- 底本
- Aratus Solensis. Callimachus and Lycophron; Aratus. Mair, Gilbert Robinson, editor. London: William Heinemann; New York: G.P. Putnam's Sons, 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0653.tlg001.humanitext-grc2:214-283
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诗人记述了仅具半身的飞马及其踏出马泉的创世神话,随后依次描绘了白羊座、三角座、双鱼座、珀耳修斯、昴星团、天琴座及天鹅座的形状与相对位置。
οὐδʼ ὅ γε τετράπος ἐστίν· ἀπʼ ὀμφαλίοιο γὰρ ἄκρου
这匹马也并非四足俱全;因为神圣的飞马仅从肚脐末端起,
μεσσόθεν ἡμιτελὴς περιτέλλεται ἱερὸς Ἵππος.
以半身之躯在天际回转。
κεῖνον δὴ καί φασι καθʼ ὑψηλοῦ Ἑλικῶνος
人们说正是它从高耸的赫利孔山引出了繁茂的希波克瑞涅(马泉)
καλὸν ὕδωρ ἀγαγεῖν εὐαλδέος Ἱππουκρήνης.
之清泉。
οὐ γάρ πω Ἑλικὼν ἄκρος κατελείβετο πηγαῖς,
那时赫利孔之巅尚未有泉水流淌,
ἀλλʼ Ἵππος μιν ἔτυψε· τὸ δʼ ἀθρόον αὐτόθεν ὕδωρ
然而飞马用蹄猛击它,
ἐξέχυτο πληγῇ προτέρου ποδός· οἱ δὲ νομῆες
水流便因其前足的一击而从彼处倾泻而出;
πρῶτοι κεῖνο ποτὸν διεφήμισαν Ἱππουκρήνην.
牧人们最先将这股甘泉唤作马泉并传扬四方。
ἀλλὰ τὸ μὲν πέτρης ἀπολείβεται, οὐδέ ποτʼ αὐτὸ
然而那泉水乃是从岩石上滴落,
Θεσπιέων ἀνδρῶν ἑκὰς ὄψεαι· αὐτὰρ ὁ Ἵππος
你在远离忒斯庇埃人的地方绝无法见到它;
ἐν Διὸς εἰλεῖται καί τοι πάρα θηήσασθαι.
但飞马本身却在宙斯的天宇中盘旋,可供你举目仰望。
αὐτοῦ καὶ Κριοῖο θοώταταί εἰσι κέλευθοι,
就在此处也是白羊最迅捷的路径,
ὅς ῥά τε καὶ μήκιστα διωκόμενος περὶ κύκλα
它即便被迫沿着最长大的圆圈运转,
οὐδὲν ἀφαυρότερον τροχάει Κυνοσουρίδος Ἄρκτου,1
奔跑的速度却丝毫不逊于小熊座。
αὐτὸς μὲν νωθὴς καὶ ἀνάστερος οἷα σελήνῃ
它自身暗淡无光,在月色下宛如无星一般难以辨识,
σκέψασθαι, ζώνῃ δʼ ἂν ὅμως ἐπιτεκμήραιο
然而你仍可凭借安德洛墨达的腰带来推断其位置;
Ἀνδρομέδης· ὀλίγον γὰρ ὑπʼ αὐτὴν ἐστήρικται.
因为它就固定在其正下方不远处。
μεσσόθι δὲ τρίβει μέγαν οὐρανόν, ἧχί περ ἄκραι
它行经大天的正中央,
χηλαὶ καὶ ζώνη περιτέλλεται Ὠρίωνος.
正当双爪的尖端与俄里翁的腰带盘旋之处。
ἔστι δέ τοι καὶ ἔτʼ ἄλλο τετυγμένον ἐγγύθι σῆμα
在安德洛墨达的下方附近,还塑有另一个标志:
νειόθεν Ἀνδρομέδης, τὸ δʼ ἐπὶ τρισὶν ἐστάθμηται
以三边测度出的三角座,
Δελτωτόν πλευρῇσιν, ἰσαιομένῃσιν ἐοικὸς
其两边宛如彼此相等,
ἀμφοτέρῃς· ἡ δʼ οὔτι τόση, μάλα δʼ ἐστὶν ἑτοίμη
而另一边则没有那般硕大。然而它极易被寻得,
εὑρέσθαι· περὶ γὰρ πολέων εὐάστερός ἐστιν.
因为相较于许多星座而言它星光更盛。
τῶν ὀλίγον Κριοῦ νοτιώτεροι ἀστέρες εἰσίν.
比它们稍偏南处便是白羊的星辰。
οἱ δʼ ἄρʼ ἔτι προτέρω, ἔτι δʼ ἐν προμολῇσι νότοιο,
更靠前处,且更处于南风吹拂方向的,
ἰχθύες. ἀλλʼ αἰεὶ ἕτερος προφερέστερος ἄλλου,
是双鱼。然而其中一条总比另一条更为先行,
καὶ μᾶλλον βορέαο νέον κατιόντος ἀκούει.
并更早迎受从北面新降下的烈风。
ἀμφοτέρων δέ σφεων ἀποτείνεται ἠΰτε δεσμὰ
从它们两者各伸出一条如绳索般的结带,
οὐραίων ἑκάτερθεν ἐπισχερὼ εἰς ἓν ἰόντων.2
自两侧的尾部分别顺次汇聚为一;
καὶ τὰ μὲν εἷς ἀστὴρ ἐπέχει καλός τε μέγας τε,
一颗既美且大的星维系着它们,
ὅν ῥά τε καὶ σύνδεσμον ὑπούραιον καλέουσιν.
人们称之为尾下之结。
Ἀνδρομέδης δέ τοι ὦμος ἀριστερὸς Ἰχθύος ἔστω
请将安德洛墨达的左肩作为偏北那条鱼的标志,
σῆμα βορειοτέρου· μάλα γάρ νύ οἱ ἐγγύθεν ἐστίν.
因它确实与其极其邻近。
ἀμφότεροι δὲ πόδες γαμβροῦ ἐπισημαίνοιεν
而〔她的〕双足亦可指明夫婿珀耳修斯,
Περσέος, οἵ ῥά οἱ αἰὲν ἐπωμάδιοι φορέονται.
它们始终运转在他的双肩之上。
αὐτὰρ ὅ γʼ ἐν βορέω φέρεται περιμήκετος ἄλλων.
珀耳修斯本人在北方运行,身躯较其余诸星座更为长阔。
καί οἱ δεξιτερὴ μὲν ἐπὶ κλισμὸν τετάνυσται
他的右手伸向岳母座椅的靠背,
πενθερίου δίφροιο· τὰ δʼ ἐν ποσὶν οἷα διώκων
双足则宛如在追击般迈大步履,
ἴχνια μηκύνει κεκονιμένος ἐν Διὶ πατρί.
在天父宙斯的穹苍中扬尘前行。
ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι
在他的左膝近旁,
Πληϊάδες φορέονται. ὁ δʼ οὐ μάλα πολλὸς ἁπάσας
昴星团全数紧密相随地运转。容纳它们全部的空间并不十分宽阔,
χῶρος ἔχει, καὶ δʼ αὐταὶ ἐπισκέψασθαι ἀφαυραί.
它们本身以肉眼观之亦显微弱。
ἑπτάποροι δὴ ταί γε μετʼ ἀνθρώπους ὑδέονται,
人们口口相传它们有七条路径,
ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν.3
然而肉眼所能见到的却唯有六颗。
οὐ μέν πως ἀπόλωλεν ἀπευθὴς ἐκ Διὸς ἀστήρ,
从宙斯之处有星辰无影无踪地消失之事,
ἐξ οὗ καὶ γενεῆθεν ἀκούομεν, ἀλλὰ μάλʼ αὕτως
自我们世代听闻以来绝未曾有,
εἴρεται. ἑπτὰ δʼ ἐκεῖναι ἐπιρρήδην καλέονται
那不过只是如此传说罢了。那七颗星被一一指名称诵:阿尔库俄涅、
Ἀλκυόνη Μερόπη τε Κελαινώ τʼ Ἠλέκτρη τε
墨洛珀、刻莱诺、厄勒克特拉、
καὶ Στερόπη καὶ Τηϋγέτη καὶ πότνια Μαῖα.
斯忒洛珀、塔宇革忒以及尊贵的迈亚。
αἱ μὲν ὁμῶς ὀλίγαι καὶ ἀφεγγέες, ἀλλʼ ὀνομασταὶ
它们同样微小而暗淡,
ἦρι καὶ ἑσπέριαι, Ζεὺς δʼ αἴτιος, εἱλίσσονται,
却在清晨与黄昏名扬四海地回转,皆因宙斯之意,
ὅ σφισι καὶ θέρεος καὶ χείματος ἀρχομένοιο
是他命它们昭示夏季与冬季的开端,
σημαίνειν ἐκέλευσεν ἐπερχομένου τʼ ἀρότοιο.
以及耕作时节的来临。
καὶ χέλυς, ἥτʼ ὀλίγη· τὴν δʼ ἆρʼ ἔτι καὶ παρὰ λίκνῳ
还有小巧的龟甲,那是赫尔墨斯尚在摇篮中时凿空制成的,
Ἑρμείης ἐτόρησε, λύρην δέ μιν εἶπε λέγεσθαι.
并命其被称为天琴。
κὰδ δʼ ἔθετο4 προπάροιθεν ἀπευθέος Εἰδώλοιο
他将其引上天宇,
οὐρανὸν εἰσαγαγών. τὸ δʼ ἐπὶ σκελέεσσι πέτηλον
放置在那个无名幻影的身前。那〔幻影〕双腿张开,
γούνατί οἱ σκαιῷ πελάει· κεφαλή γε μὲν ἄκρη
以左膝靠近〔天琴〕,
ἀντιπέρην Ὄρνιθος ἑλίσσεται· ἡ δὲ μεσηγὺ
对侧则是天鸟头部的顶端在回转;
ὀρνιθέης κεφαλῆς καὶ γούνατος ἐστήρικται.
而天琴便固定在鸟头与膝部之间。
ἦτοι γὰρ καὶ Ζηνὶ παρατρέχει αἰόλος ὄρνις.
因为那只斑驳的天鸟也正从宙斯身旁掠过。
ἀλλʼ ὁ μὲν ἠερόεις, τὰ δέ οἱ ἔπι τετρήχυνται
鸟身虽显幽暗,
ἀστράσιν οὔτι λίην μεγάλοις, ἀτὰρ οὐ μὲν ἀφαυροῖς.
但其上布满了不算过大但也绝非微弱的星辰。
αὐτὰρ ὅ γʼ εὐδιόωντι ποτὴν ὄρνιθι ἐοικὼς
它宛如在晴空飞翔之鸟,
οὔριος εἰς ἑτέρην φέρεται, κατὰ δεξιὰ χειρὸς
顺应顺风飞向另一侧,
Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα τείνων,
将右侧翼梢的边缘伸向刻甫斯之手的右侧,
λαιῇ δὲ πτέρυγι σκαρθμὸς παρακέκλιται Ἵππου.
而其左翼近旁紧贴着飞马腾跃之蹄。
τὸν δὲ μετασκαίροντα δύʼ Ἰχθύες ἀμφινέμονται
两条鱼从两旁环绕着那匹跳跃的飞马;
ἵππον· πὰρ δʼ ἄρα οἱ κεφαλῇ χεὶρ Ὑδροχόοιο
在它的头部身旁,正是宝瓶座的手臂。
- 226ὅς ῥά τε καὶ μήκιστα διωκόμενος περὶ κύκλα / οὐδὲν ἀφαυρότερον τροχάει Κυνοσουρίδος Ἄρκτου
关系代名词 ὅς 指向前文的 Κριοῖο(白羊)。此句指白羊座虽然沿着最长大的圆周(μήκιστα περὶ κύκλα,位于天球赤道附近)运转,但其奔跑速度丝毫不逊于(οὐδὲν ἀφαυρότερον τροχάει)靠近天极的小熊座(Κυνοσουρίδος Ἄρκτου),体现了在相同周日自转周期下其线速度更快的现象。
- 243οὐραίων ἑκάτερθεν ἐπισχερὼ εἰς ἓν ἰόντων
ἰόντων 为属格绝对结构(或修饰尾部的属格),其逻辑主语为从双鱼尾部延伸而出的系带。ἑκάτερθεν(从两侧)与 εἰς ἓν(归于一体)形成对比,生动描绘了两条系带顺次(ἐπισχερώ)汇聚于单一星辰的形态。
- 258ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν
οἶαί περ ἐοῦσαι 为具有让步意义的分词结构(“尽管肉眼可见的仅有六颗”)。它将 ἓξ(六)与前句的 ἑπτάποροι(七条路径)相对比,以语法结构呈现了昴星团虽被歌咏为七星、肉眼却仅辨六星的传统天文之谜。
- 270κὰδ δʼ ἔθετο
κὰδ δʼ ἔθετο 是复合动词 κατέθετο 的词头分离(tmesis),前缀 κατ-(同化为 κὰδ)与动词 ἔθετο(τίθημι 的中间态不定过去时)之间插入了连词 δέ。意为“(赫尔墨斯将天琴)放置(于天宇)”。
