← 尼西亚的帕尔塞尼乌斯

爱情故事集

§14.1-14.3

克勒俄玻亚求爱未遂与安透斯之死

佛比俄斯之妻克勒俄玻亚恋慕质子安透斯遭拒,遂将其诱至井下用巨石砸死,随后自缢;埃托利亚的亚历山大以诗句记述了这一以金器为诱饵的传说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1

Ἐκ δὲ Ἁλικαρνασσοῦ παῖς Ἀνθεὺς ἐκ βασιλείου γένους ὡμήρευσε παρὰ Φοβίῳ, ἑνὶ τῶν Νειλειδῶν, τότε κρατοῦντι Μιλησίων. Τούτου Κλεόβοια, ἥν τινες Φιλαίχμην ἐκάλεσαν, τοῦ Φοβίου γυνή, ἐρασθεῖσα πολλὰ ἐμηχανᾶτο εἰς τὸ προσαγαγέσθαι τὸν παῖδα· ὡς δὲ ἐκεῖνος ἀπεωθεῖτο, ποτὲ μὲν φάσκων ὀρρωδεῖν μὴ κατάδηλος γένοιτο, ποτὲ δὲ Δία Ξένιον καὶ κοινὴν τράπεζαν προϊσχόμενος, ἡ Κλεόβοια κακῶς φερομένη ἐν νῷ εἶχε τίσασθαι αὐτόν, ἀνηλεῆ τε καὶ ὑπέραυχον ἀποκαλουμένη.

从哈利卡尔那索斯来的一名王族少年安透斯,在米利都人的当时统治者、涅琉斯后裔之一的佛比俄斯处作人质。佛比俄斯的妻子克勒俄玻亚(有人称她为菲莱克墨)爱恋上了他,百般设计想要引诱这少年;然而安透斯屡屡拒绝,有时称畏惧事情败露,有时则搬出待客之神宙斯与共席之谊作为托辞。克勒俄玻亚羞恼交加,便将他骂作冷酷傲慢之徒,暗自图谋报复。

§14.2

Ἔνθα δὴ χρόνου προϊόντος τοῦ μὲν ἔρωτος ἀπηλλάχθαι προσεποιήθη, πέρδικα δὲ τιθασὸν εἰς βαθὺ φρέαρ κατασοβήσασα ἐδεῖτο τοῦ Ἀνθέως ὅπως κατελθὼν ἀνέλοιτο αὐτόν. τοῦ δὲ ἑτοίμως ὑπακούσαντος διὰ τὸ μηδὲν ὑφορᾶσθαι, ἡ Κλεόβοια ἐπισείει στιβαρὸν αὐτῷ πέτρον· καὶ ὁ μὲν παραχρῆμα ἐτεθνήκει, ἡ δὲ ἄρα ἐννοηθεῖσα ὡς δεινὸν ἔργον δεδράκοι, καὶ ἄλλως δὲ καομένη σφοδρῷ ἔργον τοῦ παιδός, ἀναρτᾷ ἑαυτήν.

过了一段时间,她假装已经摆脱了这股恋情,将一只驯养的鹧鸪赶入深井中,央求安透斯下去把它抓上来。安透斯因毫无防备而欣然应允,克勒俄玻亚便朝他砸下一块巨石;少年当场毙命,而她旋即省悟自己犯下了何等骇人听闻的罪行,加之对那少年焦灼强烈的爱恋煎熬,遂悬梁自尽。

§14.3

Φοβίος μέντοι διὰ ταύτην τὴν αἰτίαν ὡς ἐναγὴς παρεχώρησε Φρυγίῳ τῆς ἀρχῆς. Ἔφασαν δέ τινες οὐ πέρδικα, σκεῦος δὲ χρυσοῦν εἰς τὸ φρέαρ βεβλῆσθαι, ὡς καὶ Ἀλέξανδρος ὁ Αἰτωλὸς μέμνηται ἐν τοῖσδε· "παῖς Ἱπποκλῆος Φοβίος Νειληιάδαο ἔσται ἰθαιγενέων γνήσιος ἐκ πατέρων· τῷ δ’ ἄλοχος μνηστὴ δόμον ἵξεται, ἧς ἔτι νύμφης ἠλάκατ’ ἐν θαλάμοις καλὸν ἑλισσομένης1 Ἀσσησοῦ βασιλῆος ἐλεύσεται ἔκγονος Ἀνθεύς, ὅρκἰ ὁμηρείης πίστ’ ἐπιβωσάμενος, πρωθήβης, ἔαρος θαλερώτερος ʽοὐδὲ Μελίσσῳ Πειρήνης τοιόνδ’ ἀλφεσίβοιον ὕδωρ θηλήσει μέγαν υἱόν, ἀφ’ οὗ μέγα χάρμα Κορίνθῳ ἔσται καὶ βριαροῖς ἄλγεα Βακχιάδαις’, Ἀνθεὺς Ἑρμείῃ ταχινῷ φίλος, ᾧ ἔπι νύμφη μαινὰς ἄφαρ σχήσει τὸν λιθόλευστον ἔρων· καί ἑ καθαψαμένη γούνων ἀθέμιστα τελέσσαι πείσει·2 ὁ δὲ Ζῆνα Ξείνιον αἰδόμενος σπονδάς τ’ ἐν Φοβίου καὶ ἅλα ξυνεῶνα θαλείης κρήναις καὶ ποταμοῖς νίψετ’ ἀεικὲς ἔπος· ἡ δ’ ὅταν ἀρνῆται μελεὸν γάμον ἀγλαὸς Ἀνθεύς, δὴ τότε οἱ τεύξει μητιόεντα δόλον, μύθοις ἐξαπαφοῦσα· λόγος δέ οἱ ἔσσεται οὗτος· γαυλός μοι χρύσεος· φρείατος ἐκ μυχάτου νῦν ὅ γ’ ἀνελκόμενος διὰ μὲν κακὸν ἤρικεν οὖσον, αὐτὸς δ’ ἐς Νύμφας ᾤχετ’ ἐφυδριάδας· πρὸς σὲ θεῶν,3 ἀλλ’ εἴ μοι, ἐπεὶ καὶ πᾶσιν ἀκούω ῥηιδίην οἶμον τοῦδ’ ἔμεναι στομίου, ἰθύσας ἀνέλοιο, τότ’ ἂν μέγα φίλτατος εἴης. ὧδε μὲν ἡ Φοβίου Νειλιάδαο δάμαρ φθέγξεθ̓· ὁ δ’ οὐ φρασθεὶς ἀπὸ μὲν Λελεγήιον εἷμα μητρὸς ἑῆς ἔργον θήσεται Ἑλλαμενῆς· αὐτὸς δὲ σπεύδων κοῖλον καταβήσεται ἄγκος φρείατος· ἡ δ’ ἐπί οἱ λιρὰ νοεῦσα γυνὴ ἀμφοτέραις χείρεσσι μυλακρίδα λᾶαν ἐνήσει· καὶ τόθ’ ὁ μὲν ξείνων πολλὸν ἀποτμότατος ἠρίον ὀγκώσει τὸ μεμορμένον,4 ἡ δ’ ὑπὸ δειρὴν ἁψαμένη σὺν τῷ βήσεται εἰς Ἀΐδην."

佛比俄斯因此事自认沾染了不洁之罪,便将统治权让给了弗律癸俄斯。不过也有人说投入井中的不是鹧鸪,而是一只金器,正如埃托利亚的亚历山大在下述诗句中所提及的那样: “希波克勒斯之子、涅琉斯后裔佛比俄斯, 将由本土先祖纯正所出; 迎娶的娇妻将归其宅邸,而正当那新娘 尚在深闺中摇转精美纺锤之际, 阿塞索斯之王的苗裔安透斯将翩然而至, 呼求质子之信约, 初入青春,比春光更显蓬勃—— 佩瑞涅滋养耕牛之水,亦未曾为墨利斯索斯 哺育出如此伟岸的儿子,那人日后将给科林斯带来莫大欣喜, 给强横的巴克基斯人带来无尽痛创—— 安透斯蒙敏捷的赫耳墨斯所垂爱,而新娘对他 顿时陷入疯癫,萌生当受乱石击毙之孽恋; 她紧抱他的双膝,力图劝他行非理之苟合; 但他敬畏好客之神宙斯、 佛比俄斯府中的奠祭以及共席之食盐, 在泉水与江河中洗涤那污秽之词; 而当俊美的安透斯拒绝这荒唐的私通, 彼时她便将为他布下机巧的罗网, 以言辞加以诱骗;她的话语将是这般: ‘我有一只金吊桶;方才正从井底 被提将上来时,挣断了朽烂的绳索, 跌落到了水泽仙女身边; 凭诸神之名,我恳求你,既然听说对众人而言 从此井口下去乃是一条坦途, 若你能径直下去为我取回,你便将是我至亲至爱之人。’ 涅琉斯后裔佛比俄斯之妻将如是说道; 而他毫无戒备,脱下了勒勒吉亚式斗篷, 那是其母赫拉墨涅亲手缝制的织物; 他急匆匆下到深井那 中空的深穴;然而心怀歹毒的妇人, 双手砸下一块磨盘巨石; 彼时,在异乡过客中最为命舛的他, 将填满命中注定的坟茔;而妇人将绳圈系于颈项, 与他一同奔赴冥府。”

语法注4 条
  1. 14.3ἧς ἔτι νύμφης ἠλάκατ’ ἐν θαλάμοις καλὸν ἑλισσομένης

    属格独立结构,回指前文迎娶的妻子(ἄλοχος μνηστή),交代时间背景,即新娘尚在新房中摇转纺锤的初婚时期。

  2. 14.3καί ἑ καθαψαμένη γούνων ἀθέμιστα τελέσσαι πείσει

    πείσει 为将来时直陈式,但在此处带有尝试体(conative)色彩,意为“力图说服/催促”,因为后文表明安透斯断然拒绝了她的要求。

  3. 14.3πρὸς σὲ θεῶν

    省略了恳求动词(如 ἱκετεύω)的惯用祈求程式,意为“凭诸神之名我恳求你”。介词 πρός 与属格 θεῶν 之间嵌入了宾格人称代名词 σέ,构成了典型的远隔交错语序(hyperbaton)。

  4. 14.3ἠρίον ὀγκώσει τὸ μεμορμένον

    结合 ἠρίον(墓冢)与 ὀγκόω(堆高、填满)的诗意表达,意为“填塞/堆筑其命中注定的坟茔”,隐喻他在井底被巨石砸死并以此为墓穴。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0655.tlg001.humanitext-grc2:14.1-14.3