- 底本
- Aratus Solensis. Callimachus and Lycophron; Aratus. Mair, Gilbert Robinson, editor. London: William Heinemann; New York: G.P. Putnam's Sons, 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0653.tlg001.humanitext-grc2:284-355
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诗人告诫在摩羯座与射手座主导的冬季航海的险恶,随后依次描述天箭座、天鹰座、海豚座,以及南天的猎户座、缀有天狼星的大犬座、天兔座、阿耳戈船和鲸鱼座的星象与方位。
δεξιτερὴ τετάνυσθʼ· ὁ δʼ ὀπίστερος Αἰγοκερῆος
他的右手伸展着,而他则在摩羯座之后升起。
τέλλεται. αὐτὰρ ὅ γε πρότερος καὶ νειόθι μᾶλλον
然而摩羯座本身却更为先行,并且倾伏得更低,
κέκλιται αἰγόκερως, ἵνα τε τρέπετʼ ἠελίου ἴς.
那正是太阳威力转向的冬至之处。
μὴ κείνῳ ἐνὶ μηνὶ περικλύζοιο θαλάσσῃ
在那一月份,愿你不要在海中饱受狂涛冲击,
πεπταμένῳ πελάγει κεχρημένος. οὔτε κεν ἠοῖ
不要擅自驶入开阔的汪洋。
πολλὴν πειρήνειας, ἐπεὶ ταχινώταταί εἰσιν·
你在白昼也无法航行多远,因为白昼最短促;
οὔτʼ ἄν τοι νυκτὸς πεφοβημένῳ ἐγγύθεν ἠὼς
而在恐惧中的黑夜里,即便你万般呼号,
ἔλθοι καὶ μάλα πολλὰ βοωμένῳ. οἱ δʼ ἀλεγεινοὶ
黎明也不会轻易临近你。当太阳与摩羯相遇时,
τῆμος ἐπιρρήσσουσι νότοι, ὁπότʼ Αἰγοκερῆϊσυμφέρετʼ ἠέλιος· τότε δὲ κρύος ἐκ Διός ἐστιν
往往会降下令人苦痛的南风狂暴冲击;
ναύτῃ μαλκιόωντι κακώτερον. ἀλλὰ καὶ ἔμπης
彼时来自宙斯的严寒对冻僵的水手而言尤为残酷。然而即便如此,
ἤδη πάντʼ ἐνιαυτὸν ὑπὸ στείρῃσι θάλασσα
如今终年之中,
πορφύρει· ἴκελοι δὲ κολυμβίσιν αἰθυίῃσιν
大海依然在龙骨下翻滚着幽暗的浪涛;我们常常像潜水的海鸥一样,
πολλάκις ἐκ νηῶν πέλαγος περιπαπταίνοντες
在船上转头望向海岸,
ἥμεθʼ ἐπʼ αἰγιαλοὺς τετραμμένοι· οἱ δʼ ἔτι πόρσω
同时不安地环视浩瀚的洋面;然而海滩却远在波涛之外,
κλύζονται· ὀλίγον δὲ διὰ ξύλον Ἄϊδʼ ἐρύκει.1
仅有一块薄木板将冥府阻隔在外。
καὶ δʼ ἄν ἐπὶ προτέρῳ γε, θαλάσσῃ πολλὰ πεπονθώς,
在前一个月里,若你在海中备受折磨,
τόξον ὅτʼ ἠέλιος καίει καὶ ῥύτορα Τόξου,
当太阳炙烤着弓与射手时,
ἑσπέριος κατάγοιο,2 πεποιθὼς οὐκέτι νυκτί.
你也当在黄昏时泊岸,不再轻信夜色。
σῆμα δέ τοι κείνης ὥρης καὶ μηνὸς ἐκείνου
夜色将尽时升起的天蝎,
σκορπίος ἀντέλλων εἴη πυμάτης ἐπὶ νυκτός.
应成为你辨识那一季节与那一月份的标志。
ἤτοι γὰρ μέγα τόξον ἀνέλκεται ἐγγύθι κέντρου
因为射手正将巨弓拉至天蝎尾刺近旁;
τοξευτὴς· ὀλίγον δὲ παροίτερος ἵσταται αὐτοῦ
升起的天蝎座伫立在他前方不远处,
σκορπίος ἀντέλλων, ὁ δʼ ἀνέρχεται αὐτίκα μᾶλλον.
而射手随即在他之后升起。
τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος ἀκρόθι νυκτὸς
那时,小熊座的头部在深夜中高高盘旋,
ὕψι μάλα τροχάει, ὁ δὲ δύεται ἠῶθι πρὸ
整个俄里翁座在破晓前全部沉落,
ἀθρόος Ὠρίων, Κηφεὺς δʼ ἀπὸ χειρὸς ἐπʼ ἰξύν.
刻甫斯座则从手部直至腰部隐入地平线下。
ἔστι δέ τις προτέρω βεβλημένος ἄλλος ὀϊστὸς
在更前方还有另一支并未依附弓弩而单独射出的“箭”;
αὐτός ἄτερ τόξου· ὁ δέ οἱ παραπέπταται Ὄρνις
在其近旁,
ἀσσότερον βορέω. σχεδόθεν δέ οἱ ἄλλος ἄηται
天鹅向着更偏北处展翅飞翔。在它近侧吹掠着另一只鸟,
οὐ τόσσος μεγέθει, χαλεπός γε μὲν ἐξ ἁλὸς ἐλθεῖν
其体型并不算大,然而在夜幕将褪之际当它自海中升起时,
νυκτὸς ἀπερχομένης· καί μιν καλέουσιν ἄητον.3
却极为凶险;人们称它为猛禽(天鹰)。
δελφὶς δʼ, οὐ μάλα πολλός, ἐπιτρέχει Αἰγοκερῆϊ
并不甚大的海豚座在摩羯座上方疾行,
μεσσόθεν ἠερόεις· τὰ δέ οἱ περὶ τέσσαρα κεῖται
其身躯自中段起显得暗淡;
γλήνεα, παρβολάδην δύο πὰρ δύο πεπτηῶτα.
四周排列着四颗璀璨的明珠,两两相对倾斜排布。
καὶ τὰ μὲν οὖν βορέω καὶ ἀλήσιος ἠελίοιο
这些星座便散落于北风与太阳巡行轨道之间;
μεσσηγὺς κέχυται· τὰ δὲ νειόθι τέλλεται ἄλλα
然而在下方,南风与太阳轨道之间,
πολλὰ μεταξὺ νότοιο καὶ ἠελίοιο κελεύθου.λοξὸς μὲν Ταύροιο τομῇ ὑποκέκλιται αὐτὸς
还升起着许多其他的星辰。
Ὠρίων. μὴ κεῖνον ὅτις καθαρῇ ἐνὶ νυκτὶὑψοῦ πεπτηῶτα παρέρχεται ἄλλα πεποίθοι4
俄里翁本人倾斜地横卧在金牛座被截断的半躯之下。凡是在晴朗之夜略过高悬天际的他的人,
οὐρανὸν εἰσανιδὼν προφερέστερα θηήσασθαι.
仰观穹苍时绝不当期待还能目睹更为壮丽的景象。
τοῖός οἱ καὶ φρουρὸς ἀειρομένῳ ὑπὸ νώτῳ
在他的弓背下方,
φαίνεται ἀμφοτέροισι κύων ὑπὸ ποσσὶ βεβηκώς,
还显现出这样一条守护他的猎犬,迈着双足奔行于其下方,
ποικίλος, ἀλλʼ οὐ πάντα πεφασμένος· ἀλλὰ κατʼ αὐτὴν
皮毛斑驳,却非通体明亮;
γαστέρα κυάνεος περιτέλλεται, ἡ δέ οἱ ἄκρη
在腹部它呈现一片深暗回转,
ἀστέρι βέβληται δεινὴ γένυς, ὅς ῥα μάλισταὀξέα σειριάει· καί μιν καλέουσʼ ἄνθρωποι
但在其可怖的下颌尖端,却嵌有一颗闪烁最为锐利的星辰,
Σείριον. οὐκέτι κεῖνον ἅμʼ ἠελίῳ ἀνιόντα
人们唤它为“天狼星”。当它与太阳一同升起时,
φυταλιαὶ ψεύδονται ἀναλδέα φυλλιόωσαι.
仅生虚叶而不结果实的果园便再也无法欺瞒它;
ῥεῖα γὰρ οὖν ἔκρινε διὰ στίχας ὀξὺς ἀΐξας,
因为它锐利地穿行于树行之间,极易予以判别,
καὶ τὰ μὲν ἔρρωσεν, τῶν δὲ φλόον ὤλεσε πάντα.
使一些植株茁壮成长,却将另一些的树皮彻底销蚀殆尽。
κείνου καὶ κατιόντος ἀκούομεν· οἱ δὲ δὴ ἄλλοι
我们也听闻过它的沉落;
σῆμʼ ἔμεναι μελέεσσιν ἐλαφρότεροι περίκεινται.
环绕其身躯的其他星辰则较为黯淡,仅作为其肢体的轮廓标志。
ποσσὶν δʼ Ὠρίωνος ὑπʼ ἀμφοτέροισι λαγῳός
在俄里翁的双足之下,
ἐμμενές ἤματα πάντα διώκεται. αὐτὰρ ὅ γʼ αἰεὶ
天兔终日无休止地遭到追逐;
Σείριος ἐξόπιθεν φέρεται μετιόντι ἐοικώς,
而天狼星始终宛如追猎者般尾随其后,
καί οἱ ἐπαντέλλει, καί μιν κατιόντα δοκεύει.
在它之后升起,又在它沉落时严密窥伺。
ἡ δὲ Κυνὸς μεγάλοιο κατʼ οὐρὴν ἕλκεται Ἀργὼ
在巨犬的尾部之后,
πρυμνόθεν· οὐ γὰρ τῇ γε κατὰ χρέος εἰσὶ κέλευθοι,
阿耳戈号由船尾引拽着航行;
ἀλλʼ ὄπιθεν φέρεται τετραμμένη, οἷα καὶ αὐταὶ
因为它的路径并非依照通常的方向,而是背向退行,
νῆες, ὅτʼ ἤδη ναῦται ἐπιστρέψωσι κορώνην
正如水手们驶入港湾时将船尾调转,
ὅρμον ἐσερχόμενοι· τὴν δʼ αὐτίκα πᾶς ἀνακόπτει
众人随即齐力倒桨、
νῆα, παλιρροθίη δὲ καθάπτεται ἠπείροιο·
回浪拍打着陆地那般;
ὣς ἥ γε πρύμνηθεν Ἰησονὶς ἕλκεται Ἀργώ.
伊阿宋的阿耳戈号便是这般尾向受牵引而行。
καὶ τὰ μὲν ἠερίη καὶ ἀνάστερος ἄχρι παρʼ αὐτὸν
它的前部自船头直抵桅杆处都显幽暗而无星光,
ἱστὸν ἀπὸ πρώρης φέρεται, τὰ δὲ πᾶσα φαεινή.
但其余部分却全然璀璨。
καί οἱ πηδάλιον κεχαλασμένον ἐστήρικται
它那垂下的舵板,
ποσσὶν ὑπʼ οὐραίοισι Κυνὸς προπάροιθεν ἰόντος.
便固定在前方奔行的猎犬后足之下。
τὴν δὲ καὶ οὐκ ὀλίγον περ ἀπόπροθι πεπτηυῖαν
而纵然在相隔不近的远方蜷缩着的安德洛墨达,
Ἀνδρομέδην μέγα κῆτος ἐπερχόμενον κατεπείγει.
正面临逼近的巨鲸的紧迫威胁。
ἡ μὲν γὰρ Θρήϊκος ὑπὸ πνοιῇ βορέαο
因为她确实在色雷斯北风的吹拂下……
- 299ὀλίγον δὲ διὰ ξύλον Ἄϊδʼ ἐρύκει
表现航海凶险的著名警句。介词 διά 在此具有空间/副词性功能,与名词结合表示“凭借其间的微薄木料将死亡阻隔在外”。主语为 ὀλίγον ξύλον,宾语为 Ἄϊδα(Ἄϊς 的宾格形式),谓语动词为 ἐρύκει。
- 300καὶ δʼ ἄν ἐπὶ προτέρῳ γε, θαλάσσῃ πολλὰ πεπονθώς, ... ἑσπέριος κατάγοιο
由 ἄν 与希求法 κατάγοιο(动词 κατάγω 的中动态,意为‘驶入港口/靠岸’)构成的潜在/劝告句式:“在前一个月里……你理当在黄昏时泊岸”。分词 πεπονθώς 带有条件或让步意味。
- 315καί μιν καλέουσιν ἄητον
此处的词形 ἄητος 是作者对前文动词 ἄηται(吹拂/吹刮)所作的刻意谐音/字源双关(pun)。诗人未采用标准的 ἀετός(鹰),而作 ἄητος,意在将天鹰座与疾风(ἄημι)相联系。构词上属于 καλέουσιν 后接的双重宾格(μιν 与 ἄητον)。
- 323μὴ κεῖνον ὅτις καθαρῇ ἐνὶ νυκτὶ ὑψοῦ πεπτηῶτα παρέρχεται ἄλλα πεποίθοι
由否定词 μή 搭配完成体希求法 πεποίθοι 构成的否定愿望/禁止句式:“凡是经过他身旁的人……绝不可指望”。由不定关系代词 ὅτις(即 ὅστις)引导的从句构成宽泛的逻辑主语;κεῖνον 与分词 πεπτηῶτα 共同充当 παρέρχεται 的宾语。
