- 底本
- Parthenius. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0655.tlg001.humanitext-grc2:16.1-16.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述劳狄刻爱上了出使而来的阿卡玛斯,通过珀耳修斯夫妇的谋划得以与他结合,并诞下穆尼托斯及其结局。
Ἐλέχθη δὲ καὶ περὶ Λαοδίκης ὅδ’ ὁ λόγος, ὡς ἄρα παραγενομένων ἐπὶ Ἑλένης ἀπαίτησιν Διομήδους καὶ Ἀκάμαντος πολλὴν ἐπιθυμίαν εἶχεν μιγῆναι παντάπασι νέῳ ὄντι Ἀκάμαντι· καὶ μέχρι μέν τινος ὑπ’ αἰδοῦς κατέχεσθαι, ὕστερον δὲ νικωμένην ὑπὸ τοῦ πάθους ἀνακοινώσασθαι1 Περσέως γυναικὶ ʽΦιλοβίη αὐτῇ ὄνομἀ παρακαλεῖν τε αὐτὴν ὅσον οὐκ ἤδη διοιχομένῃ ἀρήγειν αὐτῇ.2
关于劳狄刻,也有这样一段记述:当狄奥墨得斯与阿卡玛斯前来索还海伦时,她对年纪尚轻的阿卡玛斯产生了强烈的交欢之欲。起初她因羞耻而强自克制,但后来终被情欲战胜,便向珀耳修斯的妻子(名叫菲罗比埃)倾诉心事,并恳求她援助已濒临绝境的自己。
Κατοικτείρουσα δὲ τὴν συμφορὰν τῆς κόρης δεῖται τοῦ Περσέως ὅπως συνεργὸς αὐτῇ γένηται, ἐκέλευέ τε ξενίαν καὶ φιλότητα τίθεσθαι πρὸς τὸν Ἀκάμαντα. Περσεὺς δὲ τὸ μὲν καὶ τῇ γυναικὶ βουλόμενος ἁρμόδιος εἶναι, τὸ δὲ καὶ τὴν Λαοδίκην οἰκτείρων, πάσῃ μηχανῇ τὸν Ἀκάμαντα εἰς Δάρδανον ἀφικέσθαι πείθει ʽκαθίστατο γὰρ ὕπαρχος τοῦ χωρίοὐ, ἦλθε καὶ Λαοδίκη ὡς εἰς ἑορτήν τινα σὺν ἄλλαις τῶν Τρῳάδων ἔτι παρθένος οὖσα.
菲罗比埃怜悯少女的不幸,便求珀耳修斯协助自己,让他与阿卡玛斯结下宾客与朋友之谊。珀耳修斯一方面想要顺从妻子,另一方面也怜悯劳狄刻,遂施展百般手段说服阿卡玛斯前往达耳达诺斯(因为〔珀耳修斯〕是该地的总督);劳狄刻此时仍是处子之身,也同特洛伊的其他女子一道,宛如赴节庆般来到那里。
Ἔνθα δὴ παντοδαπὴν θοίνην ἑτοιμασάμενος συγκατακλίνει καὶ τὴν Λαοδίκην αὐτῷ, φάμενος μίαν εἶναι τῶν τοῦ βασιλέως παλλακίδων. Καὶ Λαοδίκη μὲν οὕτως ἐξέπλησε τὴν ἐπιθυμίαν, χρόνου δὲ προϊόντος γίνεται τῷ Ἀκάμαντι υἱὸς Μούνιτος ὃν ὑπ’ Αἴθρᾳ τραφέντα μετὰ Τροίας ἅλωσιν διεκόμισεν ἐπ’ οἴκου· καὶ αὐτὸν θηρεύοντα ἐν Ὀλύνθῳ τῆς Θράκης ὄφις ἀνεῖλεν.
珀耳修斯在那里设下丰盛的宴席,谎称劳狄刻是国王的侍妾之一,让她与阿卡玛斯同席共卧。劳狄刻就这样满足了欲望,随着时间流逝,阿卡玛斯有了一个儿子名为穆尼托斯;特洛伊沦陷后,阿卡玛斯将在埃特拉抚育下的他带回故乡;而穆尼托斯后来在色雷斯的奥林托斯行猎时被毒蛇咬死。
- 16.1κατέχεσθαι, ὕστερον δὲ νικωμένην ὑπὸ τοῦ πάθους ἀνακοινώσασθαι
此处句式由前文的 ὡς 引导的直陈式从句(ὡς ... εἶχεν)转变为由不定式构成的间接引语结构(κατέχεσθαι, ἀνακοινώσασθαι, παρακαλεῖν)。不定式的逻辑主语劳狄刻由阴性单数宾格分词 νικωμένην 标明,构成宾格加不定式结构(AcI)。
- 16.1ὅσον οὐκ ἤδη διοιχομένῃ ἀρήγειν αὐτῇ
短语 ὅσον οὐ(κ) 为固定副词短语,意为“几乎”、“差一点”(相当于拉丁语 tantum non)。与格分词 διοιχομένῃ 与人称代词 αὐτῇ 一致,受支配与格的动词 ἀρήγειν(援助)支配。
