← 尼西亚的帕尔塞尼乌斯

爱情故事集

§11.1-11.2

考诺斯与比布利斯的悲剧恋情

记述了考诺斯与比布利斯兄妹间的悲剧性乱伦恋情,引述诗歌并列展示了尼凯内托斯的异传(考诺斯钟情妹妹并逃亡建城)与多数人的传说(比布利斯苦恋自缢且眼泪化作清泉)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1

περὶ δὲ Καύνου καὶ Βυβλίδος, τῶν Μιλήτου παίδων, διαφόρως ἱστορεῖται. Νικαίνετος μὲν γάρ φησι τὸν Καῦνον ἐρασθέντα τῆς ἀδελφῆς, ὡς οὐκ ἔληγε τοῦ πάθους, ἀπολιπεῖν τὴν οἰκίαν καὶ ὁδεύσαντα πόρρω τῆς οἰκείας χώρας πόλιν τε κτίσαι καὶ τοὺς ἀπεσκεδασμένους τότε Ἴωνας ἐνοικίσαι· λέγει δὲ ἔπεσι τοῖσδε· "αὐτὰρ ὅ γε προτέρωσε κιὼν Οἰκούσιον ἄστυ κτίσσατο,1 Τραγασίῃ δὲ Κελαινοῦς εἴχετο παιδί, ἥ οἱ Καῦνον ἔτικτεν ἀεὶ φιλέοντα θέμιστας· γείνατο δὲ ῥαδαλῇς ἐναλίγκιον ἀρκεύθοισι Βυβλίδα, τῆς ἤτοι ἀέκων ἠράσσατο Καῦνος. βῆ δεφερένδιος φεύγων ὀφιώδεα Κύπρον καὶ Κάπρος ὑλιγενὲς καὶ Κάρια ἱρὰ λοετρά· ἔνθ’ ἤτοι πτολίεθρον ἐδείματο πρῶτος Ἰώνων. αὐτὴ δὲ γνωτή, ὀλολυγόνος οἶτον ἔχουσα, Βυβλὶς ἀποπρὸ πυλῶν Καύνου ὠδύρατο νόστον." 

关于米利都的儿女考诺斯与比布利斯,有着不同的记载。尼凯内托斯说,考诺斯爱上了自己的妹妹,因无法平息这种情欲,便抛弃了家园,远行至远离故土之地建立了一座城邦,并将当时离散的爱奥尼亚人安置其中。他在诗句中这样说道: “然而他前行而去,建立了奥库西翁城, 娶了凯莱诺之女特拉伽西娅, 她为他生下考诺斯,一个时刻敬奉正法的人, 又生下比布利斯,宛如苗条柔韧的刺柏, 考诺斯违背己愿,竟爱上了她。 他……逃离了多蛇的塞浦路斯, 逃离了山林所生的卡普罗斯与卡里亚的圣泉; 他在那里确实筑起了一座城邑,为爱奥尼亚人之先。 而同胞妹妹比布利斯,怀着夜鸟般的悲凄命运, 在城门遥远处哀泣,盼望着考诺斯的归来。”

§11.2

οἱ δὲ πλείους τὴν Βυβλίδα φασὶν ἐρασθεῖσαν τοῦ Καύνου λόγους αὐτῷ προσφέρειν καὶ δεῖσθαι μὴ περιιδεῖν αὐτὴν εἰς πᾶν κακοῦ προελθοῦσαν·2 ἀποστυγήσαντα δὲ οὕτως τὸν Καῦνον περαιωθῆναι εἰς τὴν τότε ὑπὸ Λελέγων κατεχομένην γῆν, ἔνθα κρήνη Ἐχενηίς, πόλιν τε κτίσαι τὴν ἀπ’ αὐτοῦ κληθεῖσαν Καῦνον· τὴν δὲ ἄρα ὑπὸ τοῦ πάθους μὴ ἀνιεμένην, πρὸς δὲ καὶ δοκοῦσαν αἰτίαν γεγονέναι Καύνῳ τῆς ἀπαλλαγῆς, ἀναψαμένην ἀπό τινος δρυὸς τὴν μίτραν ἐνθεῖναι τὸν τράχηλον. λέγεται δὲ καὶ παρ’ ἡμῖν οὕτως· ἡ δ’ ὅτε δὴ ὀλοοῖο κασιγνήτου νόον ἔγνω, κλαῖεν ἀηδονίδων θαμινώτερον, αἵτ’ ἐνὶ βήσσῃς Σιθονίῳ κούρῳ πέρι3 μυρίον αἰάζουσιν· καί ῥα κατὰ στυφελοῖο σαρωνίδος αὐτίκα μίτρην ἁψαμένη, δειρὴν ἐνεθήκατο, ταὶ δ’ ἐπ’ ἐκείνῃ βεύδεα παρθενικαὶ Μιλησίδες ἐρρήξαντο. φασὶ δέ τινες καὶ ἀπὸ τῶν δακρύων κρήνην ῥυῆναι ἰδίᾳ τὴν καλουμένην Βυβλίδα.

然而多数人说,是比布利斯爱上了考诺斯,向他陈说心曲,央求他不要对已坠入痛苦深渊的自己置之不顾。考诺斯对此深恶痛绝,便渡海来到当时由勒勒吉斯人占据的土地,那里有埃切内伊斯泉,并在此建立了以自己名字命名的考诺斯城。而她终未从情网中解脱,又自觉是考诺斯出逃的祸端,便将腰带系在一株橡树上自缢而死。我们这里也这样传述: “当她得知残忍兄长的心意时, 她痛哭流涕,比山谷中因西托尼亚男童 而无尽哀鸣的夜莺还要频繁; 她随即将腰带系于粗砺的古橡树上, 套入脖颈,为了哀悼她, 米利都的少女们撕裂了罗裳。” 亦有人说,由于她的眼泪,当地涌流出一眼被称作比布利斯的清泉。

语法注3 条
  1. 11.1αὐτὰρ ὅ γε προτέρωσε κιὼν Οἰκούσιον ἄστυ κτίσσατο

    代词 ὅ γε 的指代判定。在上下文中指代考诺斯之父米利都。因紧随其后的诗句叙述其与特拉伽西娅结合并生下考诺斯与比布利斯,故此处远行并建立奥库西翁城的主语并非考诺斯本人,而是其父米利都。

  2. 11.2εἰς πᾶν κακοῦ προελθοῦσαν

    中性属格 κακοῦ 作修饰 πᾶν 的部分属格,意为“达到恶运(痛苦)的极致”。整个介词短语修饰作表语性分词的 προελθοῦσαν(修饰 αὐτήν)。

  3. 11.2Σιθονίῳ κούρῳ πέρι

    后置介词 πέρι(即 περί)支配与格 Σιθονίῳ κούρῳ,意为“为了/围绕着西托尼亚(色雷斯)的男童”(即被夜莺哀悼的伊梯斯)。在史诗和挽歌中,περί 接与格可表示哀悼的对象或原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0655.tlg001.humanitext-grc2:11.1-11.2