- 底本
- Aratus Solensis. Callimachus and Lycophron; Aratus. Mair, Gilbert Robinson, editor. London: William Heinemann; New York: G.P. Putnam's Sons, 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0653.tlg001.humanitext-grc2:850-924
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了依日落与破晓之际太阳、光芒、云彩及幻日的形貌,巨蟹座中“食槽”与“驴星”的隐显,以及海浪、沿岸回声、水鸟与飞絮等物候推测风雨的诸般征兆。
εὔδιός κε φέροιτο· καὶ εἴ ποτε χείματος ὥρῃ
太阳便将伴着晴朗运行;若在冬季它沉落时泛出苍白之色,
ὠχρήσαι κατιών. ἀτὰρ ὕδατος ἡμερινοῖο
亦复如是。然而当日间降雨过后,
γινομένου κατόπισθε περὶ νέφεα σκοπέεσθαι
你当转向正在沉落的太阳,
κὰδ δὴ δυομένου τετραμμένος ἠελίοιο.
随之观察其周遭的云彩。
ἢν μὲν ὑποσκιάῃσι μελαινομένῃ εἰκυῖα
若有一片近乎昏暗的阴云自下方遮蔽太阳,
ἠέλιον νεφέλη, ταὶ δʼ ἀμφί μιν ἔνθα καὶ ἔνθα
而其周围的光芒在其中翻卷、
ἀκτῖνες μεσσηγὺς ἑλισσόμεναι διχόωνται,
向两侧分道劈裂,
ἦ τʼ ἂν ἔτʼ εἰς ἠῶ σκέπαος κεχρημένος εἴης.
则直至黎明你仍当备好遮蔽风雨之所。
εἰ δʼ ὁ μὲν ἀνέφελος βάπτοι ῥόου ἑσπερίοιο,1
但若它毫无云翳地浸入西方的海流,
ταὶ δὲ κατερχομένου νεφέλαι καὶ ἔτʼ οἰχομένοιο
且在它下沉乃至已然隐去之时,
πλησίαι ἑστήκωσιν ἐρευθέες οὔ σε μάλα χρὴ
近旁停留着泛红的云彩,
αὔριον οὐδʼ ἐπὶ νυκτὶ περιτρομέειν ὑετοῖο·
你便大可不必在翌日或夜间畏惧骤雨。
ἀλλʼ ὁπότʼ ἠελίοιο μαραινομένῃσιν ὁμοῖαι
然而,当太阳的光芒自天空骤然伸展开来、
ἐξαπίνης ἀκτῖνες ἀπʼ οὐρανόθεν τανύωνται,
宛如衰微消退,
οἷον ἀμαλδύνονται ὅτε σκιάῃσι κατʼ ἰθὺἱσταμένη γαίης τε καὶ ἠελίοιο σελήνη.2
恰似月亮径直立于大地与太阳之间遮蔽光辉时那般暗淡,
οὐδʼ, ὅτε οἱ ἐπέχοντι φανήμεναι ἠῶθι πρὸ3
又或当太阳在破晓前即将现身之际,
φαίνονται νεφέλαι ὑπερευθέες ἄλλοθεν ἄλλαι,
处处浮现出极红的云朵,
ἄρραντοι γίνονται ἐπʼ ἤματι κείνῳ ἄρουραι.
大地在彼日绝不会未受雨露冲刷。
μηδʼ αὕτως, ἔτʼ ἐόντι πέρην ὁπότε προταθεῖσαι
同样,当它尚在海天彼端、
ἀκτῖνες φαίνονται ἐπίσκιοι ἠῶθι πρό,
破晓前伸出的光芒显得隐晦暗淡之时,
ὕδατος ἢ ἀνέμοιο κατοισομένου λελαθέσθαι.
切勿遗忘即将落下的风雨。
ἀλλʼ εἰ μὲν κεῖναι μᾶλλον κνέφαος φορέοιντο
若那些光芒带着更深重的昏黑,
ἀκτῖνες, μᾶλλόν κεν ἐφʼ ὕδατι σημαίνοιεν·
便更预示着降雨;
εἰ δʼ ὀλίγος τανύοιτο περὶ δνόφος ἀκτίνεσσιν,
若光芒周围仅泛起一层薄雾般的阴暗,
οἷόν που μαλακαὶ νεφέλαι φορέουσι μάλιστα,
如同柔云所常带有的那般,
ἦ τʼ ἂν ἐπερχομένοιο περιδνοφέοιντʼ ἀνέμοιο.
那便是逼近的风暴使其显得晦暗。
οὐδὲ μὲν ἠελίου σχεδόθεν μελανεῦσαι ἀλωαὶ
太阳近旁变黑的日晕亦非晴天的征兆;
εὔδιοι· ἀσσότεραι δὲ καὶ ἀστεμφὲς μελανεῦσαι
愈益靠近且持续发黑者,
μᾶλλον χειμέριαι· δύο δʼ ἂν χαλεπώτεραι εἶεν.
暴风雨愈烈;若出现两重日晕,风暴更甚。
σκέπτεο δʼ ἢ ἀνιόντος ἢ αὐτίκα δυομένοιο,
在它升起之时或将落之际,
εἴ πού οἱ νεφέων τὰ παρήλια κικλήσκονται
当仔细审视被称为幻日的云朵是在南侧、
ἢ νότου ἠὲ βορῆος ἐρεύθεται ἢ ἑκάτερθεν,
北侧抑或两侧皆泛出赤红;
μηδʼ οὕτω σκοπιὴν ταύτην ἀμενηνὰ φυλάσσειν.
切勿漫不经心地守候这番观测。
οὐ γάρ, ὅτʼ ἀμφοτέρωθεν ἁμοῦ περὶ μέσσον ἔχουσινἠέλιον κεῖναι νεφέλαι σχεδὸν ὠκεανοῖο,
盖当那些云彩在两侧近海之处同时将中央的太阳合围之时,
γίνεται ἀμβολίη διόθεν χειμῶνος ἰόντος.
来自宙斯的暴风雨便决不会迁延迟滞。
εἴ γε μὲν ἐκ βορέαο μίʼ οἴη φοινίσσοιτο,
若唯独北面的一朵泛出深红,
ἐκ βορέω πνοιάς κε φέροι, νοτίη δὲ νότοιο,
它将带来北方的疾风;若在南面,
ἢ καί που ῥαθάμιγγες ἐπιτροχόωσʼ ὑετοῖο.
则带来南风,抑或雨点即刻飞溅奔流。
ἑσπερίοις καὶ μᾶλλον ἐπίτρεπε σήμασι τούτοις·
在黄昏时分当更为信赖这些征兆;
ἑσπερόθεν γὰρ ὁμῶς σημαίνεται ἐμμενὲς αἰεί.
盖自西方所昭示者向来恒常确凿。
σκέπτεο καὶ φάτνην. ἡ μέν τʼ ὀλίγῃ εἰκυῖαἀχλύϊ βορραίη ὑπὸ Καρκίνῳ ἡγηλάζει·
亦当审视“食槽”(鬼宿星团)。它宛如一缕微薄的薄雾,在巨蟹座北侧运行;
ἀμφὶ δέ μιν δύο λεπτὰ φαεινόμενοι φορέονται
其周围有两颗微光闪烁的星辰相伴运转,
ἀστέρες, οὔτε τι πολλὸν ἀπήοροι, οὔτε μάλʼ ἐγγύς,ἀλλʼ ὅσσον τε μάλιστα πυγούσιον οἰίσασθαι·
既非相距甚远,亦非极为贴近,大约只相隔一肘之距;
εἷς μὲν πὰρ βορέαο· νότῳ δʼ ἐπικέκλιται ἄλλος.
一颗在北,另一颗偏向南方。
καὶ τοὶ μὲν καλέονται ὄνοι· μέσση δέ τε Φάτνη.
它们被称为“驴星”,其间则是“食槽”。
ἥτε καὶ ἐξαπίνης πάντη Διὸς εὐδιόωντος
当天宇四方皆晴朗明澈之际,
γίνετʼ ἄφαντος ὅλη· τοὶ δʼ ἀμφοτέρωθεν ἰόντες
这片星团若骤然全然隐没,
ἀστέρες ἀλλήλων αὐτοσχεδὸν ἰνδάλλονται·
而运行于两侧的星辰看似紧密相依,
οὐκ ὀλίγῳ χειμῶνι τότε κλύζονται ἄρουραι.
届时田畴必遭巨暴狂澜冲刷。
εἰ δὲ μελαίνηται, τοὶ δʼ αὐτίκʼ ἐοικότες ὦσιν
若食槽发黑,而两颗星辰即刻宛如平常般闪亮,
ἀστέρες ἀμφότεροι, περί χʼ ὕδατι σημαίνοιεν.
它们当昭示倾盆大雨。
εἰ δʼ ὁ μὲν ἐκ βορέω Φάτνης ἀμενηνὰ φαείνοι
若食槽以北的星辰微弱晦暗、
λεπτὸν ἐπαχλύων, νότιος δʼ Ὄνος ἀγλαὸς εἴη,
薄雾轻罩,而南方的驴星光彩夺目,
δειδέχθαι ἀνέμοιο νότου· βορέω δὲ μάλα χρὴ
当戒备南风;反之,
ἔμπαλιν ἀχλυόεντι φαεινομένῳ τε δοκεύειν.
若南方晦暗而北方明亮,则当戒备北风。
σῆμα δέ τοι ἀνέμοιο καὶ οἰδαίνουσα θάλασσα
翻腾的大海亦当成为你辨识风起的征兆,
γινέσθω καὶ μακρὸν ἐπʼ αἰγιαλοὶ βοόωντες,
还有轰鸣及远的海岸、
ἀκταί τʼ εἰνάλιοι ὁπότʼ εὔδιοι ἠχήεσσαι
晴好之日却发出回响的海角,
γίνονται, κορυφαί τε βοώμεναι οὔρεος ἄκραι.
以及群山高处的峰峦作响。
καὶ δʼ ἂν ἐπὶ ξηρὴν ὅτʼ ἐρωδιὸς οὐ κατὰ κόσμον
当苍鹭惊乱失措地自海面飞向陆地、
ἐξ ἁλὸς ἔρχηται φωνῇ περιπολλὰ λεληκώς,
放声发出阵阵尖啼之时,
κινυμένου κε θάλασσαν ὕπερ φορέοιτʼ ἀνέμοιο.4
必在海面上掀起的疾风驱动下飞掠。
καί ποτε καὶ κέπφοι, ὁπότʼ εὔδιοι ποτέονται,
有时海燕即便在风和日丽中飞翔,
ἀντία μελλόντων ἀνέμων εἰληδὰ φέρονται.
亦成群结队逆着将至的风势疾冲。
πολλάκι δʼ ἀγριάδες νῆσσαι ἢ εἰναλίδιναιαἴθυιαι χερσαῖα τινάσσονται πτερύγεσσιν·
野鸭或海鸥亦常在陆上振动双翼,
ἢ νεφέλη ὄρεος μηκύνεται ἐν κορυφῇσιν.
抑或云层在山颠绵延舒展。
ἤδη καὶ πάπποι, λευκῆς γήρειον ἀκάνθης,
即便是白蓟苍老的絮毛,
σῆμʼ ἐγένοντʼ ἀνέμου, κωφῆς ἁλὸς ὁππότε πολλοὶ
当它们成群漂浮于平静无波的海面上、
ἄκρον ἐπιπλώωσι, τὰ μὲν πάρος, ἄλλα δʼ ὀπίσσω.
有的在前有的在后之时,亦成了风的征兆。
καὶ θέρεος βρονταί τε καὶ ἀστραπαὶ ἔνθεν ἴωσιν,
在夏日,不论雷鸣与闪电从何方激射而出,
- 858βάπτοι ῥόου ἑσπερίοιο
主语 ὁ μέν(太阳)与动词 βάπτοι 连用,此处作自反或不及物用法(“没入/潜入”)。属格 ῥόου ἑσπερίοιο 充当指称处所或动作所及范围的诗学属格(处所属格)。εἰ 引导的光杆祈愿气表示经常性或假定性的黄昏天象。
- 864οἷον ἀμαλδύνονται ὅτε σκιάῃσι κατʼ ἰθὺ ἱσταμένη γαίης τε καὶ ἠελίοιο σελήνη
紧承前句(ἀλλʼ ὁπότʼ... ἀκτῖνες... τανύωνται)描摹日食景象的比喻从句。副词性 οἷον(“正如……一般”)引出 ὅτε 从句,分词短语 κατʼ ἰθὺ ἱσταμένη γαίης τε καὶ ἠελίοιο(“径直位于大地与太阳之间”)作主语 σελήνη 的定语修饰成分。
- 866οἱ ἐπέχοντι φανήμεναι ἠῶθι πρὸ
与格分词短语 οἱ ἐπέχοντι 指代太阳。动词 ἐπέχω 与不定式 φανήμεναι 连用,意为“正将要现身”,在此构成关涉或时间性的与格结构(“当他于拂晓前即将现身之际”)。ἠῶθι πρό 为古风副词短语,修饰该动作。
- 913καὶ δʼ ἂν ἐπὶ ξηρὴν ὅτʼ ἐρωδιὸς οὐ κατὰ κόσμον ἐξ ἁλὸς ἔρχηται φωνῇ περιπολλὰ λεληκώς, κινυμένου κε θάλασσαν ὕπερ φορέοιτʼ ἀνέμοιο
主句谓语为被长距离隔置(hyperbaton)的潜在祈愿式 ἂν... φορέοιτο,其逻辑主语为时间从句(ὅτʼ... ἔρχηται)中的 ἐρωδιός。κινυμένου... ἀνέμοιο 为独立属格结构,表示伴随原因或条件(“当海面上狂风掀起之时,它必受其驱驰”)。
