- 底本
- Parthenius. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0655.tlg001.humanitext-grc2:15.1-15.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
俄诺玛俄斯之子勒乌基波斯男扮女装接近达佛涅并一同游猎,却因阿波罗嫉妒而败露身份,遭到少女们围攻并在神意下隐去;达佛涅则在躲避阿波罗追捕时祈求宙斯,化身为月桂树。
Περὶ δὲ τῆς Ἀμύκλα θυγατρὸς τάδε λέγεται Δάφνης· αὕτη τὸ μὲν ἅπαν εἰς πόλιν οὐ κατῄει, οὐδ’ ἀνεμίσγετο ταῖς λοιπαῖς παρθένοις· παρασκευασαμένη δὲ κύνας ἐθήρευεν ἔστιν ὅτε καὶ ἐν τῇ Λακωνικῇ καὶ ἐπιφοιτῶσα εἰς τὰ λοιπὰ τῆς Πελοποννήσου ὄρη· δι’ ἣν αἰτίαν μάλα καταθύμιος ἦν Ἀρτέμιδι, καὶ αὐτὴν εὔστοχα βάλλειν ἐποίει.
关于阿密克拉斯的女儿达佛涅,流传着如下的故事。她根本不下山进城,也不与其他少女往来;她备妥猎犬,时而在拉科尼亚,时而巡走于伯罗奔尼撒的其他山峦间行猎。因此缘故,她深受阿耳忒弥斯喜爱,女神更使她射术精准。
Ταύτης περὶ τὴν Ἠλιδίαν ἀλωμένης Λεύκιππος, Οἰνομάου παῖς, εἰς ἐπιθυμίαν ἦλθε, καὶ τὸ μὲν ἄλλως πως αὐτῆς πειρᾶσθαι ἀπέγνω, ἀμφιεσάμενος δὲ γυναικείας ἀμπεχόνας καὶ ὁμοιωθεὶς κόρῃ συνεθήρα αὐτῇ.
当她在厄利斯一带游猎时,俄诺玛俄斯之子勒乌基波斯对她萌生了爱欲;由于绝望于以其他手段向她求爱,他便穿上妇女的衣裙,伪装成少女,与她一同行猎。
Ἔτυχε δέ πως αὐτῇ κατὰ νοῦν γενόμενος, οὐ μεθίει τε αὐτὸν ἀμφιπολεύουσά τε καὶ ἐξηρτημένη πᾶσαν ὥραν. Ἀπόλλων δὲ καὶ αὐτὸς τῆς παιδὸς πόθῳ καόμενος, ὀργῇ τε καὶ φθόνῳ εἴχετο τοῦ Λευκίππου συνόντος,1 καὶ ἐπὶ νοῦν αὐτῇ βάλλει σὺν ταῖς λοιπαῖς παρθένοις ἐπὶ κρήνην ἐλθούσαις λούεσθαι.2
由于不知何故正中她的心意,她便不肯放他离开,时时伴随他左右、依附不舍。然而阿波罗自己也正受着对这少女的渴慕所煎熬,因勒乌基波斯常伴其侧而满心愤怒与嫉恨,遂在她心中注入一个念头,让她与其余少女一同前往泉边沐浴。
Ἔνθα δὴ ὡς ἀφικόμεναι ἀπεδιδύσκοντο καὶ ἑώρων τὸν Λεύκιππον μὴ βουλόμενον, περιέρρηξαν αὐτόν· μαθοῦσαι δὲ τὴν ἀπάτην καὶ ὡς ἐπεβούλευεν αὐταῖς, πᾶσαι μεθίεσαν εἰς αὐτὸν τὰς αἰχμάς.
当她们到达那里开始脱去衣衫,见勒乌基波斯不肯脱衣,便扯碎了他的衣服;发觉了这场骗局以及他对她们的图谋后,众人纷纷向他掷去长矛。
Καὶ ὁ μὲν δὴ κατὰ θεῶν βούλησιν ἀφανὴς γίνεται, Ἀπόλλωνα δὲ Δάφνη ἐπ’ αὐτὴν ἰόντα προϊδομένη, μάλα ἐρρωμένως ἔφευγεν· ὡς δὲ συνεδιώκετο,3 παρὰ Διὸς αἰτεῖται ἐξ ἀνθρώπων ἀπαλλαγῆναι, καὶ αὐτήν φασι γενέσθαι τὸ δένδρον τὸ ἐπικληθὲν ἀπ’ ἐκείνης δάφνην.
随后他凭着神明的旨意隐匿消失,而达佛涅望见阿波罗向自己奔来,便竭力奔逃;当即将被追赶及身时,她祈求宙斯使自己解脱于人类之身,据说她化作了因她而得名的月桂树。
- 15.3τοῦ Λευκίππου συνόντος
此句既可视为表示原因或伴随情状的独立属格,亦可视为受表示情感的短语 ὀργῇ τε καὶ φθόνῳ εἴχετο 所支配的原因属格。无论如何理解,它都表明了勒乌基波斯常伴达佛涅左右是引起阿波罗愤怒与嫉妒的直接缘由。
- 15.3ἐπὶ νοῦν αὐτῇ βάλλει σὺν ταῖς λοιπαῖς παρθένοις ἐπὶ κρήνην ἐλθούσαις λούεσθαι
成语 ἐπὶ νοῦν βάλλει(注入心念、使之想起)支配不定式 λούεσθαι(沐浴)。不定式在逻辑上的主语为前面的与格代词 αὐτῇ(达佛涅),而修饰的分词短语 σὺν ταῖς λοιπαῖς παρθένοις ἐλθούσαις(同其余少女一道前往)则采用与格复数,同“达佛涅与其余少女”这一复合主语在语法格上保持一致。
- 15.5ὡς δὲ συνεδιώκετο
连词 ὡς 引导时间状语从句(“当……之际”)。未完成过去时被动态 συνεδιώκετο 表示被紧逼追赶并即将被追及的持续状态,生动展现了达佛涅在阿波罗即将追上时的危急情势。
