- 底本
- Aratus Solensis. Callimachus and Lycophron; Aratus. Mair, Gilbert Robinson, editor. London: William Heinemann; New York: G.P. Putnam's Sons, 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0653.tlg001.humanitext-grc2:1001-1075
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节描述了飞禽与星象昭示晴好的征兆,继而详述鸟兽、昆虫、炉火与灰烬所预示的骤雨严寒,并由栎树、乳香树与海葱的结实开花推测冬日严酷程度及三期耕作的丰歉。
γινέσθω τοι σῆμα,1 καὶ ἥσυχα ποικίλλουσα
亦当成为你的征兆;当乌鸦在傍晚时分柔和地变换声调、发出多样的啼鸣时亦然;
ὥρῃ ἐν ἑσπερίῃ κρώξῃ πολύφωνα κορώνη·καὶ κόρακες μοῦνοι μὲν ἐρημαῖοι βοοῶντεςδισσάκις, αὐτὰρ ἔπειτα μετʼ ἀθρόα κεκλήγοντες·
当渡鸦孤单单地鸣叫两声,随后群聚喧噪之时;
πλειότεροι δʼ ἀγεληδόν, ἐπὴν κοίτοιο μέδωνται,
又或数量更多的渡鸦结队成群、心念归宿之时,
φωνῆς ἔμπλειοι· χαίρειν κέ τις οἰίσσαιτο,
声气充盈;人们定会以为它们正欣喜若狂,
οἷα τὰ μὲν βοόωσι λιγαινομένοισιν ὁμοῖα,
因其发出的啼鸣宛如高声呼喊者,
πολλὰ δὲ δενδρείοιο περὶ φλόον, ἄλλοτʼ ἐπʼ αὐτοῦ,
在树皮周遭乃至枝干上频频拍翅,
ἧχί τε κείουσιν καὶ ὑπότροποι ἀπτερύονται.2
就在它们栖息之地翻转着收拢双翼。
καὶ δʼ ἄν που γέρανοι μαλακῆς προπάροιθε γαλήνης
在柔和的宁静到来之前,
ἀσφαλέως τανύσαιεν ἕνα δρόμον ἤλιθα πᾶσαι,
鹤群定会全体平稳地沿着同一条航道笔直向前,
οὐδὲ παλιρρόθιοί κεν ὑπεύδιοι φορέοιντο.
在晴好的天气下绝不会如海浪般纷乱地折返。
ἦμος δʼ ἀστερόθεν καθαρὸν φάος ἀμβλύνηται,3
然而,当群星发出的明澈光芒变得黯淡,
οὐδέ ποθεν νεφέλαι πεπιεσμέναι ἀντιόωσιν,
四面既无浓云逼近,
οὐδέ ποθεν ζόφος ἄλλος ὑποτρέχῃ οὐδὲ σελήνη,
亦无其他昏暗或明月自任何一方潜行而至,
ἀλλὰ τά γʼ ἐξαπίνης αὕτως ἀμενηνὰ φέρωνται,
群星却骤然这般虚弱无力地运转,
μηκέτι τοι τόδε σῆμα γαληναίης ἐπικείσθω,
届时你切莫再将此视作风平浪静的征兆,
ἀλλʼ ἐπὶ χεῖμα δόκευε· καὶ ὁππότε ταὶ μὲν ἔωσιν
而当守候暴风雨;每当一部分云层停滞在同一位置,
αὐτῇ ἐνὶ χώρῃ νεφέλαι, ταὶ δʼ ἄλλαι ὑπʼ αὐταῖς
而其下方的其他云层交替穿梭、
ταὶ μὲν ἀμειβόμεναι, ταὶ δʼ ἐξόπιθεν φορέωνται.
后方的云朵相继飘移时,亦当如此戒备。
καὶ χῆνες κλαγγηδὸν ἐπειγόμεναι βρωμοῖο
大雁喧鸣着急于觅食是暴风雨的显著征兆;
χειμῶνος μέγα σῆμα, καὶ ἐννεάγηρα κορώνη
长寿九代的乌鸦在夜间啼叫,
νύκτερον ἀείδουσα, καὶ ὀψὲ βοῶντε κολοιοί,
寒鸦在深夜嘶鸣,
καὶ σπίνος ἠῶα σπίζων, καὶ ὄρνεα πάντα
苍头燕雀于破晓时分鸣啭,
ἐκ πελάγους φεύγοντα, καὶ ὀρχίλος ἢ καὶ ἐριθεὺς
所有飞鸟逃离汪洋,
δύνων ἐς κοίλας ὀχεάς, καὶ φῦλα κολοιῶν
鹪鹩或知更鸟潜入空洞的石隙,
ἐκ νομοῦ ἐρχόμενα τραφεροῦ ἐπὶ ὄψιον αὖλιν.
寒鸦群自旱地的草场迟迟归巢,皆属此类。
οὐδʼ ἂν ἐπιξουθαὶ μεγάλου χειμῶνος ἰόντος
大风暴将临之际,
πρόσσω ποιήσαιντο νομὸν κηροῖο μέλισσαι,ἀλλʼ αὐτοῦ μέλιτός τε καὶ ἔργων εἱλίσσονται·
灵动的蜜蜂绝不会远涉去寻觅筑蜡的采场,而只在蜜汁与劳作之所周遭回旋;
οὐδʼ ὑψοῦ γεράνων μακραὶ στίχες αὐτὰ κέλευθα
高空中长长的鹤群亦不再沿着同一航线延伸,
τείνονται, στροφάδες δὲ παλιμπετὲς ἀπονέονται.
而是回旋着折返飞翔。
μηδʼ, ὅτε νηνεμίῃ κεν ἀράχνια λεπτὰ φέρηται,
当无风之时纤细的蛛丝飘散,
καὶ φλόγες αἰθύσσωσι μαραινόμεναι λύχνοιο,
灯火衰微的火苗闪烁不定,
ἢ πῦρ αὔηται σπουδῇ καὶ ὑπεύδια λύχνα,
抑或炉火与晴好时的灯火难以点燃之时,
πιστεύειν χειμῶνι.4 τί τοι λέγω ὅσσα πέλονται
切勿信赖冬季。人世间存在的征兆何其繁多,
σήματʼ ἐπʼ ἀνθρώπους; δὴ γὰρ καὶ ἀεικέϊ τέφρῃ
我岂能为你一一尽述? 盖自炉中凝聚成块的粗陋灰烬,
αὐτοῦ πηγνυμένῃ νιφετοῦ ἐπιτεκμήραιο,
你便可推知降雪;
καὶ λύχνῳ χιόνος, κέγχροις ὅτʼ ἐοικότα πάντη
自灯火周围、在明亮的灯芯旁布满形如粟粒的斑纹,
κύκλῳ σήματʼ ἔχει πυριλαμπέος ἐγγύθι μύξης,
你亦可预知落雪;
ἄνθρακι δὲ ζώοντι χαλάζης, ὁππότε λαμπρὸς
当活炭本身看似明亮,但在内里炽烈的火光中、
αὐτὸς ἐείδηται, μέσσῳ δέ οἱ ἠΰτε λεπτὴ
炭火中心却显现出如薄云般的阴影时,
φαίνηται νεφέλη, πυρὸς ἔνδοθεν αἰθομένοιο.
你便可自活炭推知雹灾。
πρῖνοι δʼ αὖ καρποῖο καταχθέες οὐδὲ μέλαιναι
而结满果实的栎树,以及黑色的乳香树,
σχῖνοι ἀπείρητοι· πάντη δέ τε πολλὸς ἀλωεὺς
亦绝非缺乏征兆;各处的农夫无不时刻张望顾盼,
αἰεὶ παπταίνει, μή οἱ θέρος ἐκ χερὸς ἔρρῃ.
恐其收成自手中溜走。
πρῖνοι μὲν θαμινῆς ἀκύλου κατὰ μέτρον ἔχουσαι
栎树若适度结出密集的橡实,
χειμῶνός κε λέγοιεν ἐπὶ πλέον ἰσχύσοντος.
则预示着将有一场更为猛烈的严冬。
μὴ μὲν ἄδην ἔκπαγλα περιβρίθοιεν ἁπάντη,5
但愿它们不要在各处过分沉重地压弯枝头,
τηλοτέρω δʼ αὐχμοῖο συνασταχύοιεν ἄρουραι.
但愿田畴能远离干旱而结出丰硕的麦穗。
τριπλόα δὲ σχῖνος κυέει, τρισσαὶ δέ οἱ αὖξαι
乳香树一年孕育三次,
γίνονται καρποῖο, φέρει δέ τε σήμαθʼ ἑκάστη
其果实经历三度生长期,
ἑξείης ἀρότῳ. καὶ γάρ τʼ ἀροτήσιον ὥρην
每一期皆依次为耕作带来兆头。盖耕作的季节本就分为三期:
τριπλόα μείρονται, μέσσην καὶ ἐπʼ ἀμφότερʼ ἄκρα·
中间一期与前后两极;
πρῶτος μὲν πρώτην ἄροσιν, μέσσος δέ τε μέσσην
最初的果实预示最初的播耕,中期的果实预示中期的播耕,
καρπὸς ἀπαγγέλλει, πυμάτην γε μὲν ἔσχατος ἄλλων.
而最后的果实则预示最晚的耕作。
ὅντινα γὰρ κάλλιστα λοχαίη σχῖνος ἄρηται,6
盖茂密的乳香树在哪个时期结实最为丰美,
κείνῳ γʼ ἐξ ἄλλων ἄροσις πολυλήϊος εἴη,
该时期的耕作便将比其他各期获得更为丰饶的庄稼;
τῷ δέ γʼ ἀφαυροτάτῳ ὀλίγη, μέσσῳ δέ τε μέσση.
最微弱的一期收成微薄,中等的一期则收成适中。
αὕτως δʼ ἀνθέρικος τριχθὰ σκίλλης ὑπερανθεῖ
海葱的花茎亦同样三度盛开,
σήματʼ ἐπιφράσσασθαι ὁμοιίου ἀμητοῖο.
用以辨识相称的收成征兆。
ὅσσα δʼ ἐνὶ σχίνου ἀροτὴρ ἐφράσσατο καρπῷ,
农夫在乳香树果实中所观察到的一切,
τόσσα δὲ καὶ σκίλλης τεκμαίρεται ἄνθεϊ λευκῷ.
亦皆可自海葱的白花中加以推测。
αὐτὰρ ὅτε σφῆκες μετοπωρινὸν ἤλιθα πολλοὶ
然而,当秋季的大群黄蜂在各处重重叠叠、
πάντη βεβρίθωσι, καὶ ἑσπερίων προπάροιθεν
密密匝匝之时,早在傍晚的昴星团之前,
πληϊάδων εἴποι τις ἐπερχόμενον χειμῶνα,
目睹黄蜂即刻卷入何等旋转的风暴,
οἷος ἐπὶ σφήκεσσιν ἑλίσσεται αὐτίκα δῖνος.
人们便可断言寒冬即将到来。
θήλειαι δὲ σύες, θήλεια δὲ μῆλα καὶ αἶγες
母猪、母羊与母山羊若反复交配,
ὁππότʼ ἀναστρωφῶσιν ὀχῆς, τὰ δέ γʼ ἄρσενα πάνταδεξάμεναι πάλιν αὖτις ἀναβλήδην ὀχέωνται,
在接纳了所有公畜之后又再度接连交配,
αὕτως κε σφήκεσσι μέγαν χειμῶνα λέγοιεν.
它们亦如黄蜂一般预示着严寒风暴。
ὀψὲ δὲ μισγομένων αἰγῶν μήλων τε συῶν τε
当山羊、绵羊与生猪交配甚晚时,
χαίρει ἄνολβος ἀνήρ, ὅ οἱ οὐ μάλα θαλπιόωντι
贫困之人便心生喜悦;因牲畜在交配时,
εὔδιον φαίνουσι βιβαιόμεναι ἐνιαυτόν.
向难以取暖的他昭示了一个温和的年份。
χαίρει καὶ γεράνων ἀγέλαις ὡραῖος ἀροτρεὺς
合乎时令的耕夫亦为成群的仙鹤而欣喜
- 1001γινέσθω τοι σῆμα
承接上一文本末尾的主句谓语动词。前一部分的“καὶ φλόγες... καὶ νυκτερίη γλαὺξ...”与本段开头的“καὶ... κορώνη”共同充当主语,统摄于第三人称单数命令式 γινέσθω 之下。
- 1009ἧχί τε κείουσιν καὶ ὑπότροποι ἀπτερύονται
由关系副词 ἧχι(意为“在……之处”)引导的关系从句。动词 ἀπτερύονται 意为“敛翼歇息”,承接前一行所提及的树木(δενδρείοιο)指明其栖息的处所。
- 1013ἦμος δʼ ἀστερόθεν καθαρὸν φάος ἀμβλύνηται
由时间连词 ἦμος(“当……之时”)引导的时间从句,在多行之中通过一系列否定并列从句(οὐδέ... οὐδέ... ἀλλά...)层层展开,构成长大句子的骨架,最终归结于主句 μηκέτι τοι τόδε σῆμα γαληναίης ἐπικείσθω(“切莫再将此视作平静之兆”)。
- 1036πιστεύειν χειμῶνι
与否定词 μηδέ 结合的命令不定式(infinitive for imperative),表达禁止之意:“切勿信赖冬季(即即便看似平静也莫轻信冬日天气)”。
- 1049μὴ μὲν ἄδην ἔκπαγλα περιβρίθοιεν ἁπάντη
μὴ... περιβρίθοιεν 为表达愿望的祈愿语气(optative of wish),带有否定祈求的意味:“愿它们莫在各处过分沉重地压弯枝头”;盖古人认为橡实过度丰产乃是严冬或荒歉的前兆。
- 1057ὅντινα γὰρ κάλλιστα λοχαίη σχῖνος ἄρηται
关联结构 ὅντινα... κείνῳ 的前半部分。阳性单数关系代词 ὅντινα 承接前一行的 καρπός(三期果实中的某一期)作为先行词;从句中的不定虚拟语气 ἄρηται 与主句中的潜能祈愿语气 εἴη 形成呼应。
