← 阿拉托斯

天象

§1076-1154

动植物与星象所示的农时征兆及观天结语

诗人列举了源自仙鹤、牲畜、野狼、田鼠及星象等多种预示天气与农产的征兆,并告诫人们须综合印证多重征兆、在岁月中密切关注月相转折期,以此审慎观天,全诗至此作结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1076

ὥριον ἐρχομέναις, ὁ δʼ ἀώριος αὐτίκα μᾶλλον·1

当仙鹤应时飞来时,应时的耕夫满心欢喜;而当它们不合时宜地迟来时,失时的耕夫反而更加欣喜。

αὕτως γὰρ χειμῶνες ἐπέρχονται γεράνοισιν·

盖冬季本就是伴随仙鹤这般降临的:

πρώϊα μὲν καὶ μᾶλλον ὁμιλαδὸν ἐρχομένῃσιν

当它们早早且密集结队地飞来时,严冬便早早降临;

πρώιον· αὐτὰρ ὅτʼ ὀψὲ καὶ οὐκ ἀγεληδὰ φανεῖσαι

而当它们迟迟现身、不成群结队、

1080

πλειότερον φορέονται ἐπὶ χρόνον οὐδʼ ἅμα πολλαί,

且在较长的时间内分散飞过而不同时大批出现时,

ἀμβολίῃ χειμῶνος ὀφέλλεται ὕστερα ἔργα.

迟延的农作便会因冬日的推迟而得益。

εἰ δὲ βόες καὶ μῆλα μετὰ βρίθουσαν ὀπώρην

倘若牛羊在果实累累的秋季之后刨掘大地,

γαῖαν ὀρύσσωσιν, κεφαλὰς δʼ ἀνέμοιο βορῆοςἀντία τείνωσιν, μάλα κεν τότε χείμερον αὐταὶ

并将头颅迎向北风伸展,

1085

Πληϊάδες χειμῶνα κατερχόμεναι φορέοιεν.

那么届时甚至昴星团本身在西沉之时亦定会带来凛冽的严冬。

μὴ δὲ λίην ὀρύχοιεν· ἐπεὶ μέγας οὐ κατὰ κόσμον

但愿它们不要刨地过深;

γίνεται οὔτε φυτοῖς χειμὼν φίλος οὔτʼ ἀρότοισιν.

盖过度猛烈的严冬对于草木和耕地皆非幸事。

ἀλλὰ χιὼν εἴη πολλὴ μεγάλαις ἐν ἀρούραις,

但愿广袤的田畴上能有丰沛的落雪,

μήπω κεκριμένῃ μηδὲ βλωθρῇ ἐπὶ ποίῃ,

趁着野草尚未分明亦未拔高之时,

1090

ὄφρα τις εὐεστοῖ χαίρῃ ποτιδέγμενος ἀνήρ.

使人在期盼丰足中获得喜悦。

οἱ δʼ εἶεν καθύπερθεν ἐοικότες ἀστέρες αἰεί·

但愿天上的群星亦永远如常,不要出现一颗、

μηδʼ εἷς μήτε δύω μήτε πλέονες κομόωντες·

两颗或更多拖着光芒长发的彗星;

πολλοὶ γὰρ κομόωσιν ἐπʼ αὐχμηρῷ ἐνιαυτῷ.

盖在干旱之年,往往会有诸多发星出现。

οὐδὲ μὲν ὀρνίθων ἀγέλαις ἠπειρόθεν ἀνήρ,

当夏季来临之际,

1095

ἐκ νήσων ὅτε πολλαὶ ἐπιπλήσσωσιν ἀρούραις,

大陆上的农夫绝不会因大群鸟儿自群岛纷至沓来扑向田畴而欣喜;

ἐρχομένου θέρεος χαίρει· περιδείδιε δʼ αἰνῶς

他为收获而极度忧虑,

ἀμητῷ, μή οἱ κενεὸς καὶ ἀχύρμιος ἔλθῃ

恐收成受旱灾摧残而变得空瘪、

αὐχμῷ ἀνιηθείς. χαίρει δέ που αἰπόλος ἀνὴρ

尽是秕糠。然而,

αὐταῖς ὀρνίθεσσιν, ἐπὴν κατὰ μέτρον ἴωσιν,

当这些鸟儿依着适度的节律飞来时,放羊人却往往因它们而欣喜,

1100

ἐλπόμενος μετέπειτα πολυγλαγέος ἐνιαυτοῦ.

指望此后能迎来奶汁丰沛的一年。

οὕτω γὰρ μογεροὶ καὶ ἀλήμονες ἄλλοθεν ἄλλοι

盖我们凡人皆是这般颠沛流离、

ζώομεν ἄνθρωποι. τὰ δὲ πὰρ ποσὶ πάντες ἑτοῖμοι

在各处艰辛度日;然而人人皆已准备好辨识眼前的征兆,

σήματʼ ἐπιγνῶναι καὶ ἐσαυτίκα ποιήσασθαι.

并即刻加以利用。

Ἀρνάσι μὲν χειμῶνας ἐτεκμήραντο νομῆες,

牧人曾自羊群推知严冬:

1105

ἐς νομὸν ὁππότε μᾶλλον ἐπειγόμενοι τροχόωσιν,

每当它们更加急促地奔向草场时,

ἄλλοι δʼ ἐξ ἀγέλης κριοί, ἄλλοι δὲ καὶ ἀμνοὶεἰνόδιοι παίζωσιν ἐρειδόμενοι κεράεσσιν·

或是群中的公羊与羊羔在路旁以角相撞嬉戏之时;

ἢ ὁπότʼ ἄλλοθεν ἄλλοι ἀναπλήσσωσι πόδεσσιν

又或那些轻盈的羊只在各处四足腾空跃起,

τέτρασιν οἱ κοῦφοι, κεραοί γε μὲν ἀμφοτέροισιν·

而有角的公羊双足弹跳之时;

1110

ἢ καὶ ὅτʼ ἐξ ἀγέλης ἀεκούσια κινήσωσιν

又或傍晚驱赶它们归圈,

δείελον εἰσελάοντες ὅμως, τὰ δὲ πάντοθι ποίης

它们虽不情愿地离开群落,

δάκνωσιν πυκινῇσι κελευόμενα λιθάκεσσιν.

却仍因细碎的石子催促而四处啃食野草之时。

ἐκ δὲ βοῶν ἐπύθοντʼ ἀρόται καὶ βουκόλοι ἄνδρεςκινυμένου χειμῶνος· ἐπεὶ βόες ὁππότε χηλὰς

耕者与牧牛人亦自牛群感知暴风雨的萌动:

1115

γλώσσῃ ὑπωμαίοιο ποδὸς περιλιχμήσωνται,

盖每当耕牛用舌头舔舐前肢双蹄周围,

ἢ κοίτῳ πλευρὰς ἐπὶ δεξιτερὰς τανύσωνται,

抑或躺卧时将右肋伸展着地,

ἀμβολίην ἀρότοιο γέρων ἐπιέλπετʼ ἀροτρεύς.

年迈的耕夫便预料到耕作将被延误。

οὐδʼ ὅτε μυκηθμοῖο περίπλειοι ἀγέρωνται

当牛群在解轭时分哞鸣不绝地集聚返回牛圈,

ἐρχόμεναι σταθμόνδε βόες βουλύσιον ὥρην,σκυθραὶ λειμῶνος πόριες καὶ βουβοσίοιο

而母牛犊在草甸与牧场中显得郁郁寡欢时,

αὐτίκα τεκμαίρονται ἀχείμεροι ἐμπλήσεσθαι.2

人们便即刻断定它们无法在避开暴风雨的情形下吃饱。

οὐδʼ αἶγες πρίνοιο περισπεύδουσαι ἀκάνθαις

母山羊贪食刺冬青的荆棘并非放晴之兆,

εὔδιοι, οὐδὲ σύες φορυτῷ ἐπιμαργαίνουσαι.

生猪为铺垫草料而狂躁亦然。

καὶ λύκος ὁππότε μακρὰ μονόλυκος ὠρύηται,

每当离群的孤狼在远处长嚎,

1125

ἢ ὅγʼ ἀροτρήων ὀλίγον πεφυλαγμένος ἀνδρῶν

抑或几乎不防备耕作之人,

ἔργα κατέρχηται, σκέπαος χατέοντι ἐοικώς,

如寻求庇护般下到近人劳作之所、

ἐγγύθεν ἀνθρώπων, ἵνα οἱ λέχος αὐτόθεν εἴη,

欲就地筑巢时,

τρὶς περιτελλομένης ἠοῦς χειμῶνα δοκεύειν.3

便当提防在第三个黎明巡回之前暴风雨降临。

οὕτω καὶ προτέροις ἐπὶ σήμασι τεκμήραιο

同样地,依据先前的征兆,你亦可推测将至的风、

1130

ἐσσομένων ἀνέμων ἢ χείματος ἢ ὑετοῖο,

暴雪或骤雨,或在当日,

αὐτὴν ἢ μετὰ τὴν ἢ καὶ τριτάτην ἔτʼ ἐς ἠῶ.

或在其后一日,乃至延续至第三个清晨。

ἀλλὰ γὰρ οὐδὲ μύες, τετριγότες εἴ ποτε μᾶλλον

昔日之人亦从未忽视过田鼠:

εὔδιοι ἐσκίρτησαν ἐοικότες ὀρχηθμοῖσιν,

每当它们在晴好天气里异常吱叫、

ἄσκεπτοι ἐγένοντο παλαιοτέροις ἀνθρώποις·

宛如起舞般雀跃时;

1135

οὐδὲ κύνες· καὶ γάρ τε κύων ὠρύξατο ποσσὶν

猎犬亦然,

ἀμφοτέροις χειμῶνος ἐπερχομένοιο δοκεύων,

盖猎犬在察觉寒冬将临之际亦会用双前足刨地,

καὶ κεῖνοι χειμῶνα μύες τότε μαντεύονται.

而那些田鼠此时亦在预言寒冬。

καὶ μὴν ἐξ ὕδατος καὶ καρκίνος ᾤχετο χέρσον,

甚至当暴风雨即将突袭其行径时,

χειμῶνος μέλλοντος ἐπαΐσσεσθαι ὁδοῖο.

螃蟹亦会自水中爬向旱地。

1140

καὶ μύες ἡμέριοι ποσσὶ στιβάδα στρωφῶντες

而田鼠在白昼以足翻动铺草,

κοίτης ἱμείρονται, ὅτʼ ὄμβρου σήματα φαίνοι.

每当降雨的征兆显现时便渴望归巢安卧。

τῶν μηδὲν κατόνοσσο· καλὸν δʼ ἐπὶ σήματι σῆμα

凡此种种征兆,切勿轻视其一。观察征兆接连出现乃是明智之举;

σκέπτεσθαι· μᾶλλον δὲ δυοῖν εἰς ταὐτὸν ἰόντων

当两个征兆趋于同一预示时,你的指望便更为牢靠;

ἐλπωρὴ τελέθοι, τριτάτῳ δέ κε θαρσήσειας.

若有第三个征兆,你便可满怀信心。

1145

αἰεὶ δʼ ἂν παριόντος ἀριθμοίης ἐνιαυτοῦ

在流转的一年中,你当始终数算征兆,

σήματα, συμβάλλων εἴ που καὶ ἐπʼ ἀστέρι τοίηἠὼς ἀντέλλοντι φαείνεται ἢ κατιόντι,

对比黎明在星辰升起或下落时所显现的天色,

ὁπποίην καὶ σῆμα λέγοι, μάλα δʼ ἄρκιον εἴη

是否正如征兆所昭示的那般;

φράζεσθαι φθίνοντος ἐφισταμένοιό τε μηνὸς

若能仔细审视残月与新月前后的两组四日,

1150

τετράδας ἀμφοτέρας·4 αἱ γάρ τʼ ἄμυδις συνιόντων

将大有裨益。盖二者共同维系着月相交替的边界,

μηνῶν πείρατʼ ἔχουσιν, ὅτε σφαλερώτερος αἰθὴρ

届时由于缺乏明澈的月光,

ὀκτὼ νυξὶ πέλει, χήτει χαροποῖο σελήνης.

天空在连续八夜中会变得更加变幻莫测。

τῶν ἄμυδις πάντων ἐσκεμμένος εἰς ἐνιαυτὸν

若你在一年中将这所有征兆一并审视,

οὐδέποτε σχεδίως κεν ἐπʼ αἰθέρι τεκμήραιο.

便绝不会对天象作出轻率的推断。

语法注4 条
  1. 1076ὥριον ἐρχομέναις, ὁ δʼ ἀώριος αὐτίκα μᾶλλον

    紧承前一行末尾 χαίρει καὶ γεράνων ἀγέλαις ὡραῖος ἀροτρεὺς 的极度承前省略结构。ὥριον 作状语性宾格修饰分词 ἐρχομέναις(与 γεράνων ἀγέλαις 一致的与格分词);后半句对比中的 ὁ δʼ ἀώριος 则承前省略了主语名词 ἀροτρεύς 与谓语动词 χαίρει。

  2. 1120σκυθραὶ λειμῶνος πόριες καὶ βουβοσίοιο αὐτίκα τεκμαίρονται ἀχείμεροι ἐμπλήσεσθαι

    主格形容词 ἀχείμεροι 作谓语性修饰,与不定式 ἐμπλήσεσθαι 的逻辑主语 πόριες 一致。此处 τεκμαίρονται 可解作被动/中间语态(小母牛的举动“被判定”),亦可视为人们依据其神态所作的推测,全句指自小牛的阴郁神态即可断定它们无法在避开风暴的情况下饱食。

  3. 1128τρὶς περιτελλομένης ἠοῦς χειμῶνα δοκεύειν

    τρὶς περιτελλομένης ἠοῦς 为表时间的属格独立结构,意为“在第三个黎明巡回前/三日之内”。主句中的不定式 δοκεύειν 用作命令式(imperatival infinitive),向读者传达警诫与指导。

  4. 1149φθίνοντος ἐφισταμένοιό τε μηνὸς τετράδας ἀμφοτέρας

    指希腊历法中晦月(μηνὸς φθίνοντος)的最后四天与新月之始(μηνὸς ἐφισταμένου)的最初四天。正如后文(αἱ γάρ τʼ ἄμυδις συνιόντων μηνῶν πείρατʼ ἔχουσιν ... ὀκτὼ νυξί)所阐明,这二者共同构成了新旧月份交接之际因缺乏明月而天候不稳的连续八个夜晚。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0653.tlg001.humanitext-grc2:1076-1154