- 底本
- Aratus Solensis. Callimachus and Lycophron; Aratus. Mair, Gilbert Robinson, editor. London: William Heinemann; New York: G.P. Putnam's Sons, 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0653.tlg001.humanitext-grc2:925-1000
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节详述了依流星尾迹、四方闪电、羊毛状云、彩虹以及水禽、蛙类、牛虫、灯火等动植物与器物征候预测风雨的方法,随后阐明了山麓低云及“食槽”星团放晴等好天恢复的征兆。
ἔνθεν ἐπερχομένοιο περισκοπέειν ἀνέμοιο.
当警戒自那一方逼近的风暴。
καὶ διὰ νύκτα μέλαιναν ὅτʼ ἀστέρες ἀΐσσωσιν
当群星在黑夜中频频疾驰,
ταρφέα, τοὶ δʼ ὄπιθεν ῥυμοὶ ὑπολευκαίνωνται,δειδέχθαι1 κείνοις αὐτὴν ὁδὸν ἐρχομένοιο
其后的尾迹泛出白光之时,
πνεύματος· ἢν δὲ καὶ ἄλλοι ἐναντίοι ἀΐσσωσιν,
当料想疾风正沿着同一路径吹来。若另有流星自相反方向划过,
ἄλλοι δʼ ἐξ ἄλλων μερέων, τότε δὴ πεφύλαξο
又有自其他方位驰骋者,
παντοίων ἀνέμων, οἵ τʼ ἄκριτοί εἰσι μάλιστα,
届时便当戒备八方之风;盖此等风势最为变幻莫测,
ἄκριτα δὲ πνείουσιν ἐπʼ ἀνδράσι τεκμήρασθαι.2
吹拂无常,令人难以逆料。
αὐτὰρ ὅτʼ ἐξ εὔροιο καὶ ἐκ νότου ἀστράπτῃσιν,
然而当电光自东风与南风之方闪耀,
ἄλλοτε δʼ ἐκ ζεφύροιο, καὶ ἄλλοτε πὰρ βορέαο,
转瞬又自西风、或自北风之侧激射之时,
δὴ τότε τις πελάγει ἔνι δείδιε ναυτίλος ἀνήρ,
航行于广海的舟子便当真畏惧,恐其一侧被巨浪所困,
μή μιν τῇ μὲν ἔχῃ πέλαγος τῇ δʼ ἐκ Διὸς ὕδωρ·3
另一侧又遭宙斯之骤雨吞噬;
ὕδατι γὰρ τοσσαίδε περὶ στεροπαὶ φορέονται.
盖如此密集的闪电交织,正是降雨之兆。
πολλάκι δʼ ἐρχομένων ὑετῶν νέφεα προπάροιθεν
雨水将临之前,
οἷα μάλιστα πόκοισιν ἐοικότα ἰνδάλλονται,
云层常化作酷似羊毛之态而显现;
ἢ διδύμη ἔζωσε διὰ μέγαν οὐρανὸν ἶρις,
或双重彩虹如带环绕浩瀚长空;
ἢ καί πού τις ἅλωα μελαινομένην ἔχει ἀστήρ.
或某颗星宿周围笼罩着昏黑的晕轮。
πολλάκι λιμναῖαι ἢ εἰνάλιαι ὄρνιθεςἄπληστον κλύζονται ἐνιέμεναι ὑδάτεσσιν,ἢ λίμνην πέρι δηθὰ χελιδόνες ἀΐσσονται
湖畔或海滨之飞禽常贪得无厌地没入水中洗濯,或燕子长久环绕湖泊疾飞,以腹部拍击泛起涟漪的水面;
γαστέρι τύπτουσαι αὕτως εἰλυμένον ὕδωρ,
或水蛇之粮、
ἢ μᾶλλον δειλαὶ γενεαί, ὕδροισιν ὄνειαρ,αὐτόθεν ἐξ ὕδατος πατέρες βοόωσι γυρίνων,ἢ τρύζει ὀρθρινὸν ἐρημαίη ὀλολυγών,
更可怜的族类——蝌蚪之父辈(青蛙),直自水中发出鼓噪;或独居的雨蛙于破晓时分低吟;
ἤ που καὶ λακέρυζα παρʼ ἠϊόνι προὐχούσῃ
又或聒噪的渡鸦在暴风雨来临之际,
χείματος ἐρχομένου χέρσῳ ὑπέτυψε κορώνη,
于突出的岸边以喙啄击旱地,
ἤ που καὶ ποταμοῖο ἐβάψατο μέχρι παρʼ ἄκρους
或自头部直至双肩浸入河水,
ὤμους ἐκ κεφαλῆς, ἢ καὶ μάλα πᾶσα κολυμβᾷ,
抑或周身全然潜入,
ἢ πολλὴ στρέφεται παρʼ ὕδωρ παχέα κρώζουσα.
又或在水畔频频盘旋,发出粗哑的啼叫。
καὶ βόες ἤδη τοι πάρος ὕδατος ἐνδίοιοοὐρανὸν εἰσανιδόντες ἀπʼ αἰθέρος ὠσφρήσαντο·
牛群亦在日间骤雨降临前仰首望天,自高空嗅得雨之气息;
καὶ κοίλης μύρμηκες ὀχῆς ἐξ ὤεα πάντα
蚂蚁自深凹的穴中急急搬出所有卵;
θᾶσσον ἀνηνέγκαντο· καὶ ἀθρόοι ὦφθεν ἴουλοι
百足千足之虫成群现身爬上墙垣,
τείχη ἀνέρποντες, καὶ πλαζόμενοι σκώληκες
而那被称为“黑土之肠”
κεῖνοι, τοὺς καλέουσι μελαίνης ἔντερα γαίης.4
的蜿蜒蚯蚓亦四处游荡。
καὶ τιθαὶ ὄρνιθες, ταὶ ἀλέκτορος ἐξεγένοντο,
雄鸡所育的家禽母鸡仔细清理羽毛,
εὖ ἐφθειρίσσαντο καὶ ἔκρωξαν μάλα φωνῇ,
发出极大的咯咯声,
οἷόν τε σταλάον ψοφέει ἐπὶ ὕδατι ὕδωρ.
宛如雨滴击打水面之声响。
δή ποτε καὶ γενεαὶ κοράκων καὶ φῦλα κολοιῶνὕδατος ἐρχομένοιο Διὸς πάρα σῆμʼ ἐγένοντο,
乌鸦的族类与寒鸦的群落亦成了宙斯降下雨水的征兆,
φαινόμενοι ἀγεληδὰ καὶ ἱρήκεσσιν ὁμοῖονφθεγξάμενοι. καί που κόρακες δίους σταλαγμοὺς
它们成群显现,鸣声宛如鹰隼;而乌鸦亦在鸣声中摹仿随雨而至的天降水滴;
φωνῇ ἐμιμήσαντο σὺν ὕδατος ἐρχομένοιο·ἤ ποτε καὶ κρώξαντε βαρείῃ δισσάκι φωνῇμακρὸν ἐπιρροιζεῦσι τιναξάμενοι πτερὰ πυκνά·
抑或以深沉之音连啼两声,扑打密集的双翼发出悠长的呼啸;
καὶ νῆσσαι οἰκουροὶ ὑπωρόφιοί τε κολοιοὶἐρχόμενοι κατὰ γεῖσα τινάσσονται πτερύγεσσιν,
家鸭与檐下的寒鸦亦飞至屋檐扑打翅膀,
ἢ ἐπὶ κῦμα διώκει ἐρωδιὸς ὀξὺ λεληκώς.
或苍鹭在波浪之上发出尖声厉啼穿梭疾飞。
τῶν τοι μηδὲν ἀπόβλητον πεφυλαγμένῳ ὕδωρ
凡此种种,对于防备雨水之人而言,绝不可视为无足轻重:
γινέσθω·5 μηδʼ εἴ κεν ἐπὶ πλέον ἠὲ πάροιθενδάκνωσιν μυῖαι καὶ ἐφʼ αἵματος ἱμείρωνται,ἢ λύχνοιο μύκητες ἀγείρωνται περὶ μύξαννύκτα κατὰ σκοτίην· μηδʼ ἢν ὑπὸ χείματος ὥρην
蝇类若较以往更为凶狠地叮咬嗜血,或暗夜之中灯芯周遭结出菌状灯花;
λύχνων ἄλλοτε μέν τε φάος κατὰ κόσμον ὀρώρῃ,ἄλλοτε δʼ ἀΐσσωσιν ἄπο φλόγες ἠΰτε κοῦφαιπομφόλυγες, μηδʼ εἴ κεν ἐπʼ αὐτόφι μαρμαίρωσιν
若在严冬时节,灯火忽而明亮规整,忽而如轻浮的泡沫般火星四射;或灯焰四周光芒闪烁;又或虽在盛夏,岛屿的海鸟仍络绎不绝地飞过;
ἀκτῖνες, μηδʼ ἢν θέρεος μέγα πεπταμένοιονησαῖοι ὄρνιθες ἐπασσύτεροι φορέωνται.μηδὲ σύ γʼ ἢ χύτρης ἠὲ τρίποδος πυριβήτεω,σπινθῆρες ὅτʼ ἔωσι πέρι πλέονες, λελαθέσθαι·
亦切勿遗忘火上的陶罐或三脚铜釜,当其周遭火星密集飞溅之时;
μηδὲ κατὰ σποδιὴν ὁπότʼ ἄνθρακος αἰθομένοιο
又或在燃煤的灰烬之中,
λάμπηται πέρι σήματʼ ἐοικότα κεγχρείοισιν,
闪现出形如粟粒的斑纹;在防备雨水之际,
ἀλλʼ ἐπὶ καὶ τὰ δόκευε περισκοπέων ὑετοῖο.
亦当细审此等征兆。
εἴ γε μὲν ἠερόεσσα παρὲξ ὄρεος μεγάλοιο
若有云气如烟雾般绵延于崇山之麓,
πυθμένα τείνηται νεφέλη, ἄκραι δὲ κολῶναι
而险峻的峰峦却澄明尽显,
φαίνωνται καθαραί, μάλα κεν τόθʼ ὑπεύδιος εἴης.
届时你定能安享晴好。
εὔδιός κʼ εἴης καὶ ὅτε πλατέος παρὰ πόντου
当低矮的云层横卧于广袤的海面之上,
φαίνηται χθαμαλὴ νεφέλη, μηδʼ ὑψόθι κύρῃ,
既不高升,反而如平坦的磐石般贴伏于水畔,
ἀλλʼ αὐτοῦ πλαταμῶνι παραθλίβηται ὁμοίη.
你亦将逢晴朗之日。
σκέπτεο δʼ εὔδιος μὲν ἐὼν ἐπὶ χείματι μᾶλλον,
身处晴好时,当更多戒备风暴;
ἐς δὲ γαληναίην χειμωνόθεν. εὖ δὲ μάλα χρὴ
处于风暴中,则当守望平静。
ἐς Φάτνην ὁράᾳν, τὴν Καρκίνος ἀμφιελίσσει,
务当仔细审视巨蟹座所环绕的“食槽”,
πρῶτα καθαιρομένην πάσης ὑπένερθεν ὁμίχλης·
见其率先自下层扫除一切迷雾;
κείνη γὰρ φθίνοντι καθαίρεται ἐν χειμῶνι.
盖它在暴风雨平息之际最先转为澄澈。
καὶ φλόγες ἡσύχιαι λύχνων καὶ νυκτερίη γλαὺξ
灯火平静的火苗,
ἥσυχον ἀείδουσα μαραινομένου χειμῶνος
以及夜鸮在风暴衰竭之时发出的柔和啼鸣,
- 928δειδέχθαι
完成时不定式在此用作命令句(命令性不定式),在句法功能上与后文的命令式(如 πεφύλαξο)相平行。
- 932ἄκριτα δὲ πνείουσιν ἐπʼ ἀνδράσι τεκμήρασθαι
ἐπʼ ἀνδράσι 表示与格所关涉的对象(“对人而言”),不定式 τεκμήρασθαι 作说明性/限制性修饰(“就人判断而言是无常的”)。
- 936μή μιν τῇ μὲν ἔχῃ πέλαγος τῇ δʼ ἐκ Διὸς ὕδωρ
由表示畏惧的动词 δείδιε 所引出的惧怕从句(μή 引导,“唯恐……”)。句中 τῇ μέν... τῇ δέ 作副词性对应(“一方面……另一方面……”),统领并列的主语与虚拟式动词 ἔχῃ。
- 959κεῖνοι, τοὺς καλέουσι μελαίνης ἔντερα γαίης
指示代词 κεῖνοι 复指前述的 σκώληκες,并由关系从句修饰。μελαίνης ἔντερα γαίης(“黑土之肠”)是对蚯蚓的诗意隐喻(kenning),作为称谓动词 καλέουσι 的双重宾格补足语。
- 973τῶν τοι μηδὲν ἀπόβλητον πεφυλαγμένῳ ὕδωρ γινέσθω
πεφυλαγμένῳ 为完成时中动态与格分词,带宾格 ὕδωρ 作为宾语,表示关涉/评判的与格(“对防备雨水者而言”)。ἀπόβλητον 作表语形容词(“可废弃/忽视的”)。
