- 底本
- Philostratus Minor. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0652.tlg001.humanitext-grc2:8-9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
首幅画描绘在宙斯庭院掷骰玩耍的厄洛斯与伽倪墨得斯,三位女神前来恳求厄洛斯令墨狄亚坠入爱河以搭救阿尔戈英雄。次幅画描绘珀罗普斯准备与俄诺玛奥斯展开战车决斗,希波达弥亚与米耳提罗斯与之暗中结盟,厄洛斯则正破坏俄诺玛奥斯的战车车轴。
ΑΘΥΡΟΝΤΕΣ. η. οἱ ἐν Διὸς αὐλῇ ἀθύροντες Ἔρως, οἶμαι, καὶ Γανυμήδης, εἴ τι χρὴ τὸν μὲν τῇ τιάρᾳ νοεῖν, τὸν δʼ ἀπὸ τοῦ τόξου καὶ τῶν πτερῶν ἐς ἐπίγνωσιν ἄγειν. ἀθύρουσι μὲν οὖν ἀστραγάλοις οὗτοι, γεγράφαται δὲ ὁ μὲν ὑβριστικῶς ἐπιτωθάζων ὁ Ἔρως καὶ πλήρη τῆς νίκης τὸν κόλπον ἀνασείων, ὁ δὲ δυεῖν ἀστραγάλοιν ἔτι τὸν μὲν καὶ αὐτὸν ἀπολωλεκώς, τὸν δʼ ἐφʼ ὁμοίᾳ προπέμπων ἐλπίδι.1 κατηφὴς δὲ αὐτῷ ἡ παρειὰ καὶ ἡ τοῦ ὄμματος ἀκτὶς καίτοι ἁβροῦ ὄντος βεβυθισμένον τὸ τῆς ἀνίας ἐπισημαίνει. θεαί τε τρεῖς αὗται ἐφεστῶσαί σφισιν, οἶμαι, οὐδʼ ἐφερμηνεύοντος δέονται, Ἀθηνᾶ τε γὰρ αὐτόθεν ἰδόντι δήλη τὴν ὁμόγνιον ποιηταί φασι πανοπλίαν ἀμπεχομένη2 καὶ γλαυκὸν ὑπὸ τῆς κόρυθος ὁρῶσα ξὺν ἀρρενωπῷ τε τῷ ἤθει τὴν παρειὰν ἐπιφοινίττουσα, ἡδὶ δὲ αὖ τὸ φιλομειδὲς ὑπὸ τῇ τοῦ κεστοῦ ἴυγγι κἀν τῷ γράμματι σημαίνει, Ἥραν δέ γε τὴν τρίτην εἶναι τὸ σεμνὸν καὶ βασιλικὸν τοῦ εἴδους φησί. τί δὴ βούλονται καὶ τίς ἡ τῆς ξυνουσίας αὐταῖς ἀνάγκη; ἄγουσα τοὺς πεντήκοντα ἡ Ἀργὼ ἐνώρμισται τῷ Φάσιδι Βόσπορόν τε καὶ Ξυμπληγάδας διεξελθοῦσα. ὁρᾷς δὲ καὶ τὸν ποταμὸν αὐτὸν ἐν βαθεῖ δόνακι κείμενον, ἐν βλοσυρῷ τῷ εἴδει, κόμη τε γὰρ ἀμφιλαφὴς αὐτῷ καὶ ἀνεστηκυῖα γενειάς τε ὑποφρίττουσα καὶ γλαυκιῶντες ὀφθαλμοί, τό τε ἀθρόον τοῦ ῥεύματος οὐκ ἀπὸ κάλπιδος ἐκχεόμενον, ᾗπερ οὖν εἴωθεν, ἀλλʼ ἀπὸ παντὸς ἐκπλημμῦρον ἐννοεῖν δίδωσιν ἡμῖν, ὁπόσος ἐπιχεῖται τῷ Πόντῳ. τὸν δὲ τῆς ναυτιλίας ἆθλον ἀκούεις, οἶμαι, καὶ ποιητῶν τὸ χρυσοῦν δέρας λεγόντων πασιμέλουσάν τε τὴν Ἀργὼ καὶ Ὁμήρου ᾠδαὶ φράζουσιν. ἀλλʼ οἱ μὲν τῆς Ἀργοῦς ναυβάται ἐν ἐπισκέψει τῶν κατειληφότων, αἱ θεαὶ δὲ ἐς ἱκεσίαν τοῦ Ἔρωτος ἥκουσιν αἰτοῦσαι ξυλλαβεῖν σφισιν ἐπὶ σωτηρίᾳ τῶν πλωτήρων τὴν Αἰήτου Μήδειαν μετελθόντα, μισθὸν δέ οἱ τῆς ὑπουργίας ἡ μήτηρ σφαῖραν προδείκνυσι Διὸς αὐτὴν ἄθυρμα γεγονέναι λέγουσα. ὁρᾷς καὶ τὴν τέχνην ἐν τῇ γραφῇ; χρυσοῦ μὲν αὕτη, ῥαφὴ δὲ αὐτῇ οἵα νοεῖσθαι μᾶλλον ἢ ὁρᾶσθαι, ἕλικάς τε κυανοῦ ἐφʼ ἑαυτῆς ἑλίττουσα καὶ ἀναρριφεῖσα τάχα που τὸ ἀποχωροῦν σέλας μαρμαρυγαῖς ἀστέρων εἰκάζειν αὐτῇ δώσει. ὁ δὲ τοὺς μὲν ἀστραγάλους οὐδὲ ὁρᾷ ἔτι, ῥίψας δὲ αὐτοὺς χαμᾶζε ἐξήρτηται τοῦ τῆς μητρὸς πέπλου ἐπαληθεῦσαι τὴν ὑπόσχεσιν αὐτῷ, οὐ γὰρ ἐλλείψειν τὸν ἆθλον.3
戏耍者 在宙斯庭院中戏耍的两人,我想应当是厄洛斯与伽倪墨得斯,若我们当由那顶巾帽认出后者,并由弓箭与双翼识辨出前者的话。他们正在投掷羊膝骨玩耍;厄洛斯被描绘为傲慢地出言嘲弄,抖动着装满战利品的衣襟,而另一人面对仅余的两枚骰子,不仅已然输掉了一枚,更在同样的厄运预感中掷出剩下的一枚。他的面颊低垂,尽管生得娇柔,眼眸的微光中却显露出深陷其中的痛苦。伫立在他们身旁的三位女神,我想亦无需解读者;盖因任何人一眼便能认出雅典娜,她身披诗人所谓源自同一神族的整套铠甲,自头盔之下投射出清澈明亮的青灰色目光,英武之气使双颊微微泛红;而身侧这一位,则在画作中凭借魔带的情魅展现出喜悦微笑的神态;至于第三位是赫拉,其端庄而具王威的神采已昭示无遗。那么,她们究竟意欲何为,又有何等齐聚一处的必要?载着五十名勇士的阿尔戈号在穿越博斯普鲁斯与撞岩之后,已在法西斯河下锚停泊。你亦可见河神本人卧于茂密的芦苇丛中,容貌威严可畏——他发量丰密而倒竖,虬髯颤动,眼眸青碧,其浩荡的激流并非如惯常那般自水瓮中倾泻,而是自周身漫溢而出,使我们得以想见奔流入黑海的波涛是何其宏大。我想你亦曾听闻诗人们讲述求取金羊毛的远航劳役,荷马的诗篇亦称阿尔戈号为举世瞩目之舟。然而,阿尔戈号的水手们正沉思于眼前的危局,女神们则前来向厄洛斯祈求,央求他前去迷惑埃厄忒斯的女儿墨狄亚,协助她们拯救航行者;其母则在他面前展示一颗圆球作为效劳的报酬,声称此球曾是宙斯的玩物。你可看见画中的精工技艺?此球虽为纯金所铸,其缝线却微妙得更宜于心领神会而非肉眼细察,青蓝色的涡纹环绕周身;若被掷向高空,那渐渐远去的光华或许会令人将其比拟作闪烁的群星。但厄洛斯已全然不看那些羊膝骨,将它们掷于地上,紧紧拽住母亲的衣袍,要求兑现对他的许诺,因为他决不会在这一功业中懈怠。
ΠΕΛΟΨ. θ. ὁ μὲν ὑπὲρ τετρώρων διʼ ἠπείρου μέσης ἱππεύσειν μέλλων ὑπʼ ὀρθῇ τιάρᾳ καὶ Λυδίᾳ στολῇ, Πέλοψ, οἶμαι, θρασὺς ἡνίοχος καλὸν εἰπεῖν. ἴθυνε γάρ ποτε καὶ διὰ θαλάσσης τουτὶ τὸ ἅρμα, Ποσειδῶνος, οἶμαι, δόντος ἄκρᾳ τῇ τοῦ τροχοῦ ἁψῖδι,4 ὑπʼ ἀδιάντῳ ἄξονι τὰ τῆς γαλήνης διαθέων νῶτα. ὄμμα δʼ αὐτῷ γοργὸν καὶ αὐχὴν ἀνεστηκὼς τὸ τῆς γνώμης ἕτοιμον ἐλέγχει ἥ τε ὀφρὺς ὑπεραίρουσα δηλοῖ καταφρονεῖσθαι τὸν Οἰνόμαον ὑπὸ τοῦ μειρακίου. φρονεῖ γὰρ τοῖς ἵπποις, ἐπειδὴ ὑψαύχενές τε καὶ πολλοὶ τὸν μυκτῆρα καὶ κοῖλοι τὴν ὁπλὴν καὶ τὸ ὄμμα κυάνεοί τε καὶ ἕτοιμοι χαίτην τε ἀμφιλαφῆ κυανῶν ἀπαιωροῦντες αὐχένων, ὃς δὴ θαλασσίων τρόπος. πλησίον δὲ αὐτῶν Ἱπποδάμεια τὴν μὲν παρειὰν αἰδοῖ γράφουσα, νύμφης δὲ στολὴν ἀμπεχομένη βλέπουσά τε ὀφθαλμοῖς οἵοις αἱρεῖσθαι τὸ τοῦ ξένου μᾶλλον. ἐρᾷ τε γὰρ καὶ τὸν γεννήτορα μυσάττεται τοιούτοις ἀκροθινίοις φρονοῦντα, ἃ δὴ καὶ ὁρᾷς, κεφαλὰς ταύτας τῶν προπυλαίων ἀνημμένην ἑκάστην, καὶ σχῆμα δέδωκεν ὁ χρόνος ἴδιον, ὃν ἕκαστος ἀπώλετο σφῶν. τοὺς γὰρ δὴ μνηστῆρας τῆς θυγατρὸς ἥκοντας κτείνων ἀγάλλεται τοῖς γνωρίσμασι τοῦ φόνου. εἴδωλα δὲ ὑπεριπτάμενα σφῶν ὀλοφύρεται τὸν ἑαυτῶν ἀγῶνα τῇ τοῦ γάμου ξυμβάσει ἐφυμνοῦντα, ξυμβῆναι γὰρ δὴ ὁ Πέλοψ, ὡς ἐλευθέρα λοιπὸν ἡ παῖς εἴη τοῦ ἀλάστορος. καὶ ὁ Μυρτίλος δὲ ξυνίστωρ τῆς ξυμβάσεως αὐτοῖν ἐστιν. ὁ δʼ οὐκ ἄποθεν ὁ Οἰνόμαος, ἀλλʼ ἕτοιμον αὐτῷ τὸ ἅρμα καὶ τὸ δόρυ ὑπερτέταται τοῦ δίφρου καταλαβόντι τὸ μειράκιον κτεῖναι,5 ὁ δὲ τῷ πατρὶ θύων Ἄρει σπεύδει ἄγριος ἰδεῖν καὶ φονῶν τὸ ὄμμα καὶ τὸν Μυρτίλον ἐπισπέρχει. Ἔρως δὲ κατηφὴς τὸν ἄξονα τοῦ ἅρματος ἐντέμνει ἑκάτερον διδοὺς ἐννοεῖν, ὅτι τε ἐρῶσα ἡ κόρη τοῦ ἐρῶντος ἐπὶ τὸν πατέρα ξυμβαίνει καὶ τὰ μέλλοντα περὶ τὴν Πέλοπος οἰκίαν ἐκ Μοιρῶν γίγνεσθαι.6
珀罗普斯 那头戴挺立巾帽、身着吕底亚盛装、正欲驾驭四匹骏马驰骋于大陆之中的人,我想便是珀罗普斯,称他为英勇无畏的御者实不为过。盖因他昔日亦曾驱驰这架战车穿越大海——我想是波塞冬赐予的恩典——以干爽无湿的车轴和车轮的最外缘飞掠过宁谧的海面。他威严锐利的目光与挺拔的颈项证明了意志的决断,高挑的眉宇更表明那青年对俄诺玛奥斯的蔑视。他因这些骏马而自豪,因它们颈项高昂,鼻孔硕大,马蹄深凹,眼眸青黑而神采奕奕,深色的颈项上垂下丰茂的鬃毛,这正是海马的风范。在他们身旁立着希波达弥亚,面颊微染羞涩,身披新娘的盛装,投来的眼波显露出更愿选择这位异邦人。盖因她已坠入爱河,并对夸耀这类战利品的生身之父深恶痛绝——正如你所见的,门楼前悬挂着的那一颗颗首级,岁月已赋予它们各自丧命之时的独特面貌。盖因父亲杀害前来向女儿求婚者,并以此等血腥标记自耀。盘旋在他们上空的亡灵一边哀悼自身的苦斗,一边赞颂这一联姻盟约,因为珀罗普斯定下盟约,正是为了使少女从此摆脱这复仇恶灵的纠缠。米耳提罗斯亦是二人盟约的知情共谋者。俄诺玛奥斯亦相距不远,他的战车业已备齐,长矛高架于车栏之上,意图在追上青年之后将其刺杀;他正向父亲阿瑞斯献祭,神色急迫凶暴,眼中充斥着杀意,并连连催促米耳提罗斯。而厄洛斯则神情低沉地在战车的车轴上切出刻痕,使我们悟知两件事:爱着那爱己之人的少女订立反抗父亲的盟约,以及命运诸女神注定将降临于珀罗普斯家族的未来灾厄。
- 8ὁ μὲν δυεῖν ἀστραγάλοιν ἔτι τὸν μὲν καὶ αὐτὸν ἀπολωλεκώς, τὸν δʼ ἐφʼ ὁμοίᾳ προπέμπων ἐλπίδι
δυεῖν ἀστραγάλοιν 为双数形式的部分属格。随后的 τὸν μέν 与 τὸν δέ 构成部分同位语,分别指代这两枚骰子:他已输掉了前者,并在“同样的预期下”(带有讽刺与无奈意味的同样的失败预感)掷出后者。
- 8τὴν ὁμόγνιον ποιηταί φασι πανοπλίαν ἀμπεχομένη
ποιηταί φασι 为插入分句。ὁμόγνιον 修饰 πανοπλίαν,意指诗人们所称的“同族传承的铠甲”或“血脉之铠”(暗指雅典娜披戴其父宙斯的武具如埃吉斯神盾等神话传统)。
- 8ἐπαληθεῦσαι τὴν ὑπόσχεσιν αὐτῷ, οὐ γὰρ ἐλλείψειν τὸν ἆθλον
不定式 ἐπαληθεῦσαι 依附于 ἐξήρτηται τοῦ πέπλου,表示缠住母亲衣袍的目的或恳求的内容(“以求她兑现对他的许诺”)。随后的 οὐ γὰρ ἐλλείψειν 为间接引语,转述厄洛斯的保证,即他决不会在劳役中有所怠慢。
- 9ἄκρᾳ τῇ τοῦ τροχοῦ ἁψῖδι
处于表语位置的形容词 ἄκρᾳ 与 τῇ τοῦ τροχοῦ ἁψῖδι 连用,意为“在轮辋的最外缘”,生动描绘出战车仅以车轮的最外圈轻掠海面疾驰的神奇情态。
- 9καταλαβόντι τὸ μειράκιον κτεῖναι
与格分词 καταλαβόντι 与指代俄诺玛奥斯的隐含与格(承前文 αὐτῷ)一致,修饰表示目的的不定式 κτεῖναι,意为“以便在追上这青年之后将其杀害”。
- 9ἑκάτερον διδοὺς ἐννοεῖν, ὅτι τε ἐρῶσα ἡ κόρη τοῦ ἐρῶντος ἐπὶ τὸν πατέρα ξυμβαίνει καὶ τὰ μέλλοντα περὶ τὴν Πέλοπος οἰκίαν ἐκ Μοιρῶν γίγνεσθαι
中性代词 ἑκάτερον 作宾语,先引出后文由 ὅτι τε ... 与 καὶ [ὅτι] τὰ μέλλοντα ... γίγνεσθαι 构成的两个并列宾语从属意群。厄洛斯破坏车轴的举动令观者同时领悟这两件事(ἑκάτερον):爱着爱己之人的少女背叛父亲订立密约,以及命运注定降临于珀罗普斯家族的未来灾难。
