← 尼西亚的帕尔塞尼乌斯

爱情故事集

§18.1-18.4

涅埃拉的出逃与引发的两邦之战

米利都人许普西克瑞翁的妻子涅埃拉强迫其友人普罗墨冬与己同寝后出逃至纳克索斯,纳克索斯人拒绝引渡她,从而引发了两座城邦之间的战争。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

Ὑψικρέων δὲ Μιλήσιος καὶ Προμέδων Νάξιος μάλιστα φίλω ἤστην. Ἀφικομένου οὖν ποτε Προμέδοντος εἰς Μίλητον, θατέρου1 λέγεται τὴν γυναῖκα Νέαιραν ἐρασθῆναι αὐτοῦ. Καὶ παρόντος μὲν τοῦ Ὑψικρέοντος μὴ τολμᾶν αὐτὴν2 διαλέγεσθαι τῷ ξένῳ·

米利都的许普西克瑞翁与纳克索斯的普罗墨冬本是莫逆之交。有一回普罗墨冬来到米利都,据说另一人的妻子涅埃拉恋上了他。当许普西克瑞翁在场时,她不敢与这位异乡客人交谈。

§18.2

μετὰ δὲ χρόνον ὡς ὁ μὲν Ὑψικρέων ἐτύγχανεν ἀποδημῶν, ὁ δὲ αὖτις ἀφίκετο, νύκτωρ αὐτοῦ κοιμωμένου ὑπεισέρχεται ἡ Νέαιρα καὶ πρῶτον μὲν οἵα ἦν πείθειν αὐτόν· ἐπειδὴ δὲ ἐκεῖνος οὐκ ἐνεδίδου, Δία τε Ἑταιρήιον καὶ Ξένιον αἰδούμενος, προσέταξεν ἡ Νέαιρα ταῖς θεραπαίναις ἀποκλεῖσαι τὸν θάλαμον, καὶ οὕτως, πολλὰ ἐπαγωγὰ ποιούσης, ἠναγκάσθη μιγῆναι αὐτῇ·

过了一段时间,恰逢许普西克瑞翁离家在外,普罗墨冬再次前来,涅埃拉便趁夜间他熟睡时潜入其室内,起初试图说服他。但他敬畏守卫朋友与宾客的神祇宙斯,不肯顺从,于是涅埃拉吩咐侍女们将卧房紧锁;由于她百般诱惑,他被迫与她同寝。

§18.3

τῇ μέντοι ὑστεραίᾳ δεινὸν ἡγησάμενος εἶναι τὸ πραχθὲν ᾤχετο πλέων ἐπὶ τῆς Νάξου. ἔνθα καὶ ἡ Νέαιρα δείσασα τὸν Ὑψικρέοντα διέπλευσεν εἰς τὴν Νάξον· κἀπειδὴ αὐτὴν ἐζήτει ὁ Ὑψικρέων, ἱκέτις προσκαθίζετο ἐπὶ τῆς ἑστίας τῆς ἐν τῷ Πρυτανείῳ.

然而次日,他认为所发生之事令人不齿,便乘船返回纳克索斯。这时,涅埃拉也因害怕许普西克瑞翁而渡海前往纳克索斯;当许普西克瑞翁前来索要她时,她作为祈求者坐在了市政厅的火炉旁。

§18.4

Οἱ δὲ Νάξιοι λιπαροῦντι τῷ Ὑψικρέοντι ἐκδώσειν μὲν οὐκ ἔφασαν, ἐκέλευον μέντοι πείσαντα αὐτὴν ἄγεσθαι·3 δόξας δὲ ὁ Ὑψικρέων ἀσεβεῖσθαι, πείθει Μιλησίους πολεμεῖν τοῖς Ναξίοις.

纳克索斯人对苦苦央求的许普西克瑞翁表示,他们绝不会将她引渡,但吩咐他在说服她后方可将她带走。许普西克瑞翁认为自己受到了不敬神明的对待,便说服米利都人向纳克索斯人开战。

语法注3 条
  1. 18.1θατέρου

    由 τοῦ ἑτέρου 缩合(crasis)而来的形式,指代前文提到的两人中的一人,即许普西克瑞翁,作领属性属格修饰其后的 τὴν γυναῖκα。

  2. 18.1μὴ τολμᾶν αὐτὴν

    承接前句中 λέγεται 的“对格加不定式”间接引语结构。否定词使用 μή 而非 οὐ,这是后世希腊语不定式间接引语中的常见现象。

  3. 18.4πείσαντα αὐτὴν ἄγεσθαι

    受动词 ἐκέλευον 支配的不定式结构。虽然前面句中有与之对应的与格词 λιπαροῦντι τῷ Ὑψικρέοντι,但不定式 ἄγεσθαι 的逻辑主语仍由对格分词 πείσαντα 来承担。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0655.tlg001.humanitext-grc2:18.1-18.4