← 阿拉托斯

天象

§501-571

南回归线、天赤道与黄道十二宫

诗人阐述了冬至线(南回归线)、天赤道以及与之斜交的黄道十二宫环的构造,列举了黄道十二星座的次序及其用于夜间计时的法则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
501

ἄλλος δʼ ἀντιόωντι νότῳ μέσον Αἰγοκερῆα

另一条圆环面向迎面而来的南风,

τέμνει καὶ πόδας Ὑδροχόου καὶ Κήτεος οὐρήν·

切过摩羯座的中部、宝瓶座的双足与鲸鱼座的尾部;

ἐν δέ οἵ ἐστι Λαγωός· ἀτὰρ Κυνὸς οὐ μάλα πολλὴν

天兔座位于其中,

αἴνυται, ἀλλʼ ὁπόσην ἐπέχει ποσίν· ἐν δέ οἱ Ἀργώ,

但该环并未占据大犬座的大部,仅占其双足所及之处;

505

καὶ μέγα Κενταύροιο μετάφρενον, ἐν δέ τε κέντρον

阿尔戈船、半人马座宽阔的后背、天蝎座的毒刺,

σκορπίου, ἐν καὶ Τόξον ἀγαυοῦ Τοξευτῆρος.

以及高贵的射手座的长弓皆在其中。

τὸν πύματον καθαροῖο παρερχόμενος βορέαο

太阳离开晴朗的北天,

ἐς νότον ἠέλιος φέρεται· τρέπεταί γε μὲν αὐτοῦ

在此环处行至最南端;

χειμέριος. καί οἱ τρία μὲν περιτέλλεται ὑψοῦ

冬至在此转向。在它的八个等分中,

510

τῶν ὀκτώ,1 τὰ δὲ πέντε κατώρυχα δινεύονται.

三份高高升起运转,五份则深沉于地下回旋。

μεσσόθι δʼ ἀμφοτέρων, ὅσσος πολιοῖο Γάλακτος,

在两者正中,

γαῖαν ὑποστρέφεται κύκλος διχόωντι ἐοικώς·

有一道与灰白色银河等大的圆环在下方环绕大地,

ἐν δέ οἱ ἤματα νυξὶν ἰσαίεται ἀμφοτέρῃσιν,

宛如将大地中分;在夏末与初春两季,

φθίνοντος θέρεος, τοτὲ δʼ εἴαρος ἱσταμένοιο.

该环使昼夜长短相等。

515

σῆμα δέ οἱ Κριὸς Ταύροιό τε γούνατα κεῖται,

白羊座与金牛座的双膝作为其标记位于其上,

κριὸς μὲν κατὰ μῆκος ἐληλάμενος διὰ κύκλου,

白羊座顺其长度被贯穿于环中,

Ταύρου δὲ σκελέων ὅσση περιφαίνεται ὀκλάξ.

金牛座则显现出其屈膝所及的腿部。

ἐν δέ τέ οἱ ζώνη εὐφεγγέος Ὠρίωνος

在其中还有明亮的猎户座腰带与灼热的长蛇座弯折之躯;

καμπή τʼ αἰθομένης Ὕδρης· ἐνί οἱ καὶ ἐλαφρὸς

轻巧的巨爵座、

520

κρητήρ, ἐν δὲ Κόραξ, ἐνὶ δʼ ἀστέρες οὐ μάλα πολλοὶ

乌鸦座,以及天秤座并不算多的星辰亦在其中;

Χηλάων· ἐν τῷ δʼ Ὀφιούχεα γοῦνα φορεῖται.

蛇夫座的双膝也在该环中运转。

οὐ μὴν Αἰητοῦ ἀπαμείρεται, ἀλλά οἱ ἐγγὺς

该环亦未失去天鹰座,

Ζηνὸς ἀητεῖται μέγας ἄγγελος. ἡ δὲ κατʼ αὐτὸν

宙斯的伟大使者在其附近翱翔;

ἱππείη κεφαλὴ καὶ ὑπαύχενον εἱλίσσονται.

马头与马颈下方亦沿其回旋。

525

τοὺς μὲν παρβολάδην ὀρθοὺς περιβάλλεται ἄξων

天轴使这三道圆环笔直平行,

μεσσόθι πάντας ἔχων· ὁ δὲ τέτρατος ἐσφήκωται

将它们全部环抱于中央;

λοξὸς ἐν ἀμφοτέροις, οἵ μίν ῥʼ ἑκάτερθεν ἔχουσιν

而第四道圆环则倾斜地嵌于两道相反对称的回归线之间,

ἀντιπέρην τροπικοί, μέσσος δέ ἑ μεσσόθι τέμνει.

两环将其夹于两侧,中央的一环则从中将其平分。

οὔ κεν Ἀθηναίης χειρῶν δεδιδαγμένος ἀνὴρ

即便受雅典娜亲授手艺之人,

530

ἄλλῃ κολλήσαιτο κυλινδόμενα τροχάλεια

亦无法以其他方式将滚动的轮圈如此完美地拼合,

τοῖά τε καὶ τόσα πάντα περισφαιρηδὸν ἑλίσσων,

使如此诸多轮圈全呈球状运转,

ὡς τά γʼ ἐναιθέρια πλαγίῳ συναρηρότα κύκλῳ

正如那些天空中的圆环与斜交的圆环紧密结合,

ἐξ ἠοῦς ἐπὶ νύκτα διώκεται ἤματα πάντα.

从黎明到黑夜在终年岁月中持续疾驰运转。

καὶ τὰ μὲν ἀντέλλει καὶ αὐτίκα νειόθι δύνει

那些平行的圆环皆并列升起并随即沉入地下;

535

πάντα παραβλήδην· μία δέ σφεων ἐστὶν ἑκάστου

对它们每一环而言,

ἑξείης ἑκάτερθε κατηλυσίη τʼ ἄνοδός τε.

两端的下落与升起皆依次对称。

αὐτὰρ ὅ γʼ ὠκεανοῦ τόσσον παραμείβεται ὕδωρ,

然而那道斜环渡过大洋水域的幅度,

ὅσσον ἀπʼ Αἰγοκερῆος ἀνερχομένοιο μάλιστα

恰似从升起的摩羯座滚动攀升至升起的巨蟹座的幅度;

καρκίνον εἰς ἀνιόντα κυλίνδεται· ὅσσον ἁπάντη

它在一端升起时占据多少,

540

ἀντέλλων ἐπέχει, τόσσον γε μὲν ἀλλόθι δύνων.

在另一端沉落时亦占据同样多。

ὅσσον δʼ ὀφθαλμοῖο βολῆς ἀποτέμνεται αὐγή.2

目力一瞥所截取的范围,

ἑξάκις ἂν τόσση μιν ὑποδράμοι. αὐτὰρ ἑκάστη

六倍于此的量便在其下运转;

ἴση μετρηθεῖσα δύω περιτέμνεται ἄστρα.

均等测量的每一部分皆包含两座星宿。

Ζωΐδιον δέ ἑ κύκλον ἐπίκλησιν καλέουσιν.

人们称它为黄道十二宫环。

545

τῷ ἔνι Καρκίνος ἐστί, Λέων δʼ ἐπὶ τῷ, καὶ ὑπʼ αὐτὸν

巨蟹座位于其中,其后是狮子座,

παρθένος· αἱ δʼ ἐπί οἱ Χηλαὶ καὶ Σκορπίος αὐτός,

狮子下方是室女座;其后是双螯(天秤座)

Τοξευτής τε καὶ Αἰγόκερως, ἐπὶ δʼ Αἰγοκερῆϊ

与天蝎座自身,射手座与摩羯座,

Ὑδροχόος· δύο δʼ αὐτὸν ὕπʼ Ἰχθύες ἀστερόωνται·

摩羯之后是宝瓶座;其下方有双鱼闪烁;

τοὺς δὲ μέτα Κριός, Ταῦρός δʼ ἐπὶ τῷ Δίδυμοί τε.

随之是白羊座,之后是金牛座与双子座。

550

ἐν τοῖς ἠέλιος φέρεται δυοκαίδεκα πᾶσιν

太阳在所有这十二宫中运行,

πάντʼ ἐνιαυτὸν ἄγων, καί οἱ περὶ τοῦτον ἰόντι

引领整年的岁月;当太阳沿着这条圆环前行时,

κύκλον ἀέξονται πᾶσαι ἐπικάρπιοι ὧραι.

所有孕育果实的时节皆得以滋长。

τοῦ δʼ ὅσσον κοίλοιο κατʼ ὠκεανοῖο δύηται,

这道圆环沉入幽深大洋的范围有多大,

τόσσον ὑπὲρ γαίης φέρεται· πάσῃ δʼ ἐπὶ νυκτὶ

运载于大地之上的范围亦同样广大。在每一个夜晚,

555

ἓξ αἰεὶ δύνουσι δυωδεκάδες κύκλοιο,

该环的十二等分中总有六份沉落,

τόσσαι δʼ ἀντέλλουσι. τόσον δʼ ἐπὶ μῆκος ἑκάστηνὺξ αἰεὶ τετάνυσται, ὅσον τέ περ ἥμισυ κύκλου

亦有六份升起。每个夜晚延续的时间长度,

ἀρχομένης ἀπὸ νυκτὸς ἀείρεται ὑψόθι γαίης.

恰好与从入夜起升至大地高处的半个圆环相当。

οὔ κεν ἀπόβλητον δεδοκημένῳ ἤματος εἴη

对于守候黎明之人而言,

560

μοιράων σκέπτεσθαι ὅτʼ ἀντέλλῃσιν ἑκάστη·3αἰεὶ γὰρ τάων γε μιῇ συνανέρχεται αὐτὸς

观察十二宫的每一部分何时升起绝非无益;

ἠέλιος. τὰς δʼ ἄν κε περισκέψαιο μάλιστα

因为太阳自身总是与其中之一共同升起。你若直接注视它们本身,

εἰς αὐτὰς ὁρόων· ἀτὰρ εἰ νεφέεσσι μέλαιναι

便能最好地加以观察;但若它们被乌云遮蔽,

γίνοιντʼ ἢ ὄρεος κεκρυμμέναι ἀντέλλοιεν,

或隐匿于山峦之后升起,

565

σήματʼ ἐπερχομένῃσιν ἀρηρότα ποιήσασθαι.

便应当以与它们的到来相协调的星象为凭据。

αὐτὸς δʼ ἂν μάλα τοι κεράων ἑκάτερθε διδοίη

大洋自身从其两岸,

Ὠκεανός, τά τε πολλὰ περιστρέφεται ἑοῖ αὐτῷ,

凭借在其周围运转的诸多星辰,

νειόθεν ὁππῆμος κείνων φορέῃσιν ἑκάστην.

必能向你揭示每一宫何时自下方升起。

οὔ οἱ ἀφαυρότατοι, ὅτε κάρκινος ἀντέλλῃσιν,

当巨蟹座升起时,

570

ἀστέρες ἀμφοτέρωθεν ἑλισσόμενοι περίκεινται,

绝非微弱的星宿在其两侧旋转围绕,一部分正在沉落,

τοὶ μὲν δύνοντες, τοὶ δʼ ἐξ ἑτέρης ἀνιόντες.

另一部分则自另一端升起。

语法注3 条
  1. 510τῶν ὀκτώ

    部分属格,意为“在八等分之中”,指将整周天均分为八份。前文夏至线(北回归线)为五份在地上、三份在地下,此处冬至线(南回归线)则三份在地上(περιτέλλεται ὑψοῦ)、五份在地下(κατώρυχα),表现出几何上的对称性。

  2. 541ὅσσον δʼ ὀφθαλμοῖο βολῆς ἀποτέμνεται αὐγή

    ὅσσον 为引入相关结构(ὅσσον... ἑξάκις ἂν τόσση...)的内层度量宾格。字面意为“目光投射的光束所截取的幅度”。在古代天文学中,一眼所能统摄的弧度约为60度(相当于黄道两宫),该幅度的六倍(ἑξάκις)即构成整周天的360度(十二宫)。

  3. 560μοιράων σκέπτεσθαι ὅτʼ ἀντέλλῃσιν ἑκάστη

    μοιράων 是依附于 ἑκάστη 的部分属格,指黄道十二等分之每一宫。ὅτε 引导的从句作为不定式 σκέπτεσθαι 的间接疑问宾语从句,而该不定式本身是非人称结构 οὔ κεν ἀπόβλητον εἴη 的语法主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0653.tlg001.humanitext-grc2:501-571