← 阿拉托斯

天象

§431-500

南天诸星座与行星及夏至线的配置

诗人记述了半人马座、豺狼座(野兽)、长蛇座、巨爵座、乌鸦座和小犬座的方位与天象征兆,并将五颗行星的漂泊轨迹与恒星天球的圆环相对比,以银河为参照详述夏至线(北回归线)所穿越的诸星座。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
431

εἰ δέ κεν ἑσπερίης μὲν ἁλὸς Κενταύρου ἀπείηὦμος ὅσον προτέρης, ὀλίγη δέ μιν εἰλύοι ἀχλὺς

如果半人马的肩部距离西面的海与距离东面的海同样遥远,

αὐτόν, ἀτὰρ μετόπισθεν ἐοικότα σήματα τεύχοι

一层薄雾将他笼罩,

νὺξ ἐπὶ παμφανόωντι Θυτηρίῳ, οὔ σε μάλα χρὴ

而黑夜又在他身后的明亮天坛上显现出相似的征兆,

435

ἐς νότον ἀλλʼ εὔροιο περισκοπέειν ἀνέμοιο.1

你便不该提防南风,而当密切防备东风。

δήεις δʼ ἄστρον ἐκεῖνο δύω ὑποκείμενον ἄλλοις·

你会发现那一星座卧于另外两个星座之下:

τοῦ γάρ τοι τὰ μὲν ἀνδρὶ ἐοικότα νειόθι κεῖται

因为他酷似人形的部分位于天蝎座之下,

σκορπίου, ἱππούραια δʼ ὑπὸ σφίσι Χηλαὶ ἔχουσιν.

而双螯则将他的马尾部置于自己下方。

αὐτὰρ ὁ δεξιτερὴν αἰεὶ τανύοντι ἔοικενἀντία δινωτοῖο Θυτηρίου, ἐν δέ οἱ ἀπρὶξ

但他始终宛如向着回旋的天坛伸出右手,

ἄλλο μάλʼ ἐσφήκωται ἐληλάμενον διὰ χειρὸς

而他的手中紧紧握着另一只被贯穿的野兽;

θηρίον· ὣς γάρ μιν πρότεροι ἐπεφημίξαντο.

因为古人正是如此称呼它的。

ἀλλʼ ἔτι γάρ τε καὶ ἄλλο περαιόθεν ἕλκεται ἄστρον·

然而更有另一星座从更远处延展而来;

ὕδρην μιν καλέουσι, τὸ δὲ ζώοντι ἐοικὸς

人们称它为长蛇座,

445

ἠνεκὲς εἰλεῖται· καί οἱ κεφαλὴ ὑπὸ μέσσον

它如同活物般绵延盘绕。它的头部伸至巨蟹座正中下方,

καρκίνον ἱκνεῖται, σπείρη δʼ ὑπὸ σῶμα Λέοντος,

其盘卷的躯体在狮子座身下,

οὐρὴ δὲ κρέμαται ὑπὲρ αὐτοῦ Κενταύροιο.

尾部则低垂在半人马座正上方。

μέσσῃ δὲ σπείρῃ κρητὴρ, πυμάτῃ δʼ ἐπίκειται

在其中部的盘卷处搁着巨爵,

εἴδωλον κόρακος σπείρην κόπτοντι ἐοικός.

在尾端则卧着乌鸦的形象,宛如正在啄食其盘身。

450

καὶ μὴν καὶ προκύων Διδύμοις ὕπο καλὰ φαείνει.

此外,小犬座亦在双子座下方明亮闪烁。

ταῦτά κε θηήσαιο παρερχομένων ἐνιαυτῶν

随着岁月流转,你可在年复一年的时节中依次观赏它们;

ἑξείης παλίνωρα· τὰ γὰρ καὶ πάντα μάλʼ αὕτως

因为在黑夜流逝时,

οὐρανῷ εὖ ἐνάρηρεν ἀγάλματα νυκτὸς ἰούσης.

所有这些星象皆如此完好地固嵌于天空作为华丽的点缀。

οἱ δʼ ἐπιμὶξ ἄλλοι πέντʼ ἀστέρες, οὐδὲν ὁμοῖοι,

至于其他混杂运行的五颗星辰,则与它们绝不相同,

455

παντόθεν εἰδώλων δυοκαίδεκα δινεύονται.

在十二星座之间四处回旋流转。

οὐκ ἂν ἔτʼ εἰς ἄλλους ὁρόων ἐπιτεκμήραιο

你无法再通过观察其他星宿来推断它们位于何处;

κείνους ἧχι κέονται· ἐπεὶ πάντες μετανάσται,

因为它们全皆是漂泊之星,

μακροὶ δέ σφεων εἰσὶν ἑλισσομένων ἐνιαυτοί,

它们回旋的周期极其漫长,

μακρὰ δὲ σήματα κεῖται ἀπόπροθεν εἰς ἓν ἰόντων.

它们从远方交汇于一处的征兆亦遥不可及。

460

οὐδʼ ἔτι θαρσαλέος κείνων ἐγώ· ἄρκιος εἴην

关于它们,我尚无胆量多言;

ἀπλανέων τά τε κύκλα τά τʼ αἰθέρι σήματʼ ἐνισπεῖν.

愿我足以讲明天空中恒星的轨迹与征兆便足矣。

ἦτοι μὲν τά γε κεῖται ἀλίγκια δινωτοῖσιν

确实,那四道圆环宛如旋削的轮圈般分布,

τέσσαρα, τῶν κε μάλιστα πόθη ὄφελός τε γένοιτο

对于观察流转岁时之尺度的人而言,

μέτρα περισκοπέοντι κατανομένων ἐνιαυτῶν.

它们乃是极需且大有裨益的。

465

σήματα δʼ εὖ μάλα πᾶσιν ἐπιρρήδην περίκειται

所有圆环上皆极其明确地附着诸多征兆,

πολλά τε καὶ σχεδόθεν πάντη συνεεργμένα πάντα.

彼此紧密相连。

αὐτοὶ δʼ ἀπλανέες καὶ ἀρηρότες ἀλλήλοισιν

它们自身皆是恒定不动且彼此协调的;

πάντες· ἀτὰρ μέτρῳ γε δύω δυσὶν ἀντιφέρονται.

但在尺寸上,则有两两成对、大小各异。

εἴ ποτέ τοι νυκτὸς καθαρῆς, ὅτε πάντας ἀγαυοὺς

如果在某个晴朗的夜晚,

470

ἀστέρας ἀνθρώποις ἐπιδείκνυται οὐρανίη Νύξ,

当天穹的黑夜向凡人展示所有灿烂的群星,

οὐδέ τις ἀδρανέων φέρεται διχόμηνι σελήνῃ,

无一颗星辰因望月而显得衰微,

ἀλλὰ τά γε κνέφαος διαφαίνεται ὀξέα πάντα—εἴ ποτέ τοι τημόσδε περὶ φρένας ἵκετο θαῦμα,2

反而全都锐利地穿透幽暗闪现光芒——如果在彼时惊叹之情涌入你的心扉,

σκεψαμένῳ πάντη κεκεασμένον εὐρέϊ κύκλῳ

见天穹被一道宽广的圆环四面劈开,

475

οὐρανόν, ἢ καί τίς τοι ἐπιστὰς ἄλλος ἔδειξεν

抑或有旁人伫立身侧向你指点那轮星目闪烁的转轮,

κεῖνο περιγληνὲς τροχαλόν, γάλα μιν καλέουσιν·

人们称之为银河——那么,

τῷ δʼ ἤτοι χροιὴν μὲν ἀλίγκιος οὐκέτι κύκλος

在色泽上便再无相似的圆环运转;但在尺寸上,

δινεῖται, τὰ δὲ μέτρα τόσοι πισύρων περ ἐόντων

尽管共有四环,其中两环与之相当,

οἱ δύο, τοὶ δέ σφεων μέγα μείονες εἱλίσσονται.

而另两环在运转中则远小于它们。

480

τῶν ὁ μὲν ἐγγύθεν ἐστὶ κατερχομένου βορέαο.

其中一环靠近降下的北风。

ἐν δέ οἱ ἀμφότεραι κεφαλαὶ Διδύμων φορέονται,

双子座的两颗头颅在其中运转,

ἐν δέ τε γούνατα κεῖται ἀρηρότος Ἡνιόχοιο,

稳固的御夫座的双膝落于其上,

λαιὴ δὲ κνήμη καὶ ἀριστερὸς ὦμος ἐπʼ αὐτῷ

珀耳修斯的左胫骨与左肩位于其上;

Περσέος, Ἀνδρομέδης δὲ μέσην ἀγκῶνος ὕπερθεν

它横贯安德洛墨达肘部上方的右臂中部:

485

δεξιτερὴν ἐπέχει· τὸ μέν οἱ θέναρ ὑψόθι κεῖται,

她的手掌位于更高处,

ἀσσότερον βορέαο, νότῳ δʼ ἐπικέκλιται ἀγκών·

更接近北风,而手肘则偏向南方。

ὁπλαὶ δʼ Ἵππειοι, καὶ ὑπαύχενον Ὀρνίθειον

飞马的双蹄、天鹅颈部下方连同头部顶端,

ἄκρῃ σὺν κεφαλῇ, καλοί τʼ Ὀφιούχεοι ὦμοι,

以及蛇夫座俊美的双肩,

αὐτὸν δινεύονται ἐληλάμενοι περὶ κύκλον·

皆沿着这一圆环被驱驰运转。

490

ἡ δʼ ὀλίγον φέρεται νοτιωτέρη, οὐδʼ ἐπιβάλλει,

室女座运行得略偏南,并不触及该环;

παρθένος· ἀλλὰ Λέων καὶ Καρκίνος· οἱ μὲν ἄρʼ ἄμφω

然而狮子座与巨蟹座——这两者依次横卧,

ἑξείης κέαται βεβλημένοι, αὐτὰρ ὁ κύκλος

那圆环从狮子的胸部下方、

τὸν μὲν ὑπὸ στῆθος καὶ γαστέρα μέχρι παρʼ αἰδῶ

腹部直至私处将其切过,

τέμνει, τὸν δὲ διηνεκέως ὑπένερθε χελείου

又从巨蟹甲壳下方笔直穿过,

495

καρκίνον, ἧχι μάλιστα διχαιόμενόν κε νοήσαις

在你可以设想它正好垂直对半平分之处切开,

ὀρθόν, ἵνʼ ὀφθαλμοὶ κύκλου ἑκάτερθεν ἴοιεν.

使得双眼各落于圆环两侧。

τοῦ μέν, ὅσον τε μάλιστα, διʼ ὀκτὼ μετρηθέντος,

若尽可能将这圆环均分为八份,

πέντε μὲν ἔνδια στρέφεται καθʼ ὑπέρτερα γαίης,

其中五份在白昼运行于大地之上,

τὰ τρία δʼ ἐν περάτῃ·3 θέρεος δέ οἱ ἐν τροπαί εἰσιν.

三份则运行于下界;夏至点正位于此环。

500

ἀλλʼ ὁ μὲν ἐν βορέω περὶ Καρκίνον ἐστήρικται.

它便如此稳固地定于北方巨蟹座周围。

语法注3 条
  1. 434οὔ σε μάλα χρὴ ἐς νότον ἀλλʼ εὔροιο περισκοπέειν ἀνέμοιο

    否定词 οὐ 不仅修饰 χρὴ,亦修饰介词短语 ἐς νότον,构成“不应当提防南风,而当防备东风”的对比。在 ἀλλά 之后,介词 ἐς 被承前省略,其支配的名词属格 εὔροιο ἀνέμοιο 隐含了诸如 πνοιή 等被省略的词,或是动词 περισκοπέω 构成的紧凑倒装表达。

  2. 469εἴ ποτέ τοι νυκτὸς καθαρῆς... εἴ ποτέ τοι τημόσδε περὶ φρένας ἵκετο θαῦμα

    由 εἴ ποτέ τοι 两次重复引领的长大句式。前一组从属分句(包含 ὅτε、οὐδέ 和 ἀλλά 从句)详尽铺陈了澄澈夜空的情态,随后在第473行以 εἴ ποτέ τοι 重启条件句(复叙法 epanaphora),最终在缺乏形式上对称的主句结果句的情况下,自然过渡到对银河的说明中(破格构文 anacoluthon)。

  3. 497τοῦ μέν, ὅσον τε μάλιστα, διʼ ὀκτὼ μετρηθέντος, πέντε μὲν ἔνδια στρέφεται καθʼ ὑπέρτερα γαίης, τὰ τρία δʼ ἐν περάτῃ

    τοῦ... μετρηθέντος 为独立属格,意为“若将这一圆环分为八等份”。主句中的 πέντε μὲν... τὰ τρία δέ 说明其在天地间的分配比例(五份在地上白天,三份在地下黑夜),准确反映了古希腊天文学中夏至昼夜比例 15:9(即 5:3)的专门术语构文。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0653.tlg001.humanitext-grc2:431-500