- 底本
- Aratus Solensis. Callimachus and Lycophron; Aratus. Mair, Gilbert Robinson, editor. London: William Heinemann; New York: G.P. Putnam's Sons, 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0653.tlg001.humanitext-grc2:643-711
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段叙述了天蝎刺杀猎户座的神话结局以及猎户座与喀西厄佩亚座等的西沉,随后详尽列举了随射手座、摩羯座、宝瓶座、双鱼座及白羊座升起而交替出没的诸星座关系。
σκορπίον, ὅς ῥά μιν οὖτα καὶ ἔκτανε πολλὸν ἐόντα
——正是天蝎,当天蝎显现时,比身形庞大的猎户座更为强盛,
πλειότερος προφανείς,1 ἐπεὶ Ἄρτεμιν ἤκαχεν αὐτήν.
将其刺击并杀死;因为猎户座触怒了阿耳忒弥斯女神自身。
τούνεκα δὴ καί φασι περαιόθεν ἐρχομένοιο
因此世人传说,当天蝎自彼岸升起时,
σκορπίου Ὠρίωνα περὶ χθονὸς ἔσχατα φεύγειν.
猎户座便向大地的极边逃遁。
οὐδὲ μέν, Ἀνδρομέδης καὶ Κήτεος ὅσσʼ ἐλέλειπτο,
不仅如此,仙女座与海怪所遗留的部分,
κείνου ἔτʼ ἀντέλλοντος ἀπευθέες, ἀλλʼ ἄρα καὶ τοὶ
亦绝非对那〔天蝎〕的升起浑然不觉,
πανσυδίῃ φεύγουσιν. ὁ δὲ ζώνῃ τότε Κηφεὺς
而是皆仓皇奔逃。彼时刻甫斯以其腰带摩擦地面,
γαῖαν ἐπιξύει, τὰ μὲν ἐς κεφαλὴν μάλα πάντα
将其直至头部的一切全然沉入大洋深处;
βάπτων ὠκεανοῖο, τὰ δʼ οὐ θέμις, ἀλλὰ τά γʼ αὐταὶ
然而其余部分——足、
ἄρκτοι κωλύουσι,2 πόδας καὶ γοῦνα καὶ ἰξύν.
膝与腰身——则不被准许沉没,而是双熊自身将其阻拦。
ἡ δὲ καὶ αὐτὴ παιδὸς ἐπείγεται εἰδώλοιο
可怜的喀西厄佩亚自身亦急忙追随其女儿的形象;
δειλὴ Κασσιέπεια. τὰ δʼ οὐκέτι οἱ κατὰ κόσμον
她不再端庄地显现在宝座之上,
φαίνεται ἐκ δίφροιο, πόδες καὶ γούναθʼ ὕπερθεν,
双足与双膝高仰,
ἀλλʼ ἥ γʼ ἐς κεφαλὴν ἴση δύετʼ ἀρνευτῆρι
而是宛若潜水者般头朝下沉落,与双膝分离;
μειρομένη γονάτων,3 ἐπεὶ οὐκ ἄρʼ ἔμελλεν ἐκείνη
因为她妄图与多里斯及帕诺佩平起平坐,
Δωρίδι καὶ Πανόπῃ μεγάλων ἄτερ ἰσώσασθαι.
注定不可能不付出巨大的代价。
ἡ μὲν ἄρʼ εἰς ἑτέρην φέρεται· τὰ δὲ νειόθεν ἄλλα
她便被运往另一侧;
οὐρανὸς ἀντιφέρει, Στεφάνοιό τε δεύτερα κύκλα
而天空则从下方相应运来其他星座:
ὕδρης τʼ ἐσχατιήν, φορέει τʼ ἔπι Κενταύροιο
北冕座的后半圆环与长蛇座的尾端,
σῶμά τε καὶ κεφαλὴν καὶ Θηρίον ὅ ῥʼ ἐνὶ χειρὶ
并升起半人马座的身躯与头颅,
δεξιτερῇ Κένταυρος ἔχει. τοὶ δʼ αὖθι μένουσιν
以及半人马右手所持的野兽。
τόξον ἐπερχόμενον πρότεροι πόδες ἱππότα Φηρός.
然而这半人半马的野兽前足尚在原处等候弓箭(射手座)的来临。
τόξῳ καὶ σπείρη Ὄφιος καὶ σῶμʼ Ὀφιούχου
伴随弓箭的来临,
ἀντέλλει ἐπιόντι· καρήατα δʼ αὐτὸς ἀγινεῖ
巨蛇的盘曲与蛇夫座的身躯亦相继升起;
σκορπίος ἀντέλλων, ἀνάγει δʼ αὐτὰς Ὀφιούχου
天蝎自身在升起时引出两者的头部,
χεῖρας καὶ προτέρην Ὄφιος πολυτειρέος ἀγήν.
并带出蛇夫座的双臂与繁星点点的巨蛇的前折之躯。
τοῦ γε μὲν Ἐγγόνασιν, περὶ γὰρ τετραμμένος αἰεὶ
至于那“屈膝者”
ἀντέλλει, τότε μὲν περάτης ἐξέρχεται ἄλλα,
——因其始终倒转而升起——彼时从彼岸破空而出的乃是其四肢、
γυῖά τε καὶ ζώνη καὶ στήθεα πάντα καὶ ὦμος
腰带、整个胸膛,
δεξιτερῇ σὺν χειρί· κάρη δʼ ἑτέρης μετὰ χειρὸς
以及肩膀与右手;
τόξῳ ἀνέρχονται καὶ Τοξότῃ ἀντέλλοντι.
而其头颅与另一只手则伴随弓箭与升起的射手座一同浮现。
σὺν τοῖς Ἑρμαίη τε Λύρη καὶ στήθεος ἄχρις
与他们同来的还有赫耳墨斯的琴座,
Κηφεὺς ἠῴου παρελαύνεται ὠκεανοῖο,
以及刻甫斯直至胸部的躯体,
ἦμος καὶ μεγάλοιο Κυνὸς πᾶσαι ἀμαρυγαὶ
皆自东方大洋显现;彼时大犬座的所有光华皆沉落,
δύνουσιν, καὶ πάντα κατέρχεται Ὠρίωνος,
猎户座的一切皆下沉,
πάντα γε μὴν ἀτέλεστα διωκομένοιο Λαγωοῦ.
被追逐的天兔座亦在未竟的狩猎中全然沉落。
ἀλλʼ οὐχ Ἡνιόχῳ Ἔριφοι οὐδʼ Ὠλενίη Αἲξ
然而御夫座的双雏山羊与奥勒诺斯山羊并不立即离去;
εὐθὺς ἀπέρχονται· τὰ δέ οἱ μεγάλην ἀνὰ χεῖρα
它们在他的大手中闪烁,
λάμπονται, καί οἱ μελέων διακέκριται ἄλλων
并在与太阳相合时,
κινῆσαι χειμῶνας4 ὅτʼ ἠελίῳ συνίωσιν.
以能激起暴风雨而有别于御夫座的其他肢体。
Ἀλλὰ τὰ μὲν, κεφαλήν τε καὶ ἄλλην χεῖρα καὶ ἰξύν,
但是,御夫座的头部、另一只手以及腰部,
αἰγόκερως ἀνιὼν κατάγει· τὰ δὲ νείατα πάντα
升起的摩羯座将它们拉向地下;
αὐτῷ Τοξευτῆρι κατέρχεται. οὐδέ τι Περσεὺς
而其最下部的身躯则随射手座一同沉落。
οὐδέ τι ἄκρα κόρυμβα μένει πολυτείρεος Ἀργοῦς·
珀耳修斯与缀满星辰的阿尔戈船的最高船舳亦绝不留连:
ἀλλʼ ἤτοι Περσεὺς μὲν ἄτερ γουνός τε ποδός τε
珀耳修斯除右膝与右足外皆已下沉,
δεξιτεροῦ δύεται, πρύμνης δʼ ὅσον ἐς περιαγήν·
阿尔戈船则沉至其船尾弯曲之处;
αὐτὴ δʼ Αἰγοκερῆϊ κατέρχεται ἀντέλλοντι,
船身自身随着摩羯座的升起而沉没,
ἦμος καὶ Προκύων δύεται, τὰ δʼ ἀνέρχεται ἄλλα,
彼时小犬座亦沉落,而其他星辰则升起:
ὄρνις τʼ Αἰητός τε τά τε πτερόεντος Ὀϊστοῦ
天鹅、天鹰、带翼的天箭之星,
τείρεα καὶ νοτίοιο Θυτηρίου ἱερὸς ἕδρη.
以及南方祭坛座的圣洁之座。
ἵππος δʼ Ὑδροχόοιο νέον περιτελλομένοιο
当宝瓶座新近升起回转之际,
ποσσί τε καὶ κεφαλῇ ἀνελίσσεται· ἀντία δʼ Ἵππου
飞马座以双足与头颅盘旋而起;在飞马座的对面,
ἐξ οὐρῆς Κένταυρον ἐφέλκεται ἀστερίη Νύξ.
星光灿烂的黑夜将半人马座从尾部拖下。
ἀλλʼ οὔ οἱ δύναται κεφαλὴν οὐδʼ εὐρέας ὤμους
然而黑夜无法将其头颅、
αὐτῷ σὺν θώρηκι χαδεῖν. ἀλλʼ αἴθοπος Ὕδρης
宽阔的双肩连同其胸膛一并吞没。
αὐχενίην κατάγει σπείρην καὶ πάντα μέτωπα.
但黑夜将闪亮长蛇座的颈项盘卷与整个头部拖入地下。
ἡ δὲ καὶ ἐξόπιθεν πολλὴ μένει· ἀλλʼ ἄρα καὶ τὴν
长蛇座在后方仍留下硕大的身躯;
αὐτῷ Κενταύρῳ, ὁπότʼ ἰχθύες ἀντέλλωσιν,
然而当双鱼座升起时,
ἀθρόον ἐμφέρεται. ὁ δʼ ἐπʼ Ἰχθύσιν ἔρχεται Ἰχθὺς
〔黑夜〕亦将其随半人马座自身一并全然带下。紧随双鱼座而来的,
αὐτῷ κυανέῳ ὑποκείμενος Αἰγοκερῆϊ,
是卧于幽暗摩羯座下方的(南)鱼座,并非全盘托出,
οὐ μὲν ἄδην, ὀλίγον δὲ δυωδεκάδʼ ἀμμένει ἄλλην.
而是略微等候另一个十二等分区间的推移。
οὕτω καὶ μογεραὶ χεῖρες καὶ γοῦνα καὶ ὦμοι
同样,安德洛墨达劳顿的双手、
Ἀνδρομέδης δίχα πάντα, τὰ μὲν πάρος, ἄλλα δʼ ὀπίσσω,
双膝与肩膀亦全然被扯向两方,一部分在前,
τείνεται, ὠκεανοῖο νέον ὁπότε προγένωνται
另一部分在后,正值双鱼座重新破大洋而出之时:
Ἰχθύες ἀμφότεροι. τὰ μέν οἱ κατὰ δεξιὰ χειρὸςαὐτοὶ ἐφέλκονται, τὰ δʼ ἀριστερὰ νειόθεν ἕλκει
其右侧身躯由双鱼座自身引出,
κριός ἀνερχόμενος. τοῦ καὶ περιτελλομένοιο
而其左侧身躯则由升起的白羊座自下方拉起。当白羊座升起运转时,
ἑσπερόθεν κεν ἴδοιο Θυτήριον· αὐτὰρ ἐν ἄλλῃ
人们可在西方望见祭坛座;而在另一侧,
Περσέος ἀντέλλοντος ὅσον κεφαλήν τε καὶ ὤμους.
珀耳修斯则升起直至其头部与双肩。
- 643πολλὸν ἐόντα πλειότερος προφανείς
πολλὸν ἐόντα 为表让步意义的分词短语(“纵使其身躯庞大”)。与之相对,主格比较级形容词 πλειότερος 修饰主语天蝎,在此处并非仅指数量,而是表示力量上的压制与优越(“显得更为强大”)。
- 651τὰ δʼ οὐ θέμις, ἀλλὰ τά γʼ αὐταὶ ἄρκτοι κωλύουσι
承接前文 βάπτων ὠκεανοῖο(浸入大洋)的省略句式。与沉入洋面的 τὰ μέν(头部及上半身)相对,τὰ δέ(腿、膝与腰身)沉没则为“天理所不容”(οὐ θέμις),天文学上借大熊座与小熊座(ἄρκτοι)作为拱极星恒不下沉的特性,生动表现其永不没入地平线。
- 656ἀρνευτῆρι μειρομένη γονάτων
ἀρνευτήρ 意为“潜水者”或“翻筋斗纵身跳水者”。μειρομένη 与表示分离的属格 γονάτων 连用,作现在时被动态分词(“与双膝相分离”)。此处将喀西厄佩亚座倒悬下沉、头部朝下双膝在上的星象,比作脱离了双膝支撑、一头扎入水中的潜水者。
- 681καί οἱ μελέων διακέκριται ἄλλων κινῆσαι χειμῶνας
不定词 κινῆσαι 作为说明性(epexegetical)不定词补充动词 διακέκριται(“在激起暴风雨方面显得格外突出”)。μελέων ἄλλων 则为表分离或比较的属格(“有别于他的其他肢体/星辰”)。
