← 阿拉托斯

天象

§782-849

依月相及日月征兆预报天气

诗人详述了如何通过月相、月色及月晕预测风雨和晴天,随后详细阐述了依据日出日落时太阳的色泽、光线与云层兆候来判断天气的方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
782

τάων καὶ περὶ μηνὸς ἐφεσταότος κε πύθοιο.

从这些形貌中,你亦可获知来月的天气。

λεπτὴ μὲν καθαρή τε περὶ τρίτον ἦμαρ ἐοῦσα

若第三日的新月纤细而澄澈,

εὔδιός κʼ εἴη· λεπτὴ δὲ καὶ εὖ μάλʼ ἐρευθὴς

将是晴好天气;若纤细而甚为赤红,

785

πνευματίη· παχίων δὲ καὶ ἀμβλείῃσι κεραίαις

则预示风起;若形体较丰,

τέτρατον ἐκ τριτάτοιο φόως ἀμενηνὸν ἔχουσα

以钝角在第三日至第四日间散发微弱的光芒,

ἢ νότῳ ἄμβλυνται ἢ ὕδατος ἐγγὺς ἐόντος.

则或是为南风所钝化,或是由于降雨临近。

εἰ δέ κʼ ἀπʼ ἀμφοτέρων κεράων, τρίτον ἦμαρ ἄγουσα,

若第三日之际,其双角既不前倾,

μήτʼ ἐπινευστάζῃ μήθʼ ὑπτιόωσα φαείνῃ,

亦不仰卧,

790

ἀλλʼ ὀρθαὶ ἑκάτερθε περιγνάμπτωσι κεραῖαι,

而是两侧直立弯曲,

ἑσπέριοί κʼ ἄνεμοι κείνην μετὰ νύκτα φέροιντο.

则在那夜之后将吹起西风。

εἰ δʼ αὕτως ὀρθὴ καὶ τέτρατον ἦμαρ ἀγινεῖ,

若第四日它同样直立而行,

ἦ τʼ ἂν χειμῶνος συναγειρομένοιο διδάσκοι.

定当预示暴风雨正在聚积。

εἰ δέ κέ οἱ κεράων τὸ μετήορον εὖ ἐπινεύῃ,

若其双角中较高者明显前倾,

795

δειδέχθαι βορέω· ὅτε δʼ ὑπτιάῃσι, νότοιο.

当防范北风;若仰卧,则当防范南风。

αὐτὰρ ἐπὴν τριτόωσαν ὅλος περὶ κύκλος ἑλίσσῃ

然而,当第三日有一道全体通红的光圈将月轮完全环绕时,

πάντη ἐρευθόμενος, μάλα κεν τότε χείμερος εἴη·

届时必有剧烈风暴;

μείζονι δʼ ἂν χειμῶνι πυρώτερα φοινίσσοιτο.

若风暴更巨,月轮将如烈火般猩红。

σκέπτεο δʼ ἐς πληθύν τε καὶ ἀμφότερον διχόωσαν,

你亦当审视满月以及两侧半月之时,

800

ἠμὲν ἀεξομένην ἠδʼ ἐς κέρας αὖθις ἰοῦσαν,

不论在它渐盈之际,抑或再度转为残月之角时,

καί οἱ ἐπὶ χροιῇ τεκμαίρεο μηνὸς ἑκάστου.

皆依其每月的色泽加以推断。

πάντη γὰρ καθαρῇ κε μάλʼ εὔδια τεκμήραιο·

若它周身明澈,你便可断定天气极为晴好;

πάντα δʼ ἐρευθομένῃ δοκέειν ἀνέμοιο κελεύθους·

若周身赤红,当料想风之路径;

ἄλλοθι δʼ ἄλλο μελαινομένῃ δοκέειν ὑετοῖο.

若处处发黑,当料想有雨。

805

σήματα δʼ οὐ μάλα πᾶσιν ἐπʼ ἤμασι πάντα τέτυκται·

然而天象并非对所有日子皆作相同昭示;

ἀλλʼ ὅσα μὲν τριτάτῃ τε τεταρταίῃ τε πέλονται,1

第三日与第四日的征兆管至半月,

μέσφα διχαιομένης, διχάδος γε μὲν ἄχρις ἐπʼ αὐτὴν

半月的征兆昭示直至满月,

σημαίνει διχόμηνον, ἀτὰρ πάλιν ἐκ διχομήνου

再自满月昭示直至下弦半月;

ἐς διχάδα φθιμένην· ἔχεται δέ οἱ αὐτίκα τετρὰς

紧接其后的是逝去之月的最后第四日,

810

μηνὸς ἀποιχομένου, τῇ δὲ τριτάτη ἐπιόντος.

继而是来月的第三日。

εἰ δέ κέ μιν περὶ πᾶσαν ἀλωαὶ κυκλώσωνταιἢ τρεῖς ἠὲ δύω περικείμεναι ἠὲ μίʼ οἴη,

若有月晕环绕其周身,或三重、或两重,抑或只有一重,

τῇ μὲν ἰῇ ἀνέμοιο γαληναίης τε δοκεύειν,ῥηγνυμένῃ ἀνέμοιο, μαραινομένῃ δὲ γαλήνης·

对于单一晕轮,当据以守候风起或风平:晕轮断裂则主风,消散隐退则主风平;

815

ταὶ δύο δʼ ἂν χειμῶνι περιτροχάοιντο σελήνην·

两重晕轮绕月疾行则预示暴风雨;

μείζονα δʼ ἂν χειμῶνα φέροι τριέλικτος ἀλωή,

三重晕轮将带来更大风暴,

καὶ μᾶλλον μελανεῦσα, καὶ εἰ ῥηγνύατο μᾶλλον.

若其愈发晦暗、愈加断裂,则风暴更甚。

καὶ τὰ μὲν οὖν ἐπὶ μηνὶ σεληναίης κε πύθοιο.

关于月亮,你便可在月中获知此类征兆。

ἠελίοιο δέ τοι μελέτω ἑκάτερθεν ἰόντος.

然而,亦当留心往来于两端的太阳;

820

ἠελίῳ καὶ μᾶλλον ἐοικότα σήματα κεῖται,

盖在太阳身上存有更为确凿的征兆,

ἀμφότερον δύνοντι καὶ ἐκ περάτης ἀνιόντι.

不论在其沉落还是自东方极处升起之时。

μή οἱ ποικίλλοιτο2 νέον βάλλοντος ἀρούρας

若你渴望晴朗之日,

κύκλος, ὅτʼ εὐδίου κεχρημένος ἤματος εἴης,

但愿它初照田畴之时,其轮廓不生斑驳,

μηδέ τι σῆμα φέροι, φαίνοιτο δὲ λιτὸς ἁπάντη.

不带任何斑纹,周身显现平润澄澈。

825

εἰ δʼ αὕτως καθαρόν μιν ἔχοι βουλύσιος ὥρη,

若放牛晚归的时辰亦见它同样明澈,

δύνοι δʼ ἀνέφελος μαλακὴν ὑποδείελος αἴγλην,

且傍晚无云、携着柔和光辉沉落,

καί κεν ἐπερχομένης ἠοῦς ἔθʼ ὑπεύδιος εἴη.

则来临的晨曦仍将晴朗。

ἀλλʼ οὐχ ὁππότε κοῖλος ἐειδόμενος περιτέλλῃ,

但若它显现凹陷之状而升起,

οὐδʼ ὁπότʼ ἀκτίνων αἱ μὲν νότον αἱ δὲ βορῆα

或其光芒分道劈裂、分别射向南与北,

830

σχιζόμεναι βάλλωσι, τὰ δʼ αὖ περὶ μέσσα φαείνῃ,

而中央周围独明之时,情形便非如此;

ἀλλά που ἢ ὑετοῖο διέρχεται ἢ ἀνέμοιο.

彼时它必在雨或风之中穿行。

σκέπτεο δʼ, εἴ κέ τοι αὐγαὶ ὑπείκωσʼ ἠελίοιο,αὐτὸν ἐς ἠέλιον· τοῦ γὰρ σκοπιαὶ καὶ ἄρισται·

若太阳的清辉允许你凝视,你当注视太阳自身;盖对其观测乃是上选:

εἴ τί οἱ ἤπου ἔρευθος ἐπιτρέχει, οἷά τε πολλὰ

看它是否掠过一抹赤色,

835

ἑλκομένων νεφέων ἐρυθαίνεται ἄλλοθεν ἄλλα,

正如集聚之云往往在各处泛红那般,

ἢ εἴ που μελανεῖ· καί τοι τὰ μὲν ὕδατος ἔστω

抑或它在某处泛黑。当将黑色斑迹视作将临之雨的征兆,

σήματα μέλλοντος,3 τὰ δʼ ἐρεύθεα πάντʼ ἀνέμοιο.

将赤色全视作风的征兆;

εἴ γε μὲν ἀμφοτέροις ἄμυδις κεχρημένος εἴη,

若它同时兼具二者,

καί κεν ὕδωρ φορέοι καὶ ὑπηνέμιος τανύοιτο.

定当携雨而行,且在狂风下疾驰。

840

εἰ δέ οἱ ἢ ἀνιόντος ἢ αὐτίκα δυομένοιο

若在它升起之时或将落之际,

ἀκτῖνες συνίωσι καὶ ἀμφʼ ἑνὶ πεπλήθωσιν,

光芒向一处收敛汇聚,

ἤ ποτε καὶ νεφέων πεπιεσμένος ἢ ὅ γʼ ἐς ἠῶ

抑或它自夜入晓、

ἔρχηται παρὰ νυκτός, ἢ ἐξ ἠοῦς ἐπὶ νύκτα,

自晓入夜皆受云层压迫,

ὕδατί κεν κατιόντι παρατρέχοι ἤματα κεῖνα.

那些日子必伴随倾泻之雨而逝。

845

μηδʼ ὅτε οἱ ὀλίγη νεφέλη πάρος ἀντέλλῃσιν,

当有一朵微云先于它升起,

τὴν δὲ μέτʼ ἀκτίνων κεχρημένος4 αὐτὸς ἀερθῇ,

其后它自身缺失光芒而腾空之时,

ἀμνηστεῖν ὑετοῖο. πολὺς δʼ ὅτε οἱ περὶ κύκλος

切勿遗忘降雨;但当它初升之际,

οἷον τηκομένῳ ἐναλίγκιος εὐρύνηται

其周身有一道阔大如融化之物的圆环展开,

πρῶτον ἀνερχομένοιο, καὶ ἂψ ἐπὶ μεῖον ἴῃσιν,

随后再度收缩之时——

语法注4 条
  1. 806ὅσα μὲν τριτάτῃ τε τεταρταίῃ τε πέλονται

    由关系代词 ὅσα 引导的关系从句作主语。此处界定了月象预兆的时效划分:第三日与第四日的征象管至半月(μέσφα διχαιομένης),而半月的征象则管至满月(ἄχρις ἐπʼ αὐτὴν... διχόμηνον),呈现出征候周期的阶梯式递进。

  2. 822μή οἱ ποικίλλοιτο

    否定词 μή 与第三人称现在时祈愿语气 ποικίλλοιτο 连用,表达在期盼晴天语境下的愿望或祈请(“愿其不斑驳”)。主语为后文的 κύκλος,οἱ 则是指代太阳的关切与格或所有与格。

  3. 836ἔστω σήματα μέλλοντος

    第三人称单数命令语气 ἔστω 统辖表特征或归属的属格 ὕδατος(“当作为将临之雨的征兆”)。后半句平行成分 τὰ δʼ ἐρεύθεα πάντʼ ἀνέμοιο 则省略了承前承接的动词(ἔστω 或 ἐστί)及谓语名词 σήματα。

  4. 846ἀκτίνων κεχρημένος

    动词 χράομαι 的完成时中动分词 κεχρημένος 接属格 ἀκτίνων,κεχρημένος 接与格时意为“具备、使用”(参第838行 ἀμφοτέροις ... κεχρημένος),接属格时则表缺乏或需要(参第823行 εὐδίου κεχρημένος ἤματος),故此处意为“缺乏光芒、失去光线”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0653.tlg001.humanitext-grc2:782-849