- 底本
- Aratus Solensis. Callimachus and Lycophron; Aratus. Mair, Gilbert Robinson, editor. London: William Heinemann; New York: G.P. Putnam's Sons, 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0653.tlg001.humanitext-grc2:356-430
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节依次描绘了巨鲸座、波江座、星座命名的缘由、南鱼座及宝瓶座流注的“水”,随后记述了天坛座的升起及其作为海暴前兆的警示与水手的防范。
κεκλιμένη φέρεται, τὸ δέ οἱ νότος ἐχθρὸν ἀγινεῖ
她倾斜着身躯运行,但南风却驱使可憎的巨鲸向她逼近,
κῆτος, ὑπὸ Κριῷ τε καὶ Ἰχθύσιν ἀμφοτέροισιν,
它位于白羊座与双鱼座的正下方,
βαιὸν ὑπὲρ Ποταμοῦ βεβλημένον ἀστερόεντος.
横卧在星光闪烁的江河略上方。
οἶον γὰρ κἀκεῖνο θεῶν ὑπὸ ποσσὶ φορεῖται
因为那江河也同样独自在众神脚下流淌,
λείψανον Ἠριδανοῖο, πολυκλαύτου ποταμοῖο.
乃是饱受悲泣的厄里达诺斯河的遗迹。
καὶ τὸ μὲν Ὠρίωνος ὑπὸ σκαιὸν πόδα τείνει·
它一直延伸到俄里翁的左足下方。
δεσμοὶ δʼ οὐραῖοι, τοῖς Ἰχθύες ἄκροι ἔχονται,1
系在双鱼尾端并将它们维系在一起的绳索,
ἄμφω συμφορέονται ἀπʼ οὐραίων κατιόντες·
自两鱼尾部下垂而汇聚,
Κητείης δʼ ὄπιθεν λοφίης ἐπιμὶξ φορέονται
在巨鲸的背鳍后方交织融为一体;
εἰς ἓν ἐλαυνόμενοι· ἑνὶ δʼ ἀστέρι πειραίνονται
它们终结于巨鲸身上的一颗星,
κήτεος, ὃς κείνου πρώτῃ ἐπίκειται ἀκάνθῃ.
那颗星正位于它的第一节脊骨之上。
οἱ δʼ ὀλίγῳ μέτρῳ ὀλίγῃ δʼ ἐγκείμενοι αἴγλῃ
另有一些尺度狭小、光华微弱的星辰,
μεσσόθι πηδαλίου καὶ Κήτεος εἱλίσσονται,
在船舵与巨鲸之间盘旋,
γλαυκοῦ πεπτηῶτες ὑπὸ πλευρῇσι Λαγωοῦ
蜷缩在灰白野兔的肋下,寂寂无名;
νώνυμοι· οὐ γὰρ τοί γε τετυγμένου εἰδώλοιο
因为它们并未被安排得宛如塑就的具象肢体,
βεβλέαται μελέεσσιν ἐοικότες, οἷά τε πολλὰ
不像诸多星宿那样,
ἑξείης στιχόωντα παρέρχεται αὐτὰ κέλευθα
随着岁月流转在同一轨迹上井然有序地次第经过。
ἀνομένων ἐτέων· τά τις ἀνδρῶν οὐκέτʼ ἐόντων
那些星宿皆是由某位不复在世的先人所构想,
ἐφράσατʼ ἠδʼ ἐνόησεν ἅπαντʼ ὀνομαστὶ καλέσσαι
他赋予其形态,
ἤλιθα μορφώσας. οὐ γάρ κʼ ἐδυνήσατο πάντων
以便呼出全部星辰之名。因为若将每一颗星辰单独区分,
οἰόθι κεκριμένων ὄνομʼ εἰπεῖν, οὐδὲ δαῆναι.2
他是绝无法说出其名,亦无法全然知晓的;
πολλοὶ γὰρ πάντη, πολέων δʼ ἐπὶ ἶσα πέλονται
由于各处的星辰实在繁多,
μέτρα τε καὶ χροιή, πάντες γε μὲν ἀμφιέλικτοι.
且诸多星辰的大小与色泽皆相似,全都回旋往复。
τῶ καὶ ὁμηγερέας οἱ ἐείσατο ποιήσασθαι
因此在他看来,将群星聚合为一体乃是良策,
ἀστέρας, ὄφρʼ ἐπιτὰξ ἄλλῳ παρακείμενος ἄλλος
以便星辰逐一相邻排列,
εἴδεα σημαίνοιεν. ἄφαρ δʼ ὀνομαστὰ γένοντο
能够昭示出具体的形貌。于是群星旋即获得了名称,
ἄστρα, καὶ οὐκέτι νῦν ὑπὸ θαύματι τέλλεται ἀστήρ.
如今再无任何星辰会作为无法索解的异象而升起。
ἀλλʼ οἱ μὲν καθαροῖς ἐναρηρότες εἰδώλοισιν
那些组合成清晰形象的星辰赫然可见;
φαίνονται· τὰ δʼ ἔνερθε διωκομένοιο Λαγωοῦ
而在被追逐的野兔下方的星辰,
πάντα μάλʼ ἠερόεντα καὶ οὐκ ὀνομαστὰ φέρονται.
则全都极其暗淡,无名地运转着。
νειόθι δʼ Αἰγοκερῆος, ὑπὸ πνοιῇσι νότοιο,
在摩羯座下方,南风吹拂之处,
ἰχθὺς ἐς Κῆτος τετραμμένος αἰωρεῖται
有一条游鱼悬浮其间,面向巨鲸,
οἶος ἀπὸ προτέρων, νότιον δέ ἑ κικλήσκουσιν.
与先前的双鱼分离独立,人们称它为南鱼。
ἄλλοι δέ, σποράδην ὑποκείμενοι Ὑδροχοῆϊ,
其他零散分布在宝瓶座下方的星辰,
κήτεος αἰθερίοιο καὶ Ἰχθύος ἠερέθονται
在天空的巨鲸与南鱼之间迟缓漂浮,
μέσσοι νωχελέες καὶ ἀνώνυμοι· ἐγγύθι δέ σφεων,
同样默默无名。在它们近旁,
δεξιτερῆς ἀπὸ χειρὸς ἀγαυοῦ Ὑδροχόοιο,
自尊贵的宝瓶座右手处,
οἵη τίς τʼ ὀλίγη χύσις ὕδατος ἔνθα καὶ ἔνθα
宛若一缕向四方泼洒的细微水流,
σκιδναμένου, χαροποὶ καὶ ἀναλδέες εἱλίσσονται.
清亮而微弱的星辰盘旋回转。
ἐν δέ σφιν δύο μᾶλλον ἐειδόμενοι φορέονται
其中运转着两颗更为显眼的星,
ἀστέρες, οὔτε τι πολλὸν ἀπήοροι, οὔτε μάλʼ ἐγγύς·
彼此既非相距甚远,亦非紧贴近旁:
εἷς μὲν ὑπʼ ἀμφοτέροισι ποσὶν καλός τε μέγας τε
一颗优美而硕大,位于宝瓶座双足之下;
Ὑδροχόου, ὁ δὲ κυανέου ὑπὸ Κήτεος οὐρῇ.
另一颗则在深暗巨鲸的尾部之下。
τοὺς πάντας καλέουσιν ὕδωρ. ὀλίγοι γε μὲν ἄλλοινειόθι Τοξευτῆρος ὑπὸ προτέροισι πόδεσσιν
凡此诸星,人们皆唤作水流。射手座的前足下方,
δινωτοὶ κύκλῳ περιηγέες εἱλίσσονται.
另有少数星辰环绕回旋成一个圆圈。
αὐτὰρ ὑπʼ αἰθομένῳ κέντρῳ τέραος μεγάλοιο
此外,在庞大怪物天蝎座燃烧的尾刺之下,
σκορπίου, ἄγχι νότοιο, Θυτήριον αἰωρεῖται.
靠近南方之处,悬浮着天坛。
τοῦ δʼ ἤτοι ὀλίγον περ ἐπὶ χρόνον ὑψόθʼ ἐόντος
你当知晓它高悬天际的时间极为短促;
πεύσεαι· ἀντιπέρην γὰρ ἀείρεται Ἀρκτούροιο.καὶ τῷ μὲν μάλα πάγχυ μετήοροί εἰσι κέλευθοι
因为它是在大角星正对面升起。大角星的运行轨道极为高远,
ἀρκτούρῳ, τὸ δὲ θᾶσσον ὑφʼ ἑσπερίην ἅλα νεῖται.
而天坛则更为迅速地隐入西面的咸海之下。
ἀλλʼ ἄρα καὶ περὶ κεῖνο Θυτήριον ἀρχαίη Νύξ,ἀνθρώπων κλαίουσα πόνον, χειμῶνος ἔθηκεν
然而亘古的黑夜悲悯凡人的辛劳,
εἰναλίου μέγα σῆμα. κεδαιόμεναι γὰρ ἐκείνῃ
亦在那天坛周围设下了海上暴风雨的巨大征兆。因为破碎遇难的船只,
νῆες ἄπο φρενός εἰσι, τὰ δʼ ἄλλοθεν ἄλλα πιφαύσκει
实违她〔黑夜〕的心意,
σήματʼ, ἐποικτείρουσα πολυρροθίους ἀνθρώπους.
黑夜体恤在狂涛中挣扎的世人,从四方显现各样征兆。
τῶ μή μοι πελάγει νεφέων εἰλυμένον ἄλλων
因此,
εὔχεο μεσσόθι κεῖνο φανήμεναι οὐρανῷ ἄστρον,3αὐτὸ μὲν ἀνέφελόν τε καὶ ἀγλαόν, ὕψι δὲ μᾶλλον
请不要期盼那颗星宿出现在天空正中时被其他云海所吞没——它自身澄澈明亮,
κυμαίνοντι νέφει πεπιεσμένον, οἷά τε πολλὰ
却被上方翻腾的层云沉沉压迫,
θλίβετʼ ἀναστέλλοντος ὀπωρινοῦ ἀνέμοιο.
正如秋风逼退云层时常常遭受紧缩的那般。
πολλάκι γὰρ καὶ τοῦτο νότῳ ἔπι σῆμα τιτύσκει
因为黑夜往往亲自布下这道防范南风的预兆,
νὺξ αὐτή, μογεροῖσι χαριζομένη ναύτῃσιν.
以恩恤劳苦的水手。
οἱ δʼ εἰ μέν κε πίθωνται ἐναίσιμα σημαινούσῃ,
他们若顺从黑夜适时的示警,
αἶψά τε κοῦφά τε πάντα καὶ ἄρτια ποιήσωνται,
迅速将一切收拾得轻便整肃,
αὐτίκʼ ἐλαφρότερος πέλεται πόνος· εἰ δέ κε νηῒ
劳顿立时便会减轻;
ὑψόθεν ἐμπλήξῃ δεινὴ ἀνέμοιο θύελλα
但若可怕的狂风暴雨毫无预兆地从高处直扑船只,
αὕτως ἀπρόφατος, τὰ δὲ λαίφεα πάντα ταράξῃ,
将所有的船帆席卷凌乱,
ἄλλοτε μὲν καὶ πάμπαν ὑπόβρυχα ναυτίλλονται,
有时他们便会完全没入波涛之下航行;
ἄλλοτε δʼ, αἴ κε Διὸς παρανισσομένοιο τύχωσιν
有时若他们在祈祷中恰逢宙斯垂顾,
εὐχόμενοι, βορέω δὲ παραστράψῃ ἀνέμου ἴς,
北风的威势闪出电光,
πολλὰ μάλʼ ὀτλήσαντες ὅμως πάλιν ἐσκέψαντο
他们虽历尽艰险,
ἀλλήλους ἐπὶ νηΐ. νότον δʼ ἐπὶ σήματι τούτῳ
却终能在船上重逢互望。见此征兆,当惧防南风,
δείδιθι, μέχρι βορῆος ἀπαστράψαντος ἴδηαι.
直至望见北风闪出电光为止。
- 362δεσμοὶ δʼ οὐραῖοι, τοῖς Ἰχθύες ἄκροι ἔχονται
关系代名词 τοῖς 为表示手段或关联的与格,先行词是 δεσμοὶ οὐραῖοι。形容词 ἄκροι 作主语 Ἰχθύες 的表语性修饰语,意指双鱼在其尾端末梢处被绳索维系系连。
- 375οὐ γάρ κʼ ἐδυνήσατο πάντων οἰόθι κεκριμένων ὄνομʼ εἰπεῖν, οὐδὲ δαῆναι
此句为 ἄν (κʼ) 加直陈式过去时 ἐδυνήσατο 构成的与过去事实相反的虚拟条件句结论分句,表明若逐个星辰命名,绝无可能掌握或说出全部名称。属格短语 πάντων οἰόθι κεκριμένων 作为 ὄνομʼ εἰπεῖν 的关涉属格或所有属格。
- 413τῶ μή μοι πελάγει νεφέων εἰλυμένον ἄλλων εὔχεο μεσσόθι κεῖνο φανήμεναι οὐρανῷ ἄστρον,
τῶ 是表推论的副词(意为“因此”)。μοι 是伦理与格,增强向听众劝谕和恳求的语气。μή 搭配现在时命令式 εὔχεο 构成禁止语气;分词 εἰλυμένον 修饰不定式 φανήμεναι 的逻辑主语 κεῖνο ἄστρον,用以限定不希望星座以何种云层缠裹的状态呈现。
