← 阿拉托斯

天象

§712-781

金牛座与双子座的出没及岁时气候预兆

在详述随金牛座与双子座出没的珀耳修斯座、御夫座等星象对应关系后,诗人论述了月相盈亏、黄道十二等分区及十九年周期对农耕与航海之指引,进而劝诫世人留心观察宙斯所赐予的各类天候风暴预兆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
712

αὐτὴ δὲ ζώνη καί κʼ ἀμφήριστα πέλοιτο

至于那腰带本身,它究竟显现于白羊座之末,

ἢ Κριῷ λήγοντι φαείνεται ἢ ἐπὶ Ταύρῳ,1

还是伴随金牛座而现,或许尚有争议;但无论如何,

σὺν τῷ πανσυδίῃ ἀνελίσσεται. οὐδʼ ὅ γε Ταύρου

它随金牛座迅疾地全盘翻卷而起。当金牛座升起时,

715

λείπεται ἀντέλλοντος, ἐπεὶ μάλα οἱ συναρηρὼς

御夫座亦不曾落后,因他与金牛座紧密相连而行;

Ἡνίοχος φέρεται· μοίρῃ γε μὲν οὐκ ἐπὶ ταύτῃ

然而他并非在此单一分区中一举全部升起,

ἀθρόος ἀντέλλει, Δίδυμοι δέ μιν οὖλον ἄγουσιν.

而是双子座将其完整引出。

ἀλλʼ Ἔριφοι λαιοῦ τε θέναρ ποδὸς Αἰγὶ σὺν αὐτῇ

不过,双雏山羊与左脚之掌,连同山羊自身,

Ταύρῳ συμφορέονται, ὅτε λοφίη τε καὶ οὐρὴ

皆伴随金牛座一同运出,

720

κήτεος αἰθερίοιο περαιόθεν ἀντέλλωσιν.

彼时那天际海怪的背脊与尾部正自彼岸升起。

δύνει δʼ Ἀρκτοφύλαξ ἤδη πρώτῃ τότε μοίρῃ

而牧夫座彼时已在拉他下沉的四个分区中的第一个分区开始沉落,

τάων, αἳ πίσυρές μιν ἄτερ χειρὸς κατάγουσιν

唯余其左手;

λαιῆς·2 ἡ δʼ αὐτῷ μεγάλῃ ὑποτέλλεται Ἄρκτῳ.

他的那只左手则在大熊座下方升起。

Ἀμφότεροι δὲ πόδες καταδυομένου Ὀφιούχου,

沉落中的蛇夫座双足,

725

μέσφʼ αὐτῶν γονάτων, διδύμοις ἔπι σῆμα τετύχθω

直至其双膝,

ἐξ ἑτέρης ἀνιοῦσι. τότʼ οὐκέτι Κήτεος οὐδὲν

当作为另一侧升起的双子座的标志。彼时海怪已不再有任何部位被拉向两端,

ἕλκεται ἀμφοτέρωθεν, ὅλον δέ μιν ὄψεαι ἤδη.

你将能望见其完好全貌。

ἤδη καὶ Ποταμοῦ πρώτην ἁλὸς ἐξανιοῦσαν

彼时,水手在明净的洋面上,

ἀγὴν ἐν καθαρῷ πελάγει σκέψαιτό κε ναύτης,

亦能在等候猎户座自身之际,观察到从深海中显露的大河(波江座)

730

αὐτὸν ἐπʼ Ὠρίωνα μένων, εἴ οἵ ποθι σῆμα

之首曲,

ἢ νυκτὸς μέτρων ἠὲ πλόου ἀγγείλειεν.

看他是否能在某处向其预告夜晚的更次或航程的征兆。

πάντη γὰρ τά γε πολλὰ θεοὶ ἄνδρεσσι λέγουσιν.

因为神明在各处皆向人类繁复昭示。

οὐχ ὁράᾳς; ὀλίγη μὲν ὅταν κεράεσσι σελήνη

你未见乎?当月亮纤细地以其双角显现于西方时,

ἑσπερόθεν φαίνηται, ἀεξομένοιο διδάσκει

便昭示着新月的渐盈;

735

μηνός· ὅτε πρώτη ἀποκίδναται αὐτόθεν αὐγή,

当它最初从那里散发仅足以投下微影的清光时,

ὅσσον ἐπισκιάειν, ἐπὶ τέτρατον ἦμαρ ἰοῦσα·

〔便昭示〕正走向第四日;

ὀκτὼ δʼ ἐν διχάσει· διχόμηνα δὲ παντὶ προσώπῳ.

半月时〔昭示〕第八日,而以完整容貌〔昭示〕月中。

αἰεὶ δʼ ἄλλοθεν ἄλλα παρακλίνουσα μέτωπα

它始终从不同方向倾斜不同面貌,

εἴρει ὁποσταίη μηνὸς περιτέλλεται ἠώς.

昭示着巡回的晨曦属于一月的哪一日。

740

ἄκρα γε μὴν νυκτῶν κεῖναι δυοκαίδεκα μοῖραι

诚然,

ἄρκιαι ἐξειπεῖν. τὰ δέ που μέγαν εἰς ἐνιαυτόν,

那十二等分区足以昭示长夜之更次。而对于岁实之大年而言,

ὥρη μέν τʼ ἀρόσαι νειούς, ὥρη δὲ φυτεῦσαι,

何时耕耘休耕之田,何时栽种草木,

ἐκ Διὸς ἤδη πάντα πεφασμένα πάντοθι κεῖται.

万事皆已由宙斯在各处彰明昭著。

καὶ μέν τις καὶ νηῒ πολυκλύστου χειμῶνος

的确,曾有人在舟中预知巨浪滔天的风暴,

745

ἐφράσατʼ ἢ δεινοῦ μεμνημένος Ἀρκτούροιο

乃是因铭记可怕的大角星,

ἠέ τεων ἄλλων, οἵ τʼ ὠκεανοῦ ἀρύονται

抑或铭记那些在薄暮微明或夜色尚浅时从大洋汲水(升起)

ἀστέρες ἀμφιλύκης, οἵ τε πρώτης ἔτι νυκτός.

的其他星辰。

ἤτοι γὰρ τοὺς πάντας ἀμείβεται εἰς ἐνιαυτὸν

盖因太阳驱驰其宏大车辙,周岁历巡诸星,

ἠέλιος μέγαν ὄγμον ἐλαύνων, ἄλλοτε δʼ ἄλλῳ

或于升起之时,或于方落之际,

750

ἐμπλήσει, τοτὲ μέν τʼ ἀνιὼν τοτὲ δʼ αὐτίκα δύνων·

时而临近此星,时而临近彼星;

ἄλλος δʼ ἀλλοίην ἀστὴρ ἐπιδέρκεται ἠῶ.

不同的星辰遂映照着不同的拂晓。

γινώσκεις τάδε καὶ σύ, τὰ γὰρ συναείδεται ἤδη

你亦深知此事;因为闪亮太阳的十九年之环,

ἐννεακαίδεκα κύκλα φαεινοῦ ἠελίοιο,ὅσσα τʼ ἀπὸ ζώνης εἰς ἔσχατον Ὠρίωνα

以及黑夜自猎户座腰带运转直至其肢端的一切,

755

νὺξ ἐπιδινεῖται Κύνα τε θρασὺν Ὠρίωνος,

猎户座凶悍的天犬,

οἵ τε Ποσειδάωνος ὁρώμενοι ἢ Διὸς αὐτοῦ

乃至那些被视作属于波塞冬或宙斯自身、

ἀστέρες ἀνθρώποισι τετυγμένα σημαίνουσιν.

向凡人预示既定天命的星辰,皆已在歌咏中传唱。

τῶ κείνων πεπόνησο· μέλοι δέ τοι, εἴ ποτε νηῒ

因此,当在此类征兆上勉力潜心;

πιστεύεις, εὑρεῖν ὅσα που κεχρημένα κεῖται

若你何时信托于舟楫,

760

σήματα χειμερίοις ἀνέμοις ἢ λαίλαπι πόντου.

务须留心探寻凡针对凛冬狂风或海中暴飙所昭示之征兆。

μόχθος μέν τʼ ὀλίγος, τὸ δὲ μυρίον αὐτίκʼ ὄνειαρ

劳苦实微,而对于时刻戒备者而言,

γίνετʼ ἐπιφροσύνης αἰεὶ πεφυλαγμένῳ ἀνδρί.

因其审慎而立获之裨益难以胜数。

αὐτὸς μὲν τὰ πρῶτα σαώτερος, εὖ δὲ καὶ ἄλλον

其自身首得保全,且当风暴迫近爆发之际,

παρειπὼν ὤνησεν, ὅτʼ ἐγγύθεν ὤρορε χειμών.

更能以良言警策有益于他人。

765

πολλάκι γὰρ καί τίς τε γαληναίῃ ὑπὸ νυκτὶ

盖往往有人在宁静之夜下,

νῆα περιστέλλει πεφοβημένος ἦρι θαλάσσης·3

因畏惧早春之海波而收卷帆樯;

ἄλλοτε δὲ τρίτον ἦμαρ ἐπιτρέχει, ἄλλοτε πέμπτον,

然而有时灾厄于第三日倾泻而至,有时于第五日,

ἄλλοτε δʼ ἀπρόφατον κακὸν ἵκετο· πάντα γὰρ οὔπω

有时则不期而至。

ἐκ Διὸς ἄνθρωποι γινώσκομεν, ἀλλʼ ἔτι πολλὰ

因我们凡人尚未自宙斯处全知万象,

770

κέκρυπται, τῶν αἴ κε θέλῃ καὶ ἐσαυτίκα δώσει

仍有诸多事物秘而不宣;若宙斯决意,

Ζεύς· ὁ γὰρ οὖν γενεὴν ἀνδρῶν ἀναφανδὸν ὀφέλλει,

今后亦必将赐予;因他分明在护佑人类种族,

πάντοθεν εἰδόμενος, πάντη δʼ ὅ γε σήματα φαίνων.

在各方显现,处处垂示昭彰之象。

ἄλλα δέ τοι ἐρέει ἤπου διχόωσα σελήνη

月亮亦必向你昭告其他征兆,

πληθύος ἀμφοτέρωθεν ἢ αὐτίκα πεπληθυῖα·

或于渐盈前后半现其身,或方告全满;

775

ἄλλα δʼ ἀνερχόμενος, τοτὲ δʼ ἄκρῃ νυκτὶ κελεύων

太阳亦在升起之时,或在隐入深宵之际,

ἠέλιος· τὰ δέ τοι καὶ ἀπʼ ἄλλων ἔσσεται ἄλλα

昭告别样征兆。而为察判昼夜之变,

σήματα καὶ περὶ νυκτὶ καὶ ἤματι ποιήσασθαι.

你亦将从其他星象中获悉其他征兆。

σκέπτεο δὲ πρῶτον κεράων ἑκάτερθε σελήνην.

首先当审视月亮双角两侧。

ἄλλοτε γάρ τʼ ἄλλῃ μιν ἐπιγράφει ἕσπερος αἴγλῃ,

盖夕暮时常以不同光华描摹于月身,

780

ἄλλοτε δʼ ἀλλοῖαι μορφαὶ κερόωσι σελήνην

当月亮方告渐盈之际,不同形貌亦以不同之角勾勒其轮廓,

εὐθὺς ἀεξομένην, αἱ μὲν τρίτῃ, αἱ δὲ τετάρτῃ·

或在第三日,或在第四日。

语法注3 条
  1. 712αὐτὴ δὲ ζώνη καί κʼ ἀμφήριστα πέλοιτο / ἢ Κριῷ λήγοντι φαείνεται ἢ ἐπὶ Ταύρῳ

    主语为阴性单数名词 ζώνη(珀耳修斯座的腰带),而表语形容词 ἀμφήριστα 采用了中性复数形式,与带有潜在语气小词 κʼ 的希求法动词 πέλοιτο 构成非人称结构,将“是显现于白羊之末抑或金牛之上”这一抉择视为抽象命题。ἤ... ἤ... 引导二者择一的间接从句。

  2. 722τάων, αἳ πίσυρές μιν ἄτερ χειρὸς κατάγουσιν / λαιῆς

    承接前一行的 πρώτῃ τότε μοίρῃ,τάων 作为指示代名词表部分属格,引出关系从句 αἳ πίσυρές μιν... κατάγουσιν(“拉他下沉的那四个等分”)。主格数词 πίσυρες 与关系代词 αἵ 同格,作 κατάγουσιν 的主语。χειρὸς 与 λαιῆς 跨越动词 κατάγουσιν 形成显著的倒置离隔结构(hyperbaton)。

  3. 766ἦρι θαλάσσης

    与格形式 ἦρι 在语法上既可视为副词性与格 ἠρί(“清晨、拂晓”),亦可视为 ἦρ(“春季”)的与格。与所依附的属格 θαλάσσης 连用,在此指“春日之海(初春险恶多变的海况)”,与前句静谧的夜色(γαληναίῃ ὑπὸ νυκτί)形成对比,表现航海者对初春风浪突袭的戒惧。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0653.tlg001.humanitext-grc2:712-781