆς δὲ κατὰ τὸ σύνηθες ἀφικομένης καὶ μελλούσης κατακλίνεσθαι, ἀναδραμὼν ὁ Περίανδρος ἀναίρει τὸ φῶς, καὶ κατιδὼν τὴν μητέρα ὥρμησεν ἐπὶ τὸ διεργάσασθαι αὐτήν· κατασχεθεὶς δὲ ὑπό τινος δαιμονίου φαντάσματος ἀπετράπετο, κἀκ τούτου παραπλὴξ ἦν νοῦ τε καὶ φρενῶν3 κατέσκηψέ τε εἰς ὠμότητα καὶ πολλοὺς ἀπέσφαξε τῶν πολιτῶν· ἡ δὲ μήτηρ πολλὰ κατολοφυραμένη τὸν ἑαυτῆς δαίμονα, ἀνεῖλεν ἑαυτήν.

当她如常前来准备就寝时,佩里安德尔一跃而起,擎起明灯;认出是母亲后,他愤而冲上前欲将她杀死,但因受某尊神灵幻影的阻拦而作罢。自此以后,他神智错乱,心智失常,陷入残暴嗜杀,屠戮了许多城邦公民;而他的母亲在痛切悲叹了自己的厄运之后,自尽身亡。

语法注3 条
  1. 17.1ἡ μήτηρ αὐτοῦ κομιδῇ νέου πολλῷ κατείχετο

    短语 αὐτοῦ κομιδῇ νέου 为代词与形容词连用的时间限定属格(或省略了分词 ὄντος 的属格独立结构),意为“当他尚甚年幼时”。与格 πολλῷ 既可视为省略了表示情感的名词(如 ἔρωτι,“被巨大的[情欲]所攫住”),亦可作表示程度的副词性与格修饰未完成过去时被动语态动词 κατείχετο。

  2. 17.4γνωρίσαι τὴν ἄνθρωπον ἥτις ἦν

    先取结构(prolepsis)的典型用例:间接疑问从句(ἥτις ἦν)的主语被提前抽取,作为支配不定式 γνωρίσαι 的直接宾语(宾格 τὴν ἄνθρωπον)。

  3. 17.6παραπλὴξ ἦν νοῦ τε καὶ φρενῶν

    附属于形容词 παραπλήξ(错乱的、发疯的)的属格词组 νοῦ τε καὶ φρενῶν,属于限定/关联属格(genitive of respect / specification)或分离属格,指明其神智在“心智与理智”方面陷于错乱。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0655.tlg001.humanitext-grc2:17.1-17.6